Ancient Greek · ~19 min
Homilia 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De prophetiarum obscuritate (homiliae 1-2) 2.5.1
Not analysed yet
Βούλει μαθεῖν πόση ἐστὶν ἡ δύναμις τῆς εὐχῆς ἐν τῇ ἐκκλησίᾳ γινομένης; Ἐδέδετο ὁ Πέτρος ποτὲ ἐν τῷ δεσμωτηρίῳ, καὶ ἁλύσεις περιέκειτο πολλάς· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας περὶ αὐτοῦ γινομένη, καὶ εὐθέως αὐτὸν ἀπήλλαξε τοῦ δεσμωτηρίου. Τί τοίνυν δυνατώτερον ταύτης γένοιτ' ἂν τῆς εὐχῆς, ἣ τοὺς στύλους καὶ πύργους τῆς Ἐκκλησίας ὠφέλησε; Παῦλος γὰρ καὶ Πέτρος πύργοι καὶ στῦλοι τῆς Ἐκκλησίας· καὶ τοῦ μὲν τὰ δεσμὰ ἔλυσε, τοῦ δὲ τὸ στόμα ἀνέῳξεν. Ἵνα δὲ μὴ μόνον ἀπὸ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἀπὸ τῶν καθ' ἑκάστην τελουμένων τὴν ἡμέραν, διπλῆν τὴν δύναμιν ἐπιδείξωμεν, αὐτῆς τῆς ὑπὸ τοῦ δήμου γινομένης εὐχῆς ὑμᾶς ἀναμνήσωμεν. Καίτοι γε εἴ τις τῶν πολλῶν ὑμῶν ἐπιτάξειεν εὔχεσθαι καθ' ἑαυτὸν ὑπὲρ τῆς τοῦ ἐπισκόπου σωτηρίας, ἕκαστος ἂν παραιτήσαιτο, ὡς μεῖζον τὸ φορτίον τῆς αὐτοῦ δυνάμεως ὅν· κοινῇ δὲ πάντες ἀκούοντες τοῦ διακόνου τοῦτο κελεύοντος καὶ λέγοντος, Δεηθῶμεν ὑπὲρ τοῦ ἐπισκόπου, καὶ τοῦ γήρως, καὶ τῆς ἀντιλήψεως, καὶ ἵνα ὀρθοτομῇ τὸν λόγον τῆς ἀληθείας, καὶ ὑπὲρ τῶν ἐνταῦθα, καὶ ὑπὲρ τῶν ἁπανταχοῦ, οὐ παραιτεῖσθε ποιεῖν τὸ ἐπίταγμα, ἀλλὰ μετ' ἐκτενείας ἀναφέρετε τὴν εὐχὴν, εἰδότες τῆς ὑμετέρας συνόδου τὴν δύναμιν. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα· τῇ γὰρ εὐχῇ τῶν κατηχουμένων οὐδέπω τοῦτο ἐπιτέτραπται, ἐπειδὴ οὐδέπω πρὸς τὴν παῤῥησίαν ἔφθασαν ταύτην· ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης, καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων αὐτὴν ἐπισκόπων ἁπάντων παρακελεύεται ποιεῖσθαι τὰς δεήσεις ὁ ταύταις διακονῶν, καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμις τῆς ἐν ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης ἐστίν. Ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν, ὅτι μία φωνὴ ἦν τὸ παλαιόν. Πόθεν οὖν δῆλον, ὅτι μία φωνὴ ἦν; Καὶ ἦν πᾶσα ἡ γῆ, φησὶ, χεῖλος ἕν. Ἀσαφὲς τὸ εἰρημένον. Ἡ γῆ χεῖλος ἔχει; Οὐδαμῶς. Τί οὖν φησι, καὶ περὶ τίνος; Οὐ περὶ ταύτης λέγει τῆς γῆς τῆς ἀναισθήτου, τῆς ἀκινήτου· ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων γένος οὕτως ἐκάλεσε, τῆς οἰκείας αὐτοὺς ἀναμιμνήσκων φύσεως, τῆς μητρὸς εἰς ὑπόμνησιν ἄγων, ὅθεν ἐγένοντο. Διπλοῦν γὰρ τοῦτο τὸ ζῶον, ὁ ἄνθρωπος, λέγω, ἐκ δύο συγκείμενος οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ νοητῆς, ψυχῆς, λέγω, καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ συγγένειαν ἔχων. Διὰ μὲν γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς τῆς γῆς συνῆπται πράγμασι, σύνδεσμός τις ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως. Ὅταν μὲν οὖν πράττῃ τι τῶν τῷ Θεῷ δοκούντων, πνευματικὸς λέγεται, καὶ οὐδὲ ἀπὸ τῆς ψυχῆς ὀνομάζεται, ἀλλ' ἀφ' ἑτέρας μείζονος τιμῆς, ἀπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας. Οὐδὲ γὰρ ἀρκεῖ ἡ ψυχὴ ἡμῖν εἰς κατορθώματα, ἐὰν μὴ ἀπολαύσωμεν τῆς βοηθείας ἐκείνης. Καὶ ἵνα μάθητε, ὅτι, οὐδὲ ἡ ψυχὴ ἀρκεῖ ἡμῖν εἰς κατορθώματα· καὶ τί λέγω, εἰς κατορθώματα; οὐδὲ εἰς τὸ δυνηθῆναι συνιέναι τῶν λεγομένων· Ψυχικὸς, φησὶν, ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ὥσπερ γὰρ σαρκικὸν καλεῖ τὸν τῇ σαρκὶ δουλεύοντα, οὕτω ψυχικὸν καλεῖ τὸν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις τὰ πράγματα ἐπιτρέποντα, καὶ μὴ δεχόμενον τοῦ Πνεύματος τὴν ἐνέργειαν. Ἀλλ' ὅπερ ἔλεγον, ὅτι κατορθοῦντες μὲν πνευματικοὶ λεγόμεθα· ὅταν δὲ ἁμάρτωμεν καὶ ὑποσκελισθῶμεν καὶ πράξωμέν τι ἀνάξιον τῆς ἡμετέρας εὐγενείας, ἀπὸ τῆς εὐτελοῦς ἡμᾶς καλεῖ φύσεως, γῆν ἡμᾶς ὀνομάζων. Ἐπεὶ οὖν καὶ ἐνταῦθα μέλλει τινῶν κατηγορήσειν τῶν τὸν πύργον οἰκοδομησάντων, τῶν εἰς ἀπόνοιαν ἐπαρθέντων, τῶν μείζονα ἔννοιαν λαβόντων τῆς οἰκείας ἀξίας, μέλλει δὲ αὐτῶν κατηγορεῖν ἀπόνοιαν, διὰ τοῦτο ἀπὸ τῆς εὐτελοῦς αὐτοὺς ἐκάλεσεν οὐσίας εἰπών· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν. Καὶ ἵνα μάθητε, ὅτι οὕτω καλεῖ ἡμᾶς, ὅταν ἁμάρτωμεν, τὸν Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν οὕτως ἐκάλεσεν εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ μὴν οὐκ ἦν γῆ μόνον, ἀλλὰ καὶ ἀθάνατον εἶχε ψυχήν. Τίνος οὖν ἕνεκεν γῆν αὐτὸν ἐκάλεσεν; Ἐπειδὴ ἥμαρτεν. Ὅτε γοῦν ἔπλαττεν αὐτὸν, οὐκ ἐκάλεσεν αὐτὸν οὕτως· ἀλλὰ τί; Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς. Καὶ ἔσται ὁ φόβος αὐτῶν καὶ ὁ τρόμος ἐπὶ πᾶσαν τὴν γῆν. Ὁρᾷς οἷα τὰ προέδρια τῆς φύσεως; οἷαι αἱ τιμαί; οἷα τὰ ἐγκώμια; Ἀλλὰ πρὸ τῆς ἁμαρτίας· μετὰ δὲ τὴν ἁμαρτίαν λοιπὸν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἄκουσον δὲ καὶ τοῦ Μαλαχίου τοῦτο αἰνιττομένου, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου· Ἰδοὺ γὰρ ἀποστέλλω ὑμῖν, φησὶν, Ἠλίαν τὸν Θεσβίτην. Τίνος οὖν ἕνεκεν ἀποστέλλει; Ὥστε ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ μέλλει τὸ δικαστήριον ἐφίστασθαι τὸ φοβερὸν ἐκεῖνο καὶ φρικῶδες, ἵνα μὴ ἀναπολογήτους λαβὼν ὑπὸ τὰς εὐθύνας ὁ δικαστὴς κατακρίνῃ τινάς· ἵνα ἐλθὼν μὲν ἐκεῖνος καὶ προειπὼν, ὅτι ἐγγὺς ἐπὶ θύραις ἡ παρουσία, σωφρονεστέρους ποιήσῃ τοὺς ἀνθρώπους· καὶ γὰρ τὰ πρὸ πολλῶν χρόνων εἰρημένα εἰς ὀλιγωρίαν ἐμπίπτειν εἴωθεν· ἀνανεῶν τοίνυν τὴν μνήμην ἡμῶν ἔρχεται ἐκεῖνος ὁ προφήτης. Ἀλλ' ὅτι γῆ καλοῦνται οἱ ἁμαρτάνοντες, τοῦτο ἀποδεῖξαι χρὴ νῦν.