Ancient Greek · ~18 min
Ἀπόδειξις τοῦ χρησίμως τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεως Ἰουδαίων προφητείας ἀσαφεῖς εἶναι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De prophetiarum obscuritate (homiliae 1-2) 5.1
Not analysed yet
Μνημονεύετε τῆς ὑποσχέσεως· διὰ γὰρ τοῦτο συνεχῶς ὑμᾶς ὑπομιμνήσκω, ἵν' ὅταν ἐπαγάγω τὸ συμπέρασμα, μὴ ἐπιλάθησθε τοῦ ζητηθέντος ἡμῖν ἐν ἀρχῇ κεφαλαίου. Τί δὲ ἦν τοῦτο; Ὅτι εἰ ᾔσθοντο οἱ Ἰουδαῖοι, ὅτι ἔμελλεν αὐτοῖς συμβήσεσθαι τὰ κατειληφότα αὐτοὺς δεινὰ (ταῦτα δὴ λέγω τὰ νῦν κατέχοντα αὐτοὺς), αὐτὰ τὰ βιβλία ἂν κατέκοψαν, καὶ οὐκ ἂν ἐφείσαντο οὐδὲ τῶν θείων γραμμάτων. Ἀλλ' ἐπὶ τὴν ἱστορίαν ἔλθωμεν. Ταῦτα ἀκούσας ὁ Ἱερεμίας, καλεῖ τὸν μαθητὴν αὐτοῦ Βαροὺχ υἱὸν Νηρίου, καὶ λέγει πρὸς αὐτόν· Γράψον εἰς βιβλίον πάντα τὰ μέλλοντα αὐτοῖς ἔσεσθαι δεινά. Τί γέγονε; σὺ ἐπετάγης παρὰ τοῦ Θεοῦ, καὶ τὸν μαθητὴν πέμπεις; ἆρα μὴ δειλιᾷς; ἆρα μὴ ἀγωνιᾷς; ἆρα μὴ δέδοικας; εἰ σὺ δέδοικας, πῶς ὁ μαθητὴς τολμήσει; Ἀλλ' οὐδὲν τούτων· πρόσκειται γὰρ ἡ αἰτία· εἰπὼν γὰρ, Γράψον καὶ ἀνάγνωθι, ἐπήγαγεν· Ἐγὼ γὰρ κατέχομαι ἐν τῇ φυλακῇ. Ὢ μεγαλοψυχίας. Ἐν τῷ δεσμωτηρίῳ ἦν, καὶ τῆς προφητείας οὐκ ἀφίστατο. Προσέχωμεν τῇ ἀνδρείᾳ τοῦ δικαίου, καὶ τῇ τῆς διανοίας φιλοσοφίᾳ. Οὐκ εἶπε πρὸς ἑαυτόν· Τοσαῦτά μοι δεινὰ συμβέβηκε διὰ τὴν παῤῥησίαν ταύτην· μυρίους ἀνήλωσα λόγους, καὶ οὐδὲν ὤνησα, οὐδὲ ἐγένετό μοί τι πλέον, ἀλλ' ἢ τὸ δεδέσθαι μόνον· καὶ οὔπω με τῶν δεσμῶν ἀπέλυσεν ὁ Θεὸς, καὶ πάλιν πέμπει με πρὸς τοὺς θῆρας ἐκείνους; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ' ἓν μόνον ἐσκόπει, ὅπως ἀνυσθῇ τὸ ἐπίταγμα τοῦ Δεσπότου· καὶ ἐπεὶ δι' ἑαυτοῦ οὐκ ἴσχυσε, διὰ τοῦ μαθητοῦ κατεσκεύασεν αὐτό. Ἀνάγνωθι γὰρ, φησὶν, αὐτοῖς, καὶ εἰπὲ πάντα τὰ κακά. Ἐγὼ γὰρ κατέχομαι ἐν τῇ φυλακῇ. Καὶ ἔλεγεν Ἱερεμίας, καὶ ἔγραφεν ὁ Βαροὺχ ἐν βιβλίῳ. Νηστείας καιρὸς ἦν, ὅτε ταῦτα ἐγίνετο· ἑορτὴ ἐφειστήκει, πάντας καλοῦσα πρὸς τὴν μητρόπολιν· ἔδει γὰρ κοινὸν γενέσθαι τὸν σύλλογον, ἐπειδὴ περὶ ἀναγκαίων πραγμάτων ἔμελλεν ἡ ἐκκλησία ἔσεσθαι. Εἰσῆλθε πρὸς τοὺς ἄρχοντας ὁ Βαροὺχ, καὶ ἀνέγνω εἰς τὰ ὦτα τῶν ἀρχόντων πάντας τοὺς λόγους τούτους· καὶ εἶπε καὶ τὴν αἰτίαν· Ἴσως γὰρ, φησὶ, πεσεῖται τὸ ἔλεος ὑμῶν ἐνώπιον Κυρίου· ἵνα μὴ νομίσωσιν ὅτι ὡς κατήγορος ἔλεγεν, ἀλλὰ μαθόντες ὅτι θεραπεῦσαι αὐτοὺς ἀφῖκται, ἐπιεικέστεροι γένωνται. Τί οὖν ἐκεῖνοι; Δέον χάριτας ὁμολογῆσαι, δέον ἐπαινέσαι, δέον θαυμάσαι, οὐδὲν τούτων ποιοῦσιν, ἀλλ' ἀπελθόντες ἀνήγγειλαν τῷ βασιλεῖ τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ, καὶ τὸ βιβλίον ἀπέθεντο ἐν τῷ οἴκῳ Ἐλισαμᾶ. Καὶ πέμψας, φησὶν, ὁ βασιλεὺς τὸν Ἰουδὴν, ἕνα τινὰ τῶν παρεστηκότων αὐτῷ, ἐκέλευσε κομισθῆναι τὸ βιβλίον. Καὶ ἐκάθητο ὁ βασιλεὺς ἐν οἴκῳ χειμερινῷ· μὴν γὰρ ἔννατος ἦν, τουτέστι Νοέμβριος· ἔννατον ἀπὸ τοῦ Ξανθικοῦ ἀριθμῶν λέγει· δεῖ γὰρ καὶ ταῦτα ἀκριβῶς εἰδέναι. Εἰ γὰρ ἀπὸ τοῦ Δίου ἠρίθμει, οὐκ ἔμελλεν ἔσεσθαι τότε χειμών. Τίνος οὖν ἕνεκεν καὶ τοῦτο πρόσκειται; Ἐκ τῶν μετὰ ταῦτα εἴσῃ σαφῶς. Καὶ ἐσχάρα πυρὸς ἔμπροσθεν αὐτοῦ· ἀνθρακιὰ, φησὶ, διότι ψῦχος ἦν. Ὁρᾶτε πῶς οὐδὲν παραλιμπάνεται τῇ θείᾳ Γραφῇ; Καὶ ἀνθρακιὰ πυρὸς ἔμπροσθεν αὐτοῦ· καὶ περιεστήκεισαν οἱ σατράπαι· ἐκομίσθη τὸ βιβλίον μυρίων γέμον καλῶν (ἡ γὰρ τῶν κακῶν προφητεία κακῶν ἀναίρεσις ἦν), καὶ ἀνεγινώσκετο. Μνημονεύετέ μοι, παρακαλῶ, τῆς ὑποσχέσεως. Καὶ ἐν τῷ ἀναγινώσκειν αὐτὸν τρεῖς σελίδας, λαβὼν τὴν σμίλην ἔκοψεν, καὶ ἔβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἕως ἐξέλιπε τὸ βιβλίον ἅπαν. Εἶδες πῶς οὐ φείδονται οὐδὲ τῶν βιβλίων; πῶς οὐδὲ τῶν γραμμάτων τῶν θείων ἀπέχονται; Ἐπειδὴ αἰχμαλωσίαν εἶχε τῆς Ἱερουσαλὴμ, κατέκοψε· καὶ οὐχ εὑρὼν τὸν προφήτην, εἰς τὰ γράμματα τὴν ὀργὴν ἀφῆκεν. Ὁ τοίνυν τοῖς ἀψύχοις οὕτω πολεμῶν, εἰ τὸν ψυχὴν ἔχοντα εὗρε, τί οὐκ ἂν εἰργάσατο; Καθάπερ γὰρ τὰ χαλεπὰ τῶν θηρίων, ἐπειδὰν ἐπιλάβωνται τῶν πυκτευόντων αὐτοῖς, εἶτα ἐκεῖνοι διαφύγωσι καταλιπόντες ἐν τῷ στόματι τῶν θηρίων ἃ περίκεινται δέρματα, λοιπὸν αὐτὰ περιτρώγουσι παραμυθούμενα τὸν θυμόν· οὕτω δὴ καὶ ὁ βασιλεὺς ἐποίησεν. Οὐχ εὗρε τὸν ἔχοντα τὸ βιβλίον, καὶ αὐτὸ τὸ βιβλίον κατέκοψε· καὶ οὐ κατέκοψε μόνον, ἀλλὰ καὶ ἐνέβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἵνα μηδὲ λείψανον μείνῃ τῶν γραμμάτων ἐκείνων. Ἀλλ' οὐδέπω πᾶσαν ἔγνωτε αὐτοῦ τὴν μανίαν· εἴσεσθε δὲ σαφῶς, ἐὰν μετὰ ἀκριβείας τῷ διηγήματι προσέχητε. Οὐ γὰρ εἶπεν, ὅτι ἀναγνοὺς τὸ βιβλίον ἅπαν, οὕτως ἔκαυσεν· ἀλλ' Ἐν τῷ ἀναγινώσκειν αὐτὸν τρεῖς σελίδας ἢ τέσσαρας, ἐξέτεμεν αὐτό. Οὐκ ἀνέμεινεν οὐδὲ τὸ τέλος τῆς ἀναγνώσεως, ἀλλ' ἐξ αὐτῶν τῶν προοιμίων εὐθέως ἐξηγριώθη. Διὰ ταῦτα οὐκ ἦν ἀσφαλὲς τοῖς προφήταις Ἰουδαίοις λέγειν μετὰ σαφηνείας πάντα τὰ ἐσόμενα δεινά. Εἰ γὰρ πρόσκαιρον οὐκ ἤνεγκεν αἰχμαλωσίαν ἀκοῦσαι, τὴν διηνεκῆ πῶς ἂν ὑπέμεινε μαθεῖν; Καὶ οὐδὲ μέχρι τούτου ἔστη ὁ βασιλεύς· ἀλλ' ἔπεμψε, φησὶ, ζητεῖν πανταχοῦ τὸν προφήτην, ἀλλ' οὐχ εὗρεν αὐτόν· ἔκρυψε γὰρ αὐτὸν ὁ Θεός. Ἐκεῖνον μὲν τόπῳ τότε ἔκρυψε, τοὺς δὲ ἄλλους προφήτας τῇ ἀσαφείᾳ τῶν λεγομένων.