Ancient Greek · ~10 min
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 2.7
Not analysed yet
ζʹ. Ὅτι οὐχ ὑβρίσαι βουλόμενοι τοὺς ψηφισαμένους ἐφύγομεν τὴν χειροτονίαν ΙΩ. Καὶ αὐτὸς λοιπόν, ἔφην, πρὸς τοῦτο ἐπείγομαι· ἐπειδὴ γὰρ ὁ πρός σέ μοι διήνυσται λόγος, εὐκόλως καὶ ἐπὶ τοῦτο τρέψομαι τῆς ἀπολογίας τὸ μέρος. Τίς οὖν ἡ τούτων κατηγορία καὶ τίνα τὰ ἐγκλήματα; Ὑβρίσθαι φασὶν ὑφ' ἡμῶν καὶ δεινὰ πεπονθέναι ὅτι τὴν τιμὴν ἣν τιμῆσαι ἠθέλησαν, οὐκ ἐδεξάμεθα. Ἐγὼ δὲ πρῶτον μὲν ἐκεῖνό φημι ὅτι οὐδένα λόγον ποιεῖσθαι δεῖ τῆς εἰς ἀνθρώπους ὕβρεως ὅταν διὰ τῆς εἰς ἐκείνους τιμῆς ἀναγκαζώμεθα προσκρούειν Θεῷ· οὐδὲ γὰρ τοῖς ἀγανακτοῦσιν αὐτοῖς τὸ δυσχεραίνειν ἐπὶ τούτοις ἀκίνδυνον, ἀλλὰ καὶ πολλὴν ἔχει τὴν ζημίαν. Δεῖ γάρ, οἶμαι, τοὺς ἀνακειμένους Θεῷ καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτω διακεῖσθαι εὐλαβῶς ὡς μηδὲ ὕβριν τὸ τοιοῦτο ἡγεῖσθαι, κἂν μυριάκις ἠτιμωμένοι τυγχάνοιεν. Ὅτι δὲ οὐδὲ μέχρι ἐννοίας τετόλμηταί τι τοιοῦτον ἐμοί, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ ἀπονοίᾳ καὶ φιλοδοξίᾳ, ὡς πολλάκις ἔφης τινὰς διαβάλλειν, ἐπὶ τοῦτο ἦλθον ἐγὼ ψηφίσασθαι τοῖς κατηγόροις, τῶν τὰ μέγιστα ἠδικηκότων ἂν εἴην, ἀνδρῶν καταφρονήσας θαυμαστῶν καὶ μεγάλων καὶ πρὸς τούτοις εὐεργετῶν· Εἰ γὰρ τὸ τοὺς μηδὲν ἠδικηκότας ἀδικεῖν κολάσεως ἄξιον, τοὺς τιμῆσαι προελομένους ἀφ' ἑαυτῶν πῶς τιμᾶν χρή; —οὐδὲ γὰρ τοῦτο ἔχοι τις ἂν εἰπεῖν ὅτι εὖ παθόντες ἢ μικρὸν ἢ μέγα παρ' ἐμοῦ, τῶν εὐεργεσιῶν ἐκείνων ἐξέτισαν τὰς ἀμοιβάς—πόσης οὖν οὐκ ἂν εἴη τιμωρίας ἄξιον τοῖς ἐναντίοις ἀμείβεσθαι; Εἰ δὲ τοῦτο μὲν οὐδὲ εἰς νοῦν ἐβαλόμεθά ποτε, μεθ' ἑτέρας δὲ προαιρέσεως τὸ βαρὺ φορτίον ἐξεκλίναμεν, τί παρέντες συγγινώσκειν, εἴ γε ἀποδέχεσθαι μὴ βούλοιντο, ἐγκαλοῦσιν ὅτι τῆς ἑαυτῶν ἐφεισάμεθα ψυχῆς; Ἐγὼ γὰρ τοσοῦτον ἀπέσχον εἰς τοὺς ἄνδρας ὑβρίσαι ἐκείνους ὅτι καὶ τετιμηκέναι αὐτοὺς φαίην ἂν τῇ παραιτήσει. Καὶ μὴ θαυμάσῃς, εἰ παράδοξον τὸ λεγόμενον· ταχεῖαν γὰρ καὶ τούτου τὴν λύσιν ἐπάξομεν. Τότε μὲν γάρ, εἰ καὶ μὴ πάντες, ἀλλ' οἷς τὸ κακῶς ἀγορεύειν ἡδύ, πολλὰ ἂν εἶχον καὶ ὑποπτεῦσαι καὶ εἰπεῖν περί τε τοῦ χειροτονηθέντος ἐμοῦ, περί τε τῶν ἑλομένων ἐκείνων· οἷον ὅτι πρὸς πλοῦτον βλέπουσιν, ὅτι λαμπρότητα γένους θαυμάζουσιν, ὅτι κολακευθέντες ὑφ' ἡμῶν εἰς τοῦτο ἡμᾶς παρήγαγον· εἰ δὲ καὶ ὅτι χρήμασι πεισθέντες, οὐκ ἔχω λέγειν, εἴ τις καὶ τοῦτο ὑποπτεύσων ἦν. Καὶ ὁ μὲν Χριστὸς ἁλιεῖς καὶ σκηνοποιοὺς καὶ τελώνας ἐπὶ ταύτην ἐκάλεσε τὴν ἀρχήν· οὗτοι δὲ τοὺς μὲν ἀπὸ τῆς ἐργασίας τῆς καθημερινῆς τρεφομένους διαπτύουσιν, εἰ δέ τις λόγων ἅψαιτο τῶν ἔξωθεν καὶ ἀργῶν τρέφοιτο, τοῦτον ἀποδέχονται καὶ θαυμάζουσι. Τί γὰρ δήποτε τοὺς μὲν μυρίους ἀνασχομένους ἱδρῶτας εἰς τὰς τῆς Ἐκκλησίας χρείας παρεῖδον, τὸν δὲ οὐδέποτε τοιούτων γευσάμενον πόνων, πᾶσαν δὲ τὴν ἡλικίαν ἐν τῇ τῶν ἔξωθεν λόγων ματαιοπονίᾳ καταναλώσαντα, ἐξαίφνης εἰς ταύτην εἵλκυσαν τὴν τιμήν;