Ancient Greek · ~25 min
Chapter 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 1.4.1
Not analysed yet
δʹ. Ἐγκλήματα παρ' ἐκείνου τῆς ἀπάτης ἕνεκεν Καί ποτε μικρὸν ἀπ' ἐκείνου καταστὰς τοῦ θορύβου τῆς ψυχῆς· ΒΑΣ. Ἀλλ' εἰ καὶ τὸ ἡμέτερον, φησί, διέπτυσας καὶ λόγον ἡμῶν ἔχεις οὐδένα λοιπόν, ὡς ἔγωγε οὐκ οἶδα ἀνθ' ὅτου, τῆς γοῦν ὑπολήψεως ἔδει σε φροντίσαι τῆς σῆς. Νῦν δὲ τὰ πάντων ἠνέῳξας στόματα καὶ δόξης σε ἐρῶντα κενῆς τὴν λειτουργίαν ταύτην παρῃτῆσθαι λέγουσιν ἅπαντες· ὁ δὲ ἐξαιρησόμενός σε τῆς κατηγορίας ταύτης οὐκ ἔστιν. Ἐμοὶ δὲ οὐδὲ εἰς ἀγορὰν ἐμβαλεῖν ἀνεκτόν, τοσοῦτοι οἱ προσιόντες ἡμῖν καὶ καθ' ἑκάστην ἐγκαλοῦντες ἡμέραν. Ὅταν γὰρ ἴδωσι φανέντα που τῆς πόλεως, λαβόντες κατὰ μόνας ὅσοι πρὸς ἡμᾶς οἰκείως ἔχουσι, τῷ πλείονί με τῆς κατηγορίας ὑποβάλλουσι μέρει· Εἰδότα γὰρ αὐτοῦ τὴν γνώμην, φασίν—οὐδὲ γὰρ ἄν σε ἔλαθέ τι τῶν ἐκείνου—, οὐκ ἀποκρύψασθαι, ἀλλ' ἡμῖν ἀνακοινώσασθαι ἐχρῆν, καὶ πάντως οὐκ ἂν ἠπορήσαμεν πρὸς τὴν ἄγραν μηχανῆς. Ἐγὼ δὲ ὅτι μέν σε οὐκ ᾔδειν ἐκ πολλοῦ ταῦτα βουλευόμενον αἰσχύνομαι καὶ ἐρυθριῶ πρὸς ἐκείνους εἰπεῖν, μήποτε καὶ ὑπόκρισιν τὴν ἡμετέραν εἶναι νομίσωσι φιλίαν. Εἰ γὰρ καὶ ἔστιν—ὥσπερ οὖν καὶ ἔστιν καὶ οὐδ' ἂν αὐτὸς ἀρνηθείης ἐξ ὧν εἰς ἡμᾶς ἔπραξας νῦν—, ἀλλὰ τοὺς ἔξωθεν καὶ μετρίαν γοῦν περὶ ἡμῶν ἔχοντας δόξαν καλὸν τὰ ἡμέτερα κρύπτειν κακά. Εἰπεῖν μὲν οὖν πρὸς αὐτοὺς τἀληθὲς καὶ ὡς ἔχει τὰ καθ' ἡμᾶς ὀκνῶ· ἀναγκάζομαι δὲ λοιπὸν σιωπᾶν καὶ κύπτειν εἰς γῆν καὶ τοὺς ἀπαντῶντας ἐκτρέπεσθαι καὶ ἀποπηδᾶν. Κἂν γὰρ τὴν προτέραν ἐκφύγω κατάγνωσιν, ψεύδους ἀνάγκη με κρίνεσθαι λοιπόν· οὐδὲ γὰρ ἐθελήσουσί μοι πιστεῦσαί ποτε ὅτι καὶ Βασίλειον μετὰ τῶν ἄλλων ἔταξας οἷς οὐ θέμις εἰδέναι τὰ σά. Ἀλλὰ τούτων μὲν οὐ πολύς μοι λόγος, ἐπειδή σοι τοῦτο γέγονεν ἡδύ· τὴν δὲ λοιπὴν πῶς οἴσομεν τὴν αἰσχύνην; Οἱ μὲν γὰρ ἀπονοίας, οἱ δὲ φιλοδοξίας σε γράφονται· ὅσοι δέ εἰσιν ἀφειδέστεροι τῶν αἰτιωμένων ταῦτά τε ἡμῖν ἀμφότερα ἐγκαλοῦσιν ὁμοῦ καὶ προστιθέασι τὴν εἰς τοὺς τετιμηκότας ὕβριν, δίκαια πεπονθέναι λέγοντες αὐτοὺς καὶ εἰ μείζονα τούτων ἀτιμασθέντες ἔτυχον παρ' ἡμῶν ὅτι τοσούτους καὶ τηλικούτους ἀφέντες ἄνδρας, μειράκια χθὲς καὶ πρώην ἔτι ταῖς τοῦ βίου μερίμναις ἐγκαλινδούμενα, ἵνα χρόνον βραχὺν τὰς ὀφρῦς συναγάγωσι καὶ φαιὰ περιβάλλωνται καὶ κατήφειαν ὑποκρίνωνται, ἐξαίφνης εἰς τοσαύτην ἤγαγον τιμὴν ὅσην οὐδὲ ὄναρ λήψεσθαι προσεδόκησαν. Καὶ οἱ μὲν ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τὴν ἑαυτῶν ἐκτείναντες ἄσκησιν ἐν τοῖς ἀρχομένοις εἰσίν· ἄρχουσι δὲ αὐτῶν οἱ παῖδες αὐτῶν καὶ μηδὲ τοὺς νόμους ἀκηκοότες καθ' οὓς ταύτην δεῖ διοικεῖν τὴν ἀρχήν. Ταῦτα καὶ πλείονα τούτων λέγοντες συνεχῶς ἡμῖν ἐπιφύονται. Ἐγὼ δὲ ὅ τι μὲν ἀπολογήσομαι πρὸς ταῦτα οὐκ ἔχω, δέομαι δὲ σοῦ· οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ ταύτην οἶμαί σε φυγεῖν τὴν φυγὴν καὶ πρὸς ἄνδρας οὕτω μεγάλους τοσαύτην ἀναδέξασθαι τὴν ἔχθραν, ἀλλὰ μετά τινος λογισμοῦ καὶ σκέψεως ἐπὶ τοῦτο ἐλθεῖν, ὅθεν καὶ λόγον ἕτοιμον εἶναί σοι πρὸς ἀπολογίαν στοχάζομαι. Εἰπὲ εἴ τινα πρόφασιν δικαίαν πρὸς τοὺς ἐγκαλοῦντας δυνησόμεθα λέγειν. Ὧν γὰρ αὐτὸς ἠδίκημαι παρὰ σοῦ, οὐδένα ἀπαιτῶ λόγον, οὐχ ὧν ἠπάτησας, οὐχ ὧν προὔδωκας, οὐχ ὧν ἀπέλαυσας παρ' ἡμῶν ἅπαντα τὸν ἔμπροσθεν χρόνον. Ἡμεῖς μὲν γὰρ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν, ὡς εἰπεῖν, φέροντες ἐνεθήκαμέν σου ταῖς χερσί· σὺ δὲ τοσαύτῃ πρὸς ἡμᾶς ἐχρήσω τῇ πανουργίᾳ ὅσῃπερ ἂν εἰ πολεμίους σοί τινας φυλάξασθαι προὔκειτο. Καίτοι γε ἐχρῆν, εἰ μὲν ὠφέλιμον ταύτην ᾔδεις οὖσαν τὴν γνώμην, μηδὲ αὐτῆς τὸ κέρδος φυγεῖν· εἰ δὲ ἐπιβλαβῆ, καὶ ἡμᾶς οὓς πάντων ἀεὶ προτιμᾶν ἔλεγες ἀπαλλάξαι τῆς ζημίας. Σὺ δὲ καὶ ὅπως ἐμπεσούμεθα, ἅπαντα ἔπραξας, καὶ δόλου σοι καὶ ὑποκρίσεως ἐδέησεν οὐδὲν πρὸς τὸν ἀδόλως καὶ ἁπλῶς ἅπαντα καὶ λέγειν καὶ πράττειν εἰωθότα πρὸς σέ. Ἀλλ' ὅμως, ὅπερ ἔφην, οὐδὲν τούτων ἐγκαλῶ νῦν, οὐδὲ ὀνειδίζω τὴν ἐρημίαν εἰς ἣν κατέστησας ἡμᾶς, τὰς συνόδους διακόψας ἐκείνας ἐξ ὧν καὶ ἡδονὴν καὶ ὠφέλειαν οὐ τὴν τυχοῦσαν ἐκαρπωσάμεθα πολλάκις. Ἀλλὰ πάντα ταῦτα ἀφίημι καὶ φέρω σιγῇ καὶ πράως· οὐκ ἐπειδὴ πράως εἰς ἡμᾶς ἐπλημμέλησας, ἀλλ' ἐπειδὴ τοῦτον ἔθηκα ἐμαυτῷ τὸν νόμον ἀπὸ τῆς ἡμέρας ἐκείνης ἧς τὴν φιλίαν ἔστερξα τὴν σὴν ὑπὲρ ὧν ἂν θέλῃς ἡμᾶς λυπεῖν, μηδέποτέ σε εἰς ἀπολογίας ἀνάγκην καθιστᾶν. Ἐπεὶ ὅτι γε οὐ μικρὰν τὴν ζημίαν ἡμῖν ἐπήγαγες, οἶσθα καὶ αὐτός, εἴγε μέμνησαι τῶν ῥημάτων καὶ τῶν παρὰ τῶν ἔξωθεν περὶ ἡμῶν καὶ τῶν ὑφ' ἡμῶν λεγομένων ἀεί· ταῦτα δὲ ἦν ὅτι πολὺ κέρδος ἡμῖν ὁμοψύχοις εἶναι καὶ φράττεσθαι τῇ πρὸς ἀλλήλους φιλίᾳ. Καὶ οἱ μὲν ἄλλοι πάντες ἔλεγον καὶ ἑτέροις πολλοῖς οὐ μικρὰν ὠφέλειαν τὴν ἡμετέραν οἴσειν ὁμόνοιαν, ἐγὼ δὲ ὠφέλειαν μὲν οὐδέποτε ἐνενόησα, τό γε εἰς ἐμὲ ἧκον, παρέξειν τισίν· ἔλεγον δὲ ὅτι τοῦτο γοῦν ἀπ' αὐτῆς κερδανοῦμεν κέρδος οὐ μικρόν, τὸ δυσχείρωτοι γενέσθαι τοῖς καταγωνίσασθαι βουλομένοις ἡμᾶς. Καὶ ταῦτά σε ὑπομιμνήσκων οὐκ ἐπαυσάμην ποτέ· χαλεπὸς ὁ καιρός, οἱ ἐπιβουλεύοντες πολλοί, τὸ τῆς ἀγάπης γνήσιον ἀπόλωλεν, ἀντεισῆκται δὲ ὁ τῆς βασκανίας ὄλεθρος, ἐν μέσῳ παγίδων διαβαίνομεν καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατοῦμεν· οἱ μὲν ἕτοιμοι τοῖς ἡμετέροις ἐφησθῆναι κακοῖς, εἴποτέ τι συμβαίη, πολλοὶ καὶ πολλαχόθεν ἐφεστήκασιν· ὁ δὲ συναλγήσων οὐδείς, ἢ καὶ εὐαρίθμητοι λίαν. Ὅρα μὴ διαστάντες ποτὲ πολὺν τὸν γέλωτα ὄφλωμεν καὶ τοῦ γέλωτος μείζονα τὴν ζημίαν. «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὡς μεμοχλευμένη βασιλεία.» Μὴ δὴ διαλύσῃς ταύτην τὴν γνησιότητα, μηδὲ διακόψῃς τὸν μοχλόν. Ταῦτα καὶ τούτων πλείονα ἔλεγον συνεχῶς, οὐδὲν μέν ποτε ὑποπτεύων τοιοῦτον, ἀλλὰ καὶ πάνυ σε τὰ πρὸς ἡμᾶς ὑγιαίνειν νομίζων, ἐκ περιουσίας δὲ καὶ ὑγιαίνοντα θεραπεύειν βουλόμενος· ἐλάνθανον δέ, ὡς ἔοικε, νοσοῦντι τὰ φάρμακα ἐπιτιθείς, καὶ οὐδὲ οὕτως ὁ δείλαιος ὤνησα, οὐδὲ γέγονεν ἐμοί τι πλέον ἐκ ταύτης τῆς ἄγαν προμηθείας. Πάντα γὰρ ἐκεῖνα ῥίψας ἀθρόως καὶ μηδὲ εἰς νοῦν βαλλόμενος, ὥσπερ ἀνερμάτιστον πλοῖον εἰς πέλαγος ἡμᾶς ἄπειρον ἀφῆκας, οὐδὲν τῶν ἀγρίων ἐκείνων ἐννοήσας κυμάτων ἅπερ ἡμᾶς ὑπομένειν ἀνάγκη. Εἰ γάρ ποτε συμβαίη συκοφαντίαν ἢ χλευασίαν ἢ καὶ ἄλλην τινὰ ὕβριν καὶ ἐπήρειαν ἐπενεχθῆναί ποθεν ἡμῖν—πολλάκις δὲ τὰ τοιαῦτα συμβαίνειν ἀνάγκη—, πρὸς τίνα καταφευξόμεθα; τίνι κοινωσόμεθα τὰς ἡμετέρας ἀθυμίας; τίς ἡμῖν ἀμῦναι θελήσει καὶ τοὺς μὲν λυποῦντας ἀνακόψει καὶ ποιήσει μηκέτι λυπεῖν, ἡμᾶς δὲ παραμυθήσεται καὶ παρασκευάσει τὰς ἑτέρων φέρειν ἀπαιδευσίας; Οὐκ ἔστιν οὐδείς, σοῦ πόρρωθεν ἑστηκότος τοῦ δεινοῦ τούτου πολέμου καὶ μηδὲ κραυγὴν ἀκοῦσαι δυναμένου. Ἆρα οἶδας ὅσον εἴργασταί σοι κακόν; ἆρα νῦν γοῦν μετὰ τὸ πλῆξαι ἐπιγινώσκεις ὡς καιρίαν ἡμῖν ἔδωκας τὴν πληγήν; Ἀλλὰ ταῦτα μὲν ἀφείσθω· οὐδὲ γὰρ ἔστι τὰ γενόμενα ἀναλῦσαι λοιπόν, οὐδὲ πόρον τοῖς ἀπόροις εὑρεῖν. Τί πρὸς τοὺς ἔξωθεν ἐροῦμεν; τί πρὸς τὰς αἰτίας ἀπολογησόμεθα τὰς ἐκείνων;