Ancient Greek · ~21 min
Homilia 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De prophetiarum obscuritate (homiliae 1-2) 2.7.1
Not analysed yet
Οὐκ εἰς ἀναίρεσιν δὲ ἀπονοίας μόνον ἐπιτηδεία ἡ ἐπίσκεψις τῆς φύσεως ἀλλὰ κἂν ἑτέρα τις ἐπιθυμία διενοχλῇ, κἂν ἡ τῶν χρημάτων, κἂν ἡ τῶν σωμάτων, ἡ ἄτοπος αὕτη καὶ εἰς ἀσέλγειαν ἐκκαλουμένη, ἀπόχρη τοῦτο εἰς παραμυθίαν τοῦ πάθους. Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν, ἐννόησον ὅτι γῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐκκαῖον, καὶ παύσεται λυττῶσα ἡ ψυχή· ἀνακάλυψον αὐτῆς τὸ δέρμα τῆς ὄψεως, καὶ τότε πᾶσαν αὐτὴν ὄψει τῆς εὐμορφίας τὴν εὐτέλειαν· μὴ στῇς μέχρι τῆς ἐπιφανείας, ἀλλ' ἐνδοτέρω διάβηθι τῷ λογισμῷ, καὶ οὐδὲν ἕτερον εὑρήσεις, ἀλλ' ἢ ὀστᾶ καὶ νεῦρα καὶ φλέβας. Ἀλλ' οὐκ ἀρκεῖ ταῦτα; Λόγισαί μου ταύτην ἀλλοιουμένην, γηράσκουσαν, ἀῤῥωστοῦσαν, ὑφιζάνοντας ὀφθαλμοὺς, καὶ κοιλαινομένας παρειὰς, ἅπαν καταῤῥέον τὸ ἄνθος ἐκεῖνο· ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύνθητί σου τὴν κρίσιν. Πηλὸν θαυμάζεις καὶ σποδὸν, καὶ κόνις σε ἐκκαίει καὶ τέφρα. Οὐ κατηγορῶν τῆς φύσεως ταῦτα λέγω· μὴ γένοιτο· οὐ κακίζων, οὐδὲ εἰς εὐτέλειαν ἐμβάλλων, ἀλλὰ φάρμακα τοῖς νοσοῦσι κατασκευάζων. Διὰ τοῦτο ὁ Θεὸς τοιαύτην αὐτὴν ἐποίησεν, οὕτως εὐτελῆ, ἵνα καὶ τὴν οἰκείαν δύναμιν ἐπιδείξηται, καὶ τὴν κηδεμονίαν τὴν περὶ ἡμᾶς, τῇ τῆς φύσεως μὲν εὐτελείᾳ πρὸς ταπεινοφροσύνην ἐνάγων, καὶ πᾶσαν τὴν ἐπιθυμίαν ἡμῶν καταστέλλων, τὴν δὲ σοφίαν δεικνὺς τὴν ἑαυτοῦ, ὡς καὶ ἐν πηλῷ τοσοῦτον ἰσχύων ἐξασκῆσαι κάλλος. Ὥστε ὅταν ἐξευτελίσω τὴν οὐσίαν, τότε ἐκκαλύπτω τὴν τέχνην τοῦ Δημιουργοῦ. Ὥσπερ γὰρ ἀνδριαντοποιὸν τότε μᾶλλον θαυμάζομεν, οὐχ ὅταν ἐκ χρυσίου καλὸν ἡμῖν δείξῃ τὸν ἀνδριάντα, ἀλλ' ὅταν ἐκ πηλοῦ τῆς ὕλης ὑποκειμένης ἀπηρτισμένην καὶ ἀκριβῆ τὴν εἰκόνα ἐργάζηται οὕτω καὶ τὸν ἀριστοτέχνην Θεὸν ἐκπληττόμεθα καὶ δοξάζομεν, ὅτι ἐν σποδῷ καὶ πηλῷ κάλλος ἀμήχανον καὶ σοφίας ἀῤῥήτου τινὸς ἐπίδειξιν τοῖς σώμασιν ἡμῶν ἐναπέθετο. Καὶ τοῦτο οὐκ ἐν τῷ σώματι μόνον τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐν πάσῃ τῇ κτίσει ἐποίησεν. Εὐτελεῖς γὰρ πολλαχοῦ παραγαγὼν τὰς οὐσίας, καὶ τῆς οἰκείας τέχνης δεῖγμα σαφὲς ἐγκατέθηκε, καὶ τῆς τῶν οὐσιῶν ἀσθενείας ἔλεγχόν τινα ἐγκατέμιξεν· ἵνα διὰ μὲν τὴν τέχνην καὶ τὸ κάλλος θαυμάζῃς τὸν Δημιουργὸν, διὰ δὲ τὴν ἀσθένειαν καὶ τὴν εὐτέλειαν τῆς φύσεως καὶ τῆς οὐσίας μὴ προσκυνήσῃς τὰ γενόμενα. Φαιδρὸς ὁ ἥλιος λάμπων, καὶ πᾶσαν καταυγάζει τὴν οἰκουμένην· ἀλλ' ἐλθούσης τῆς νυκτὸς ἐκλείπει. Τί γὰρ, φησὶ, φωτεινότερον ἡλίου; Ἀλλὰ καὶ τοῦτο ἐκλείπει· οὐκ ἐν νυκτὶ δὲ μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ. Καὶ διὰ τοῦτο πολλάκις καὶ ἐν ἡμέρᾳ ἥλιος ἐξέλιπεν, ἵνα θαυμάζῃς μὲν διὰ τὴν τέχνην τὸν Δημιουργὸν, μὴ προσκυνήσῃς δὲ διὰ τὴν ἀσθένειαν τὸ γενόμενον. Ὁρᾷς τὸν οὐρανὸν τοῦτον, ἡλίκον ἐστὶ σῶμα; πῶς καλόν; πῶς ἀποστίλβον, καὶ τῶν ἡμετέρων βέλτιον σωμάτων κατὰ τὴν ἐπιφάνειαν; Ἀλλ' ἄψυχόν ἐστιν. Εἶδες καὶ τῆς τέχνης τὴν ἐπίδειξιν, καὶ τῆς ἀσθενείας τὸν ἔλεγχον; ὁρᾷς ἑκατέρωθέν σοι τὰ ὀχυρώματα κείμενα; Ἵνα γὰρ μὴ καταγινώσκῃς τοῦ Δημιουργοῦ ὡς ἀσθενοῦς, καλὰ ἐποίησεν· ἵνα δὲ μὴ προσκυνῇς τὰ γενόμενα ὡς θεοὺς, ἀσθενῆ ταῦτα ἐκ μέρους εἰργάσατο. Ταῦτα μέμνησθε διηνεκῶς. Διὰ τοῦτο Γραφὰς ἑρμηνεύομεν, οὐχ ἵνα Γραφὰς μάθητε μόνον, ἀλλ' ἵνα καὶ τὰ ἤθη διορθώσητε. Ἂν γὰρ τοῦτο μὴ γένηται, περιττῶς ἀναγινώσκομεν, περιττῶς ἐξηγούμεθα. Ὥσπερ γὰρ ἀθλητὴς εἰς παλαίστραν εἰσιὼν ἀλειφόμενος καὶ ἀπολαύων τῶν χειρῶν τοῦ παιδοτρίβου, ἂν τοῦ ἀγῶνος παραγενομένου ἐλέγξῃ ἐκείνην τὴν τέχνην, περιττῶς εἰσήχθη εἰς τὴν παλαίστραν· οὕτως ἂν ἐνταῦθα παραγινόμενοι, καὶ μανθάνοντες τὰ παλαίσματα πάντα καὶ τὰς λαβὰς τοῦ διαβόλου, τοῦ καιροῦ τῶν ἀγώνων ἐλθόντος ὑποσκελισθῆτε, ἢ εὔμορφον ὄψιν ἰδόντες, ἢ πρὸς ἀπόνοιαν ἐπαρθέντες, ἢ ἑτέρῳ τινὶ πονηρῷ χειρωθέντες λογισμῷ, μάτην ἐνταῦθα εἰσήλθετε. Μέμνησθε τοίνυν τῶν λόγων, οὐ τῶν κατὰ τῆς φύσεως τῆς ἡμετέρας, ἀλλὰ τῶν κατὰ τῆς ἐπιθυμίας τῆς ἀκολάστου. Οὐ φύσεως ἔγκλημα τὰ εἰρημένα, ἀλλὰ ἐπιθυμίας τὰ λεγόμενα. Ταύτῃ καταστέλλετε θυμὸν, οὕτω πραΰνατε ἐπιθυμίαν, οὕτω κατασπᾶτε ἀπόνοιαν. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν. Ἰδοὺ τὸ ζητούμενον ἔτι. Οὐ περὶ ταύτης ὁ λόγος, ἀλλ' ὅτι πάντες οἱ ἄνθρωποι φωνὴν εἶχον μίαν. Διὰ τί δὲ χεῖλος ἓν ἐκάλεσε τὴν φωνήν; Ἔθος τῇ Γραφῇ οὕτω καλεῖν τὰ ῥήματα, γλῶσσαν. Ἀναγκαῖον δὲ καὶ τοῦτο εἰδέναι διὰ τοὺς αἱρετικοὺς, τοὺς κατηγοροῦντας τῆς δημιουργίας τοῦ Θεοῦ, τοὺς λέγοντας, ὅτι πονηρὸν τὸ σῶμα. Ἐπειδὴ γὰρ τὰ πονηρὰ κινήματα τῆς διανοίας τοῖς μέλεσι τοῦ σώματος ἡ Γραφὴ καλεῖ· οἷόν τι λέγω· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· νομίζουσιν οὖν τινες, ὅτι περὶ τῆς γλώττης εἴρηται. Οὐκ εἴρηται δὲ περὶ τῆς γλώττης· μὴ γένοιτο· ἔργον γάρ ἐστι τοῦ Θεοῦ· ἀλλὰ περὶ τῶν ῥημάτων τῶν φονικῶν, τῶν ἀποκτιννύντων ἀνθρώπους, τῶν ἐμπιπτόντων ξίφους χαλεπώτερον. Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· καὶ πάλιν· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά· οὐ περὶ τοῦ μέλους λέγων τοῦ σώματος, ἀλλὰ περὶ τῶν ὑπούλων ῥημάτων. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, οὐ τοῦτο ἐδίδαξεν, ὅτι πάντες ἄνθρωποι εἶχον ἓν χεῖλος, ἀλλὰ χεῖλος τὴν φωνὴν ἐκάλεσεν. Εἰπὼν γὰρ, Ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, ἐπήγαγε, Καὶ φωνὴ μία πᾶσιν. Οὕτως ὅταν λέγῃ, Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, οὐ τοῦ λάρυγγος κατηγορεῖ, ἀλλὰ τῶν κακῶν ῥημάτων τῶν ἀναβαινόντων ἐκεῖθεν, τῶν νεκρῶν δογμάτων. Τάφος γὰρ τοῦτό ἐστι, νεκρῶν δοχεῖον ὀστῶν καὶ σωμάτων. Τοιαῦτα κἀκείνων τὰ στόματα, τῶν κατηγορούντων τοῦ Δημιουργοῦ· τοιαῦτα τὰ στόματα τῶν αἰσχρὰ φθεγγομένων ἀνθρώπων, τῶν λοιδορούντων, τῶν δυσώδη καὶ πονηρὰ ῥήματα ἐκ τῆς οἰκείας φάρυγγος ἐκβαλλόντων.