Ancient Greek · ~20 min
Homilia 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De prophetiarum obscuritate (homiliae 1-2) 2.6.1
Not analysed yet
Εἰπὼν τοίνυν, Ὅπως ἐπιστρέψῃ καρδίαν πατρὸς πρὸς υἱὸν, ἐπήγαγε· Μή ποτε ἐλθὼν πατάξω τὴν γῆν ἄρδην· πατάσσει δὲ τοὺς ἁμαρτάνοντας. Ὁρᾷς τοὺς ἁμαρτάνοντας γῆν καλουμένους; Πάλιν ἀλλαχοῦ περὶ τοῦ Χριστοῦ διηγούμενος ὁ προφήτης, οὕτως ἔλεγεν· Ἔσται δικαιοσύνῃ περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ· οὐχ ὅτι πλευρὰ καὶ ὀσφὺς περὶ τὸν Θεόν· ἀσώματον γὰρ τὸ Θεῖον· ἀλλὰ τὸ ἀδέκαστον καὶ ἀπαραλόγιστον τῆς τοῦ δικαστοῦ κρίσεως διὰ τούτων ἡμῖν ἐμφαίνει· καὶ ὅτι οὐδαμοῦ συκοφάνται λοιπὸν, οὐδὲ οἱ ἐπηρεάζοντες, οὐδὲ ἡ διὰ τῶν χρημάτων διαφθορὰ, οὐδὲ ἄγνοια τοῦ δικαίου. Ἐν τούτοις μὲν γὰρ τοῖς δικαστηρίοις καὶ ἀνεύθυνος κολάζεται, καὶ ὑπεύθυνος διαφεύγει· διέφθαρται γὰρ πολλαχοῦ τὸ δίκαιον· ἐπειδὰν δὲ ὁ δίκαιος κριτὴς καὶ ἀπαραλόγιστος παραγένηται, ὁ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ περιειλημμένος τὰς πλευρὰς αὐτοῦ, τῶν δικαίων μετὰ ἀκριβείας ἅπαντες τεύξονται. Καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι οὐ περὶ τῆς γῆς λέγει, ἀλλὰ περὶ ἁμαρτωλῶν, ἐπήγαγεν, ὅτι Καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς. Ὁρᾷς ὅτι καὶ ἐνταῦθα τοὺς ἁμαρτωλοὺς ἐκάλεσε γῆν; Ταῦτ' οὖν εἰδὼς, ὅταν ἀκούσῃς, ὅτι Ἡ γῆ πᾶσα ἦν χεῖλος ἓν, τὴν ἀνθρωπίνην πάλιν ἐννόει φύσιν· ἀναμιμνήσκει γὰρ τῆς οἰκείας εὐτελείας ἡμᾶς· καὶ γὰρ μέγα ἀγαθὸν τὴν οἰκείαν ἐπισκέπτεσθαι συγγένειαν, καὶ εἰδέναι πόθεν συνεστήκαμεν. Ἀρκοῦσα αὕτη διδασκαλία ταπεινοφροσύνης, ἡ τῆς φύσεως ἐπίσκεψις· πάντα τὰ πάθη καταστεῖλαι δύναται, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ. Διὰ τοῦτο παρῄνει τις λέγων· Πρόσεχε σεαυτῷ· ἀναλόγισαι τὴν φύσιν σου καὶ τὴν κατασκευὴν, καὶ ἀρκεῖ σοι τοῦτο πρὸς τὸ κατεστάλθαι διηνεκῶς. Διὰ τοῦτο ὁ δίκαιος ἐκεῖνος Ἀβραὰμ διαπαντὸς τοῦτον εἶχε τὸν λογισμὸν ἐν ἑαυτῷ, καὶ οὐδέποτε μέγα ἐφρόνει. Ὁ γοῦν Θεῷ διαλεγόμενος, καὶ παῤῥησίας τοσαύτης ἀπολαύων, καὶ μαρτυρηθεὶς παρ' αὐτοῦ ἐπὶ ἀρετῇ, ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Καὶ ἄλλος βουλόμενος πάλιν τὸν πεφυσιωμένον ἄνθρωπον καταστεῖλαι, οὐ μακροὺς κινεῖ λόγους, ἀλλ' ἀναμιμνήσκει αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτιμᾷ σφοδρῶς, οὑτωσὶ λέγων· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Τὰ μετὰ τὸν θάνατόν μοι φαινόμενα λέγεις; Κατάστειλον αὐτὸν ζῶντα. Οὐκ οἶδε νῦν, ὅτι γῆ καὶ σποδός ἐστιν. Ὁρᾷ τὴν εὐπρέπειαν τοῦ σώματος, ὁρᾷ τὴν δυναστείαν, τὴν θεραπείαν τῶν κολάκων, τοὺς παρασίτους ἀκολουθοῦντας. Ἱμάτια περίκειται πολυτελῆ, ὄγκον ἀρχῆς περιβέβληται μέγαν, ἡ φαντασία αὐτὸν ἀπατᾷ καὶ ἐπιλαθέσθαι ποιεῖ τῆς φύσεως. Οἴδαμεν, ὅτι γῆ ἐσμεν καὶ σποδός· ἀλλ' ἡμεῖς οἱ σωφρονοῦντες· ἐκεῖνος δὲ οὐκ ἀναμένει τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν, οὐδὲ ἔρχεται πρὸς τὰς σοροὺς καὶ τὰς θήκας τῶν προγόνων, ἀλλὰ πρὸς τὰ παρόντα βλέπει, οὐδὲν τῶν μελλόντων ἐννοεῖ. Δίδαξον αὐτὸν ἐντεῦθεν ἤδη, ὅτι γῆ καὶ σποδός ἐστιν. Ἀνάμεινόν με, φησὶ, καὶ οὐ διδάσκω τοῦτο, ἀλλὰ πολλῷ ἄλλο εὐτελέστερον· ἵν', ὅταν φαντάζηται, ἐπιγινώσκῃ τὴν ἑαυτοῦ εὐτέλειαν· ἵνα ζῶν λάβῃ τὸ φάρμακον. Εἰπὼν γὰρ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ἐπήγαγεν· Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ. Τί ἐστιν, Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ; Τάχα ἀσαφὲς τὸ εἰρημένον. Ἐνδόσθια τὰ ἔγκατα λέγει, τὰ σπλάγχνα λέγει, τὴν γαστέρα τὴν γέμουσαν σκυβάλων καὶ πολλῆς ἀκαθαρσίας καὶ δυσωδίας, οὐ κατηγορῶν τῆς φύσεως, ἀλλ' εἰς ταπεινοφροσύνην ἐνάγων· Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται. Εἶδες τὸ εὐτελὲς καὶ ἐπίκηρον τῆς οὐσίας; Μὴ ἀναμείνῃς τὴν ἡμέραν τῆς τελευτῆς, ἵνα μάθῃς σου τὴν ἀσθένειαν· ἔτι μοι ζῶντα τὸν ἄνθρωπον διερεύνησον, καὶ εἰς τὰ ἔγκατα αὐτοῦ διάβηθι τῷ λόγῳ, καὶ πᾶσαν αὐτοῦ τὴν οὐδένειαν ὄψει. Ἀλλὰ μὴ καταπέσῃς· οὐδὲ γὰρ μισῶν ἡμᾶς, ἀλλὰ φειδόμενος οὕτως ἐποίησεν ὁ Θεὸς, προφάσεις ἡμῖν ταπεινοφροσύνης παρέχων μεγάλας. Εἰ γὰρ ἄνθρωπος γῆ ὢν καὶ σποδὸς, ἐτόλμησεν εἰπεῖν, ὅτι Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· εἰ μὴ τὸν τῆς φύσεως χαλινὸν εἶχε, ποῦ οὐκ ἂν ἐξέπεσε τῇ διανοίᾳ; Ὅταν οὖν ἴδῃς τινὰ πεφυσιωμένον, τὸν αὐχένα ἀνατείνοντα, τὰς ὀφρῦς ἀνασπῶντα, ἐπὶ τοῦ ὀχήματος φερόμενον, ἀπειλοῦντα, εἰς δεσμωτήριον ἐμβάλλοντα, θανάτῳ παραδιδόντα, ἐπηρεάζοντα, εἰπὲ πρὸς αὐτόν· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ. Ταῦτα οὐ περὶ ἀνθρώπου μόνον ἰδιώτου, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ ἔστιν εἰπεῖν. Μὴ γὰρ τὴν ἁλουργίδα ἴδῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ, ἀλλ' αὐτὴν τὴν φύσιν ἐρεύνησον, καὶ οὐδὲν ὄψει πλέον ἔχουσαν τῶν πολλῶν· μᾶλλον δὲ, εἰ βούλει, καὶ τὴν ἁλουργίδα, καὶ τὸ διάδημα, καὶ τὰ ἱμάτια, καὶ πᾶσαν περίελθε τὴν φαντασίαν ἐκείνην, καὶ τούτων αὐτῶν ὄψει πάλιν τὴν γῆν οὖσαν ὑπόθεσιν. Πᾶσα γὰρ δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἰδοὺ καὶ γῆς εὐτελέστερος ἐφάνη ὁ καλλωπισμὸς ἐκεῖνος ἅπας. Ὁρᾷς πῶς καταστέλλει τὸ φύσημα; πῶς καθαιρεῖ πᾶσαν ἀπόνοιαν ἡ ἔννοια τῆς φύσεως αὐτῆς; Ἀρκεῖ μόνον λογίσασθαι τίνες ἐσμὲν, καὶ πόθεν συνεστήκαμεν, καὶ πᾶσα οἰχήσεται λογισμῶν ἀπόνοια. Διὰ γὰρ τοῦτο ἐκ δύο οὐσιῶν κατεσκεύασεν ἡμᾶς ὁ Θεὸς, ἵν' ὅταν μὲν εἰς ἀπόνοιαν ἐπαρθῇς, καταστείλῃ σε τὸ εὐτελὲς τῆς σαρκός· ὅταν δὲ ἀνάξιόν τι καὶ ἀγεννὲς τῆς δοθείσης σοι παρὰ τοῦ Θεοῦ τιμῆς ἐννοήσῃς, ἀναγάγῃ σε πρὸς τὸν τῶν οὐρανίων δυνάμεων ζῆλον ἡ τῆς ψυχῆς εὐγένεια.