Ancient Greek · ~15 min
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De pseudoprophetis [Sp.] 7.1
Not analysed yet
Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον, ἀποῤῥίψατε πᾶσαν βιωτικὴν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε· Βλέπετε τοὺς κύνας. Πάλιν τὸ βλέπετε λέγω, καὶ λέγων οὐ παύομαι. Βλέπετε τοὺς κλέπτας, βλέπετε ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Ἀγρυπνεῖτε καὶ νήφετε, οἱ τὸ δεσποτικὸν χάρισμα καταπιστευθέντες, καὶ γρηγορεῖτε, καὶ τὴν ὥραν τῆς φοβερᾶς παρουσίας τοῦ Δεσπότου τηρεῖτε, ὅταν ἔρχηται συνᾶραι λόγον μεθ' ὑμῶν, οἷς ἐπίστευσε τὰ τάλαντα. Ταῦτα τοίνυν κατὰ νοῦν ἔχοντες, ὦ ἀγαπητοὶ, Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ὡς λέγει ὁ Ἀπόστολος, μὴ ἀναγκαστικῶς, ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, μηδὲ ὡς κατακυριεύοντες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ ἀρχιποιμένος κομίσεσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Πάλιν οὖν ταὐτὰ ἐρῶ· ἀκούσατε, ἱερεῖς Κυρίου, Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοὶ, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἱ μικροὶ καὶ μεγάλοι, εἴτε ἄρσεν εἴτε θῆλυ, Ἐπὶ τῷ αὐτῷ πλούσιος καὶ πένης· προσέχετε τοῖς λεγομένοις, παρακαλῶ· βούλομαι γὰρ ἀποδεῖξαι καὶ πληροφορῆσαι ὑμᾶς ἐκ τῶν ἁγίων Γραφῶν, ὅτι οὐ πάντες οἱ λεγόμενοι Χριστιανοὶ, Χριστιανοί εἰσιν, ἀλλὰ μόνον τὸ ὄνομα καλούμενοι Χριστιανοὶ φρεναπατῶνται ἐπὶ τῇ ψιλῇ προσηγορίᾳ. Τῷ μὲν λόγῳ Χριστιανοὶ πολλοὶ, τῷ δὲ τρόπῳ ὀλίγοι καὶ σπάνιοι· τῷ σχήματι ὡς Χριστιανοὶ καὶ ὡς Χριστοῦ μαθηταὶ, τῷ δὲ τρόπῳ προδόται· τῷ λόγῳ εὐσεβεῖς καὶ εὔσπλαγχνοι, τῷ δὲ τρόπῳ ἀσεβεῖς καὶ ἀνελεήμονες· τῇ προσηγορίᾳ Χριστιανοὶ, τοῖς δὲ ἔργοις ἐθνικοὶ, καθὼς προεῖπεν ὁ προφήτης Δαυῒδ, ὅτι Ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. Καὶ ἀληθῶς ἐν ἡμῖν ἐπληρώθη ἡ προφητεία αὕτη. Ποταποὶ Χριστιανοὶ Ἰουδαϊκοῖς καὶ Ἐλληνικοῖς προσέχοντες μύθοις, καὶ γενεαλογίαις, καὶ μαντείαις, καὶ ἀστρολογίαις, καὶ φαρμακείαις, καὶ φυλακτηρίοις· καὶ παρατηρήσεις ἡμερῶν καὶ ἐνιαυτῶν, κληδονισμοὺς καὶ ὄνειρα, καὶ ὀρνέων φωνάς· καὶ ἐν πηγαῖς λύχνους ἅπτοντες καὶ ἀπολουόμενοι, καὶ συναντήματα παρατηρούμενοι, καὶ εἰδωλόθυτον ἐσθίοντες, καὶ αἷμα πνικτῶν καὶ θηριαλώτων, καὶ ὀρνεοπάτακτα, καὶ πολλὰ ἕτερα τούτων ὅμοια; Πῶς Χριστιανοὶ εὑρεθῶσιν οἱ τοιαῦτα πράσσοντες; ποίᾳ δὲ παῤῥησίᾳ τολμῶσιν ἑαυτοὺς ὀνομάζειν Χριστιανούς; πῶς δὲ τολμῶσι προσελθεῖν τοῖς θείοις μυστηρίοις οἱ χείρονες τῶν Ἑλλήνων ὑπάρχοντες; Πάλιν ἀκούσατε, ποταποὶ Χριστιανοὶ οἱ τὰ τῶν ἐθνῶν σχήματα ποιοῦντες, ἀφανισμὸν προσώπων, ἢ ἐπιφωνήσεις, ἢ ὀρχήσεις, ἢ κρότους χειρῶν, ἢ στολισμὸν γυναικῶν ἐν ἀνδράσι; Τοῖς τὰ τοιαῦτα πράττουσι οὐδὲν ὄφελος τὸ λέγεσθαι αὐτοὺς Χριστιανούς. Ὥσπερ γὰρ ἡ κόρη ἢ παρθένος, ἕως ὅτε φυλάσσει τὴν παρθενίαν αὐτῆς, εὐλόγως καὶ ἀξίως παρθένος καλεῖται, καὶ ἔστιν· ἐπὰν δὲ ἀπατηθῇ ὑπό τινος, καὶ φθαρῇ, καὶ τὴν παρθενίαν ἀπολέσῃ, οὐκ ἔτι παρθένος ἐστίν· οὕτω καὶ ὁ καλούμενος Χριστιανὸς ἐὰν τὰς συνθήκας παραβῇ, καὶ τὰς ἐπαγγελίας καταπατήσῃ, καὶ τὸν λόγον τοῦ Εὐαγγελίου ἀθετήσῃ, καὶ τὰ τῶν ἐθνῶν πράττῃ, οὐδὲν ὄφελος τὸ καλεῖσθαι αὐτὸν Χριστιανὸν, καθὼς προείρηται. Σύνετε οὖν ἅπαντες, ἀγαπητοὶ, ὅτι δι' ὀλίγων ῥημάτων ἅπασιν ἐκείνοις ἀπεταξάμεθα λέγοντες· ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐννόησον τί εἶπες, Πᾶσι τοῖς ἔργοις αὐτοῦ· βλέπε τίνι συνέθου, οὐκ ἀγγέλῳ, οὐ βασιλεῖ ἐπιγείῳ, οὐκ ἄρχοντι τοῦ αἰῶνος τούτου, ἀλλὰ τῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων· αὐτῷ συνέθου καὶ ὡμολόγησας, καὶ συνετάξω ἐπὶ πολλῶν μαρτύρων· λοιπὸν ἐν τῇ χειρὶ αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου. Τὸ λοιπὸν προσδέχου αὐτὸν ἐρχόμενον ἐκ τῶν οὐρανῶν ἐπιφερόμενόν σου τὸ γραμματεῖον, τὰ ῥήματα ἐκ τοῦ στόματός σου ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων. Ὅρα, ἀδελφὲ, καὶ φύλαξον τοῦ λοιποῦ ἀπὸ τῶν ἐθνικῶν πραγμάτων. Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος· Τοῦτο οὖν λέγω, καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοῦ αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν. Προσέχετε τοῖς λεγομένοις, ἀγαπητοὶ, καὶ μὴ συναναμίγνυσθε τοῖς τοιαῦτα πράττουσι. Πολλοὶ γάρ εἰσι τῆς ἀπωλείας μαθηταὶ, καὶ ἔτι πληθυνθήσονται. Βλέπετε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι, καὶ ὁ καιρὸς τοὺς ἰδίους ὑπηρέτας προχειρίζεται.