Ancient Greek · ~17 min
Homilia 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De prophetiarum obscuritate (homiliae 1-2) 2.8.1
Not analysed yet
Εὐωδίας αὐτὴν ἔμπλησον, ἄνθρωπε, μὴ δυσωδίας· θησαυρὸν ποίησον βασιλικὸν, μὴ τάφον σατανικόν. Εἰ δὲ τάφος ἐστὶ, κἂν ἀπόκλεισον, ἵνα μὴ προβαίνῃ ἡ δυσωδία. Πονηρὰ ἔχεις ἐνθυμήματα; Μὴ προενέγκῃς αὐτὰ διὰ ῥημάτων· ἔασον κάτω κεῖσθαι, καὶ ταχέως ἀποπνίγονται. Ἄνθρωποί ἐσμεν, πολλὰ πολλάκις πονηρὰ βουλευόμενοι καὶ ἄτοπα καὶ αἰσχρὰ βουλεύματα· ἀλλὰ μὴ συγχωρῶμεν εἰς ῥήματα τὰ νοήματα προελθεῖν, ἵνα πιεζόμενα κάτω ἀσθενέστερα γίνηται καὶ ἀπολλύηται. Καθάπερ γὰρ θηρία τις παντοδαπὰ καὶ ἀνήμερα εἰς λάκκον ἐμβαλὼν, ἂν μὲν ἐμφράξῃ τὸν λάκκον ἄνωθεν, ἀποπνίγει ῥᾳδίως· ἂν δὲ διέξοδόν τινα καὶ ἀναπνοὴν παράσχῃ μικρὰν, πολλὴν αὐτοῖς δίδωσι τὴν παραμυθίαν, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι, ἀλλ' ἐκθηριοῖ μειζόνως· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν γίνεται τῶν πονηρῶν, ὅταν τεχθῶσιν ἔνδον, ἂν μὲν ἀποκλείσωμεν αὐτῶν τὴν εἰς τὰ ἔξω πρόοδον, ταχέως αὐτοὺς ἀφανίζομεν· ἂν δὲ διὰ τῶν ῥημάτων αὐτοὺς ἐξενέγκωμεν, κἀκείνους ἰσχυροτέρους εἰργασάμεθα, δόντες ἀναπνεῦσαι διὰ τῆς γλώττης αὐτοῖς, καὶ πρὸς τὰ τῶν ἀτόπων πράξεων βάραθρα ταχέως ἀπὸ τῆς τῶν αἰσχρῶν ῥημάτων μελέτης καταπίπτομεν. Διὰ τοῦτο ὁ προφήτης οὐχ ἁπλῶς τάφον ἐκάλεσεν, ἀλλὰ Τάφον ἀνεῳγμένον, αὐτὸ τοῦτο ἐγκαλῶν ὅπερ εἶπον. Οὐδὲ γὰρ ἑαυτὸν αἰσχύνει μόνον ὁ τὰ αἰσχρὰ φθεγγόμενος ῥήματα, ἀλλὰ καὶ τοὺς πλησίον, καὶ τοὺς συγγινομένους αὐτῷ πολλῆς ἀναπίμπλησι τῆς λύμης. Καὶ καθάπερ εἰ τοὺς τάφους ἀνοίξομεν, λοιμοῦ τὰς πόλεις ἐμπλήσομεν· οὕτω τὰ αἰσχρὰ στόματα εἰ μετὰ ἀδείας ἀνοίγοιτο, τοὺς συγγινομένους ἅπαντας νόσου χαλεπωτάτης ἐμπλήσει. Διὰ τοῦτο χρὴ θύραν καὶ μοχλὸν καὶ χαλινὸν ἐπιθεῖναι τῷ στόματι. Ὅτι μὲν οὖν μία φωνὴ ἦν τότε, ἱκανῶς ἐκ τούτων ἡμῖν ἀποδέδεικται· λοιπὸν δὲ ἀναγκαῖον εἰπεῖν, τίνος ἕνεκεν αἱ πολλαὶ ἐπεισήχθησαν. Ἀλλὰ τέως τὸν ἠθικώτερον γυμνάσωμεν λόγον· παιδεύσωμεν τὴν ἡμετέραν γλῶτταν χαλινὸν ἔχειν, καὶ μὴ πάντα ἁπλῶς ἐκφέρειν τὰ ἀπὸ τῆς διανοίας· μὴ κακηγορεῖν τοὺς ἀδελφοὺς, μὴ ἀλλήλους δάκνειν καὶ κατεσθίειν. Τῶν δακνόντων τὰ σώματα χείρους εἰσὶν οἱ διὰ λόγων τοῦτο ποιοῦντες. Ἐκεῖνοι τοῖς ὀδοῦσι δάκνουσι τὸ σῶμα, οὗτος τοῖς λόγοις δάκνει τὴν ψυχὴν, τιτρώσκει τὴν ὑπόληψιν, ἀνίατον ποιεῖ τὸ τραῦμα. Διόπερ μείζονα ἐκδέξεται κόλασιν καὶ τιμωρίαν, ὅσον χαλεπώτερον ἐντίθησι τὸ δῆγμα. Οὐ διὰ τοῦτο δὲ μόνον ἐκπεσεῖται συγγνώμης ὁ κατηγορῶν, ἀλλ' ὅτι οὔτε δικαίαν οὔτε ἄδικον ἔχει πρόφασιν εἰπεῖν τῆς πονηρίας τῆς ἑαυτοῦ. Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι κἂν ἀλόγους ἔχωσιν αἰτίας, ἀλλ' ὅμως ἔχουσιν· οἷον, ὁ πόρνος ἐπιθυμίαν πληροῖ, ὁ κλέπτης τὴν πενίαν λύει, ἀνδροφόνος τὸν θυμὸν παύει· ὁ κατηγορῶν οὐδεμίαν ἔχει πρόφασιν εἰπεῖν. Ποίαν γὰρ, εἰπέ μοι, χρημάτων περιουσίαν περιβάλλεται; ποίαν ἐπιθυμίαν πληροῖ; Οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ βασκανίας ὑπόθεσις, οὔτε δικαίαν οὔτε ἄδικον ἔχουσα αἰτίαν. Διὰ τοῦτο ἀπεστέρηται συγγνώμης ἁπάσης. Βούλει κακηγορεῖν; Δίδωμί σοι χρησίμην ὑπόθεσιν. Βούλει κακῶς λέγειν; Εἰπὲ τὰς ἁμαρτίας σου κακῶς. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἶδες κακηγορίαν στέφανον ἔχουσαν καὶ ἐγκώμιον καὶ δικαιοσύνην; Πάλιν, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ἑαυτοῦ, οὐκ ἄλλου. Ἐὰν ἄλλου κατήγορος γένῃ, ἐκολάσθης· ἐὰν ἑαυτοῦ, ἐστεφανώθης. Καὶ ἵνα μάθῃς πόσον ἐστὶ καλὸν τὸ κατηγορεῖν τὸ ἑαυτοῦ παράπτωμα, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, φησί. Καὶ μὴν εἰ δίκαιος, πῶς κατήγορος; εἰ κατήγορος, πῶς δίκαιος; Ὁ δίκαιος οὐκ ἔστι κατηγορίας ὑπεύθυνος. Ἀλλ' ἵνα μάθῃς, ὅτι κἂν ἁμαρτωλὸς ᾖ τις, κατηγορῇ δὲ τῶν ἁμαρτημάτων, διὰ τῆς κατηγορίας δίκαιος γίνεται, διὰ τοῦτο εἶπε, Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Τί δέ ἐστιν, Ἐν πρωτολογίᾳ; Πρόσεχε ἀκριβῶς· Ἐν τοῖς δικαστηρίοις δύο μέρη ἐστὶ, τῶν μὲν ἐναγόντων, τῶν δὲ ἐναγομένων· τῶν μὲν κατηγορούντων, τῶν δὲ κατηγορουμένων· τῶν μὲν ὑπευθύνων, τῶν δὲ ἀνευθύνων· καὶ ἡ πρωτολογία τῷ κατηγόρῳ δίδοται, τῷ ἀνευθύνῳ. Ἐνταῦθα δὲ τοὐναντίον. Σὺ ὁ ὑπεύθυνος ἅρπασον τὴν πρωτολογίαν, ἵνα ἀνεύθυνος γένῃ· μὴ ἀναμείνῃς τὸν κατήγορον. Εἰ καὶ τῶν ὑπευθύνων εἶ, ἀλλὰ πρὶν ἢ παρ' ἐκείνου τι τοιοῦτον ἀκούσῃς, αὐτὸς κατηγόρησον τῶν ἡμαρτημένων. Μάχαιρά ἐστιν ἡ γλῶσσα ἠκονημένη· ἀλλὰ μὴ ἑτέροις ἐπάγωμεν τραύματα, ἀλλὰ τὰς ἡμετέρας σηπεδόνας ἀποτέμνωμεν. Βούλει μαθεῖν ὅτι ἔθος ἦν τοῖς δικαίοις μὴ ἄλλους κακῶς λέγειν, ἀλλ' ἑαυτούς; Ἄκουσον τοῦ Παύλου βοῶντος· Χάριν ἔχω ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον βλάσφημον ὄντα, καὶ διώκτην, καὶ ὑβριστήν. Ὁρᾷς πῶς ἑαυτὸν κακῶς λέγει; Καὶ πάλιν, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Καὶ πάλιν ἀλλαχοῦ, Οὐκ εἰμὶ ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.