Ancient Greek · ~17 min
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De pseudoprophetis [Sp.] 8.1
Not analysed yet
Καὶ μὴ θαυμάσῃς, ἐὰν οἱ ποιμένες λύκοι γίνωνται. Πρὸς γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους διαλεγόμενος Παῦλος ὁ ἀπόστολος ἔλεγεν, ὅτι Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Ὥστε μηδεὶς πλανάτω ὑμᾶς, ἔχων ἔξωθεν σχῆμα ἀγγελικὸν, καὶ ἔσωθεν διαβολικόν. Διὰ τοῦτο ὁ Ἰησοῦς ἔλεγεν· Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Κἀγὼ δὲ πάλιν τὰ ὅμοια ἐρῶ· βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπὸ τῶν ἔσωθεν, μήτε ἀπὸ τῶν ἔξωθεν, μὴ ἐπίσκοπος, μὴ πρεσβύτερος, μὴ διάκονος, μὴ ἀναγνώστης, ἤ τις ἐὰν ᾖ λαλῶν διεστραμμένα· Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Ὑμεῖς δὲ, ἀγαπητοὶ, μὴ πλανηθῆτε, ἀλλ' ὡς παρελάβετε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐν αὐτῷ περιπατεῖτε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. Καὶ περὶ μὲν τούτων ἐνταῦθα ἀποδώσω τὸν λόγον· μικρὰ δὲ διαλεχθεὶς περὶ σημείων τῆς συντελείας, καταπαύσω. Ὅταν δὲ ἄρξωμαι λαλεῖν περὶ τῆς συντελείας, φρίκη μοι ἐπέρχεται, καὶ ἐξίσταμαι. Πάντα μὲν τὰ τοῦ Κυρίου θαυμαστὰ, μεγάλα καὶ φοβερὰ καὶ ἔνδοξα· τὸ δὲ τέλος τῆς συντελείας καὶ τὸ τῆς δευτέρας αὐτοῦ παρουσίας μυστήριον, ὑπὲρ λόγον καὶ νοῦν καὶ ἔννοιαν, ὑπερβαίνει πᾶσαν διήγησιν, καὶ καταπλήττει πᾶσαν ἀκοήν. Μέγας δὲ ἀγὼν καὶ πολὺς πόθος τῶν μαθητῶν, ἀκούειν παρὰ τοῦ διδασκάλου σημεῖα περὶ τῆς συντελείας. Ὡς γὰρ πολλάκις ἠκούσατε τοῦ Εὐαγγελίου λέγοντος, ὅτι Καθημένου τοῦ Ἰησοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ μαθηταὶ αὐτοῦ κατ' ἰδίαν λέγοντες· Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος. Ὅρα τὸ σοφὸν καὶ συνετὸν τῶν μαθητῶν. Ὅταν μέγα τι ἐβούλοντο ἐρωτᾷν, οὐ πάντες αὐτῷ προσέρχονται, ἀλλὰ κατ' ἰδίαν, καί φασιν· Εἰπὲ ἡμῖν, Δέσποτα, καὶ τὸ, εἰπὲ ἡμῖν, ἀγαθέ· εἰπὲ ἡμῖν, καρδιογνῶστα· εἰπὲ ἡμῖν, ὁ γινώσκων τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· εἰπὲ ἡμῖν, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν· εἰπὲ ἡμῖν, ὁ ποιητὴς τῶν αἰώνων· εἰπὲ ἡμῖν, ὁ Πατὴρ τοῦ μέλλοντος αἰῶνος· εἰπὲ ἡμῖν, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος, ὅταν μέλλῃς ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς πάσης τῆς οἰκουμένης· ὅταν καταργήσῃς πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· ὅταν καμφθῇ σοι πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων καὶ καταχθονίων· Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς παρουσίας σου, ὅπως καὶ ἡμεῖς διδάξωμεν πάντα τὰ ἔθνη τὴν παράδοξόν σου παρουσίαν. Ὁ δὲ Κύριος εἶπεν αὐτοῖς· Βλέπετε, μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός. Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ· ὅτι ὁ καιρὸς ἐγγύς ἐστι. Ὅπερ νῦν ἡμεῖς θεωροῦμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, τότε εἶπεν, Ὅτι καιρὸς ἐγγύς ἐστι· νῦν ἔστηκε, καὶ πάντες θεωροῦμεν. Ὁρᾷς, πόση σπουδὴ τοῦ Δεσπότου περὶ ψευδοδιδασκάλων καὶ αἱρετικῶν τοῦ ἀπογυμνῶσαι, καὶ δεῖξαι ἡμῖν τὸν κεκρυμμένον ἐν αὐτοῖς δόλον; Διὸ καὶ πρὸ τῶν σημείων ἐν τῇ ἐρωτήσει τῶν μαθητῶν, τούτους προήγαγεν ὡς λύκους τῆς ποίμνης καὶ τοῦ Ἀντιχρίστου προδρόμους· εἶτα προεῖπε τὰ ἀκόλουθα, πολέμους καὶ ἀκαταστασίας, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλείαν ἐπὶ βασιλείαν· ἅπερ ὁρῶντες νῦν, οὐ συνίεμεν, βλέποντες κατὰ τόπους πολέμους, καὶ λιμοὺς, καὶ φόβητρα, καὶ σημεῖα ἀπὸ τοῦ οὐρανοῦ, καὶ τὰ λοιπὰ ἅπερ εἴρηκεν, τὰ πλεῖστα ὁρῶντες, οὐ συνίεμεν. Τότε, φησὶ, σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι. Καὶ ποῦ νῦν οὐκ ἔστι προδοσία; οὐχὶ πάντες σχεδὸν κατ' ἀλλήλων γεγόνασι, καὶ μισοῦσιν ἀλλήλους; Καὶ τοῦτο πεπλήρωται, καθὼς ὁρῶμεν. Οὐχὶ πάντες κατ' ἀλλήλων γεγόνασιν, ἔθνος ἐπὶ ἔθνος, βασιλεία ἐπὶ βασιλείαν, ἄρχοντες κατὰ τῶν ὁμοίων, ἐπίσκοποι κατὰ ἐπισκόπων, πρεσβύτεροι κατὰ πρεσβυτέρων, καὶ διάκονοι κατὰ διακόνων, ἀναγνῶσται κατ' ἀλλήλων, λαϊκοὶ κατὰ λαϊκῶν; Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Διὰ τοῦτο προεῖπεν ὁ Δεσπότης· Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ, Οὐ μὴ πλανηθῆτε. Ἕτερον δὲ πάλιν σημεῖον προέθηκεν λέγων· Καὶ κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι. Καὶ τότε προσδέχου τὸ τέλος, προσδόκα ἰδεῖν βδέλυγμα τῆς ἐρημώσεως, τὸν υἱὸν τῆς ἀπωλείας, δι' ὃν γενήσεται θλίψις πολλὴ καὶ μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς τοῦ κόσμου. Καὶ πάλιν λέγει· Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, ὥστε, εἰ δυνατὸν, πλανῆσαι καὶ τοὺς ἐκλεκτούς. Ὅρα δὲ, πῶς ἄνω καὶ κάτω τοὺς ψευδοπροφήτας καὶ ψευδοδιδασκάλους καὶ ψευδαποστόλους τοῦ Ἀντιχρίστου υἱοῦ τῆς ἀπωλείας, οἵτινες διὰ τῶν ἀκαθάρτων πνευμάτων προχειριζόμενοι, καὶ ὑπ' αὐτῶν ἐνεργούμενοι, πρόδρομοι γίνονται τοῦ Ἀντιχρίστου καὶ ἀντικειμένου· καὶ διὰ τῶν ἰδίων δογμάτων ἀπατήσουσι, καὶ ἑτοιμάσουσι λαὸν ἐπιτήδειον πρὸς ὑποδοχὴν τοῦ υἱοῦ τῆς ἀπωλείας.