Ancient Greek · ~3 min
Chapter 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 1.5
Not analysed yet
εʹ. Ἀπολογία ὑπὲρ τούτου ἡμετέρα ΙΩ. Θάρσει, ἔφην ἐγώ· οὐ γὰρ ὑπὲρ τούτων εἰμὶ μόνον ἕτοιμος εὐθύνας ὑπέχειν, ἀλλὰ καὶ ὧν ἀνευθύνους ἡμᾶς ἀφῆκας, καὶ τούτων πειράσομαί σοι δοῦναι λόγον ὡς ἂν οἷός τε ὦ. Καὶ εἰ βούλει γε, ἀπ' αὐτῶν πρῶτον τῆς ἀπολογίας ποιήσομαι τὴν ἀρχήν· καὶ γὰρ ἂν εἴην ἄτοπος καὶ λίαν ἀγνώμων, εἰ τῆς παρὰ τῶν ἔξωθεν δόξης φροντίζων καὶ ὅπως παύσωνται ἡμῖν ἐγκαλοῦντες πάντα ποιῶν, τὸν ἁπάντων μοι φίλτατον καὶ τοσαύτῃ πρὸς ἡμᾶς αἰδοῖ κεχρημένον ὡς μηδὲ ὑπὲρ ὧν ἠδικῆσθαί φησιν ἐγκαλέσαι θελῆσαι, ἀλλὰ παρ' οὐδὲν τὰ αὑτοῦ θέμενον ἔτι τῶν ἡμετέρων φροντίζειν, μὴ δυναίμην ὡς οὐκ ἀδικῶ πεῖσαι, ἀλλὰ μείζονι περὶ αὐτὸν φαινοίμην κεχρημένος ῥαθυμίᾳ ἧς αὐτὸς περὶ ἡμᾶς ἐπεδείξατο σπουδῆς.