Ancient Greek · ~7 min
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 2.8
Not analysed yet
ηʹ. Ὅτι καὶ μέμψεως αὐτοὺς ἀπηλλάξαμεν διὰ τῆς φυγῆς Ταῦτα καὶ πλείονα τούτων λέγειν εἶχον ἄν, δεξαμένων ἡμῶν τὴν ἀρχήν. Ἀλλ' οὐ νῦν· πᾶσα γὰρ αὐτοῖς κακηγορίας ἐκκόπτεται πρόφασις καὶ οὔτε ἐμοὶ κολακείαν, οὔτε μισθαρνίαν ἐκείνοις ἔχουσιν ἐγκαλεῖν, πλὴν εἴ τινες αὐτῶν ἁπλῶς μαίνεσθαι βούλοιντο. Πῶς γὰρ ὁ κολακεύων καὶ χρήματα ἀναλίσκων ἵνα τύχῃ τῆς τιμῆς, ἡνίκα ἔδει τυχεῖν, ἑτέροις ἂν ἀφῆκεν αὐτήν; Ὅμοιον γὰρ ἂν εἴη τοῦτο ὥσπερ ἂν εἴ τις πολλοὺς περὶ τὴν γῆν ἀνασχόμενος πόνους ἵνα βρίθηται μὲν αὐτῷ τὸ λήϊον πολλῷ τῷ καρπῷ, οἴνῳ δὲ ὑπερβλύζωσιν αἱ ληνοί, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν πολλὴν τῶν χρημάτων δαπάνην, ἡνίκα ἂν καλαμᾶσθαι καὶ τρυγᾶν δέῃ, τηνικαῦτα ἑτέροις τῆς τῶν καρπῶν ἐκσταίη φορᾶς. Ὁρᾷς ὅτι τότε μὲν εἰ καὶ πόρρω τῆς ἀληθείας ἦν τὰ λεγόμενα, ἀλλ' ὅμως εἶχον πρόφασιν οἱ βουλόμενοι διαβάλλειν αὐτοὺς ὡς οὐκ ὀρθῇ κρίσει λογισμῶν τὴν αἵρεσιν πεποιημένους· ἡμεῖς δὲ αὐτοῖς νῦν οὐδὲ χᾶναι, οὐδὲ ἁπλῶς διᾶραι τὸ στόμα συνεχωρήσαμεν. Καὶ τὰ μὲν παρὰ τὴν ἀρχὴν λεγόμενα τοιαῦτα ἂν ἦν καὶ τούτων πλείονα. Μετὰ δὲ τὸ τῆς διακονίας ἅψασθαι οὐκ ἂν ἠρκέσαμεν καθ' ἑκάστην ἡμέραν τοῖς ἐγκαλοῦσιν ἀπολογούμενοι, εἰ καὶ πάντα ἡμῖν ἀναμαρτήτως ἐπράττετο, μὴ ὅτι καὶ πολλὰ διαμαρτεῖν ὑπό τε τῆς ἀπειρίας καὶ τῆς ἡλικίας ἠναγκάσθημεν ἄν· νῦν δὲ καὶ ταύτης αὐτοὺς τῆς κατηγορίας ἀπηλλάξαμεν, τότε δὲ μυρίοις ἂν αὐτοὺς περιεβάλομεν ὀνείδεσι. Τί γὰρ οὐκ ἂν εἶπον; παισὶν ἀνοήτοις πράγματα οὕτω θαυμαστὰ καὶ μεγάλα ἐπέτρεψαν· ἐλυμήναντο τοῦ Θεοῦ τὸ ποίμνιον· παίγνια καὶ γέλως γέγονε τὰ χριστιανῶν. Ἀλλὰ νῦν «πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.» Εἰ γὰρ καὶ διὰ σὲ ταῦτα λέγοιεν, ἀλλὰ ταχέως αὐτοὺς διδάξεις διὰ τῶν ἔργων ὅτι οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν, οὐδὲ τὸν πρεσβύτην ἀπὸ τῆς πολιᾶς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας, ἀλλὰ τὸν νεόφυτον, πολὺ δὲ ἀμφοτέρων τὸ μέσον.