Ancient Greek · ~16 min
Ἀπόδειξις τοῦ χρησίμως τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεως Ἰουδαίων προφητείας ἀσαφεῖς εἶναι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De prophetiarum obscuritate (homiliae 1-2) 6.1
Not analysed yet
Οὐκ ἀπὸ τούτων δὲ μόνον ἡμῖν ἔσται φανερὸν, ὅτι τολμηρὸν ἦν παρὰ Ἰουδαίοις καὶ ψυχῆς ῥιψοκινδύνου, τὴν ἐσομένην τοῖς ἔθνεσι τιμὴν καὶ δόξαν, καὶ τὴν διαδεξομένην ἐκείνους ἀτιμίαν λέγειν, ἀλλὰ καὶ ἐκ τῶν Παύλου ῥημάτων. Οὗτος γοῦν ἰδών τινα προφήτην μικρὸν παρανοίξαντά τι τῆς προῤῥήσεως ταύτης, καὶ σαφέστερον τῶν ἄλλων εἰπόντα, καὶ τὰ ἡμέτερα ἀγαθὰ, καὶ τὰ ἐκείνων κακὰ, ἐξεπλάγη καὶ ἐθαύμασε τῆς τόλμης αὐτὸν, οὕτως εἰπών· Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπον, Ἰδού εἰμι, τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Καίτοι, εἰ μὴ κίνδυνος ἐκ τῆς προῤῥήσεως ἠκολούθει, τίνος ἕνεκεν εἶπε Παῦλος, Ἡσαΐας δὲ ἀποτολμᾷ, καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν; Μεγίστη ὄντως κατηγορία Ἰουδαίων. Οἱ μὴ ζητοῦντες εὗρον, καὶ οἱ ζητοῦντες ἀπέτυχον· οἱ μὴ ἀκούσαντες ἐπίστευσαν, καὶ οἱ ἀκούσαντες ἐσταύρωσαν. Διὰ ταῦτα τολμητὴν ἐκάλεσε τὸν Ἡσαΐαν. Καὶ γὰρ ὄντως μεγίστης τόλμης ἦν, ἐν μέσῳ τῶν κατηγορουμένων ἑστῶτα, ἀφειδῶς ποιεῖσθαι τὰς κατηγορίας, καὶ ἐκείνους μὲν τῆς τιμῆς φανερῶς ἐκβάλλειν διὰ τῆς προφητείας, ἑτέρους δὲ εἰσάγειν εἰς τὴν ὀφειλομένην ἐκείνοις δόξαν. Τὸ δικαστήριον τῶν ἀκουόντων κατηγόρους εἶχε πάντας. Τίς δὲ ἐν δικασταῖς ἐχθροῖς διαφεύγειν δύναται κίνδυνον; Διὰ τοῦτο, φησὶν, Ἀποτολμᾷ καὶ λέγει. Ἀλλ' ἔτι τοῦτο ὑμῖν σαφέστερον ἀποδεῖξαι βούλομαι. Διὰ τοῦτο περὶ Ἰουδαίων καὶ ἡμῶν ἀσαφῶς ἐν ταῖς Γραφαῖς εἴρηται, ἵνα μὴ πρὸ καιροῦ συνῶσι τῶν λεγομένων Ἰουδαῖοι. Καὶ τούτου παράγω μάρτυρα τὸν μεγαλοφωνότατον Παῦλον, τὸν ἄνωθεν φθεγγόμενον, τὴν σάλπιγγα τῶν οὐρανῶν, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Τοῦτον ὑμῖν παράγω μάρτυρα φανερῶς λέγοντα, ὅτι διὰ τοῦτο συνεσκίασταί τινα τῶν ἐν τῇ Παλαιᾷ, οὐχὶ πάντα. Εἰ γὰρ πάντα ἀσαφῆ ἔμελλεν εἶναι, περιττῶς εἴρητο τοῖς τότε. Αἱ γὰρ προφητεῖαι ἔχουσι καὶ πολέμους προσκαίρους τοὺς τότε, καὶ λοιμοὺς, καὶ λιμούς· ἔχουσι δὲ καὶ τὰ σήμερον ἐκβάντα, τῆς Ἐκκλησίας τὴν κλῆσιν, τῆς συναγωγῆς τὴν ἀποβολὴν, τοῦ νόμου τὴν κατάργησιν. Ταῦτα δὲ οὐκ ἐβούλετο αὐτοὺς εἰδέναι· ἐκεῖνα δὲ ἤθελε τὰ ἐν τοῖς καιροῖς συμβαίνοντα τοῖς αὐτῶν. Καὶ τοῦτο αὐτὸ ἀποδεῖξαι πειράσομαι· ὅτι ταῦτα μόνα ἀσαφῆ ἐποίησε γενέσθαι, τὰ περὶ ἡμῶν καὶ τῆς συναγωγῆς, τὰ νῦν ἐκβάντα, καὶ τὴν τοῦ νόμου κατάργησιν· τοῦτο δὲ αὐτοὺς οὐκ ἔδει εἰδέναι ἐκ τότε. Εἰ γὰρ ἐξ ἀρχῆς ἔμαθον, ὅτι πρόσκαιρος ὁ νόμος, πάντως ἂν αὐτοῦ κατεφρόνησαν· διὰ τοῦτο αὐτὸν συνεσκίασε μόνον. Ὅτι γὰρ οὐ πᾶσα προφητεία ἀσαφὴς ἦν, ἀλλὰ τοῦτο μόνον περιέσταλτο τὸ μέρος, ἄκουσον τοῦ Παύλου σαφῶς ἀμφότερα ταῦτα ἡμῖν ἐνδεικνυμένου, καὶ ὅτι συνεσκίαστο ὁ νόμος, καὶ ὅτι κατὰ τοῦτο μόνον τὸ μέρος. Κορινθίοις γὰρ ἐπιστέλλων, οὕτω πώς φησιν· Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παῤῥησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, ὥστε μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου, ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ σήμερον κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ ποιῆσαι σαφέστερον, τῆς ἱστορίας αὐτῆς ὑμᾶς ἀναμνήσας. Ἐπειδὴ γὰρ λαβὼν τὰς πλάκας ἐν τῷ ὄρει ἔμελλε καταβαίνειν ὁ Μωϋσῆς, δόξα τις ἀπόῤῥητος καὶ θαυμαστὴ τῆς ἁγίας ἐκείνης ἐξέλαμψεν ὄψεως τοιαύτη, ὡς μηδένα τῶν πολλῶν αὐτῷ δύνασθαι προσιέναι καὶ διαλέγεσθαι. Ἵνα οὖν μὴ διὰ παντὸς ἀπρόσιτος ᾖ τῷ δήμῳ, κάλυμμα ἐπὶ τῆς ὄψεως ἐπιτιθεὶς, παρεῖχε μετὰ ἀδείας τοῖς Ἰουδαίοις αὐτῷ συγγίνεσθαι. Καὶ τῷ δήμῳ μὲν ὁμιλῶν εἶχε τὸ κάλυμμα, πρὸς δὲ τὸν Θεὸν ἐπιστρέφων ἀπετίθει τοῦτο πάλιν. Τοῦτο δὲ συνέβαινεν, ὁμοῦ μὲν ἵνα ἀξιόπιστος ὁ νομοθέτης φαίνηται τοῖς μέλλουσι τὸν δι' αὐτοῦ κομιζόμενον δέχεσθαι νόμον, ὁμοῦ δὲ ἵνα καὶ ὁ τῆς ἀληθείας ἐν αὐτῷ προδιαγραφῇ τύπος, καὶ διαγραφῇ τῆς κατὰ Χριστὸν οἰκονομίας ἄνωθεν ἡ αἰτία. Ἐπειδὴ γὰρ ἔμελλόν τινες λέγειν. Τίνος ἕνεκεν οὐ γυμνῇ τῇ θεότητι παρεγένετο ὁ Χριστὸς, ἀλλὰ σάρκα περιεβάλ[λ]ετο; ἄνωθεν διὰ τῆς ὄψεως τοῦ δούλου πᾶσι τούτοις ἀπελογήσατο. Εἰ γὰρ τὴν τοῦ δούλου δόξαν οὐκ ἤνεγκαν ἰδεῖν τὴν ἐπιγενομένην ὕστερον Ἰουδαῖοι, πῶς ἂν γυμνὴν τὴν θεότητα μετὰ ταῦτα ἰδεῖν ὑπέμειναν;