Ancient Greek
Chapter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 3.10.1
Not analysed yet
ιʹ. Ὅτι οὐχ ἡ ἱερωσύνη τούτων αἰτία, ἀλλ' ἡ ἡμετέρα ῥαθυμία Ἀλλ' οὐδὲ τὴν ἱερωσύνην αἰτιάσαιμι ἂν τούτων τῶν κακῶν—μή ποτε οὕτω μανείην ἐγώ—, οὔτε γὰρ τὸν σίδηρον τῶν φόνων, οὔτε τὸν οἶνον τῆς μέθης, οὔτε τὴν ῥώμην τῆς ὕβρεως, οὔτε τὴν ἀνδρείαν τῆς ἀλόγου τόλμης, ἀλλὰ τοὺς οὐκ εἰς δέον χρωμένους ταῖς παρὰ τοῦ Θεοῦ δεδομέναις δωρεαῖς ἅπαντες οἱ νοῦν ἔχοντες αἰτίους εἶναί φασι καὶ κολάζουσιν. Ἐπεὶ ἥ γε ἱερωσύνη κἂν ἐγκαλέσῃ δικαίως ἡμῖν οὐκ ὀρθῶς αὐτὴν μεταχειρίζουσιν· οὐ γὰρ αὐτὴ τῶν εἰρημένων ἡμῖν αἰτία κακῶν, ἀλλ' ἡμεῖς αὐτὴν τοσούτοις, τό γε εἰς ἡμᾶς ἧκον, κατερρυπάναμεν μολυσμοῖς, ἀνθρώποις τοῖς τυχοῦσιν ἐγχειρίζοντες αὐτήν. Οἱ δὲ οὔτε τὰς ἑαυτῶν πρότερον καταμαθόντες ψυχάς, οὔτε εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, δέχονται μὲν προθύμως τὸ διδόμενον, ἡνίκα δ' ἂν εἰς τὸ πράττειν ἔλθωσιν, ὑπὸ τῆς ἀπειρίας σκοτούμενοι, μυρίων ἐμπιπλῶσι κακῶν οὓς ἐπιστεύθησαν λαούς. Τοῦτο δή, τοῦτο ὅπερ καὶ ἐφ' ἡμῶν μικροῦ δεῖν ἔμελλε γίνεσθαι, εἰ μὴ ταχέως ἡμᾶς ὁ Θεὸς τῶν κινδύνων ἐκείνων ἐξείλκυσε καὶ τῆς Ἐκκλησίας τῆς αὑτοῦ καὶ τῆς ἡμετέρας φειδόμενος ψυχῆς. Ἢ πόθεν, εἰπέ μοι, νομίζεις τὰς τοσαύτας ἐν ταῖς Ἐκκλησίαις τίκτεσθαι ταραχάς; Ἐγὼ μὲν γὰρ οὐδὲ ἄλλοθέν ποθεν, οἶμαι, ἢ ἐκ τοῦ τὰς τῶν προεστώτων αἱρέσεις καὶ ἐκλογὰς ἁπλῶς καὶ ὡς ἔτυχε γίνεσθαι. Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾶν δύνηται, ὅταν δὲ καθ' ἑαυτὴν ἀσθενὴς οὖσα τύχῃ, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αὐτή τε ἀσθενεστέρα μᾶλλον ἤπερ ἐστὶ καθίσταται καὶ τὸ λοιπὸν μεθ' ἑαυτῆς προσαπόλλυσι σῶμα. Ὅπερ ἵνα μὴ καὶ νῦν γένηται, ἐν τῇ τάξει τῶν ποδῶν ἡμᾶς ἐφύλαξεν ὁ Θεὸς ἥνπερ καὶ ἐλάχομεν ἐξ ἀρχῆς. Πολλὰ γάρ ἐστιν, ὦ Βασίλειε, πρὸς τοῖς εἰρημένοις, πολλὰ ἕτερα ἃ τὸν ἱερωμένον ἔχειν χρή, ἡμεῖς δὲ οὐκ ἔχομεν, καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο. Πανταχόθεν αὐτῷ τῆς τοῦ πράγματος ἐπιθυμίας καθαρεύειν δεῖ τὴν ψυχήν, ὡς ἐὰν προσπαθῶς πρὸς ταύτην διακείμενος τύχῃ τὴν ἀρχήν, γενόμενος ἐπ' αὐτῆς ἰσχυροτέραν ἀνάπτει τὴν φλόγα καὶ κατὰ κράτος ἁλοὺς ὑπὲρ τοῦ βεβαίαν ἔχειν αὐτὴν μυρία ὑπομένει δεινά, κἂν κολακεῦσαι δέῃ, κἂν ἀγεννές τι καὶ ἀνάξιον ὑπομεῖναι, κἂν χρήματα ἀναλῶσαι πολλά. Ὅτι γὰρ καὶ φόνων τὰς ἐκκλησίας ἐνέπλησάν τινες καὶ πόλεις ἀναστάτους ἐποίησαν ὑπὲρ ταύτης μαχόμενοι τῆς ἀρχῆς, παρίημι νῦν μὴ καὶ ἄπιστα δόξω λέγειν τισίν. Ἐχρῆν δέ, οἶμαι, τοσαύτην τοῦ πράγματος ἔχειν εὐλάβειαν ὡς καὶ τὴν ἀρχὴν ἐκφυγεῖν τὸν ὄγκον καὶ μετὰ τὸ γενέσθαι ἐν αὐτῷ μὴ περιμένειν τὰς παρ' ἑτέρων κρίσεις, εἴ ποτε συμβαίη καθαίρεσιν ἱκανὸν ἐργάσασθαι ἁμάρτημα, ἀλλὰ προλαβόντα ἐκβάλλειν ἑαυτὸν τῆς ἀρχῆς· οὕτω μὲν γὰρ καὶ ἔλεον ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ εἰκὸς ἦν. Τὸ δὲ ἀντέχεσθαι παρὰ τὸ πρέπον τῆς ἀξίας, πάσης ἑαυτὸν ἀποστερεῖν συγγνώμης ἐστὶ καὶ μᾶλλον ἐκκαίειν τοῦ Θεοῦ τὴν ὀργήν, δεύτερον χαλεπώτερον προστιθέντα πλημμέλημα. Ἀλλ' οὐδεὶς ἀνέξεταί ποτε· δεινὸν γὰρ ἀληθῶς, δεινὸν τὸ ταύτης γλίχεσθαι τῆς τιμῆς. Καὶ οὐ μαχόμενος τῷ μακαρίῳ Παύλῳ λέγω, ἀλλὰ καὶ πάνυ συνᾴδων αὐτοῦ τοῖς ῥήμασι. Τί γὰρ ἐκεῖνός φησιν; «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.» Ἐγὼ δὲ οὐ τοῦ ἔργου, τῆς δὲ αὐθεντίας καὶ δυναστείας ἐπιθυμεῖν εἶπον εἶναι δεινόν. Καὶ τοῦτον οἶμαι δεῖν τὸν πόθον πάσῃ σπουδῇ τῆς ψυχῆς ἐξωθεῖν καὶ μηδὲ τὴν ἀρχὴν κατασχεθῆναι αὐτὴν ὑπ' αὐτοῦ συγχωρεῖν ἵνα μετ' ἐλευθερίας ἅπαντα αὐτῷ πράττειν ἐξῇ. Ὁ γὰρ οὐκ ἐπιθυμῶν ἐπὶ ταύτης δειχθῆναι τῆς ἐξουσίας οὐδὲ τὴν καθαίρεσιν αὐτῆς δέδοικεν, οὐ δεδοικὼς δὲ μετὰ τῆς προσηκούσης χριστιανοῖς ἐλευθερίας πάντα πράττειν δύναιτ' ἄν. Ὡς οἵ γε φοβούμενοι καὶ τρέμοντες κατενεχθῆναι ἐκεῖθεν πικρὰν ὑπομένουσι δουλείαν καὶ πολλῶν γέμουσαν τῶν κακῶν καὶ ἀνθρώποις καὶ Θεῷ προσκρούειν ἀναγκάζονται πολλάκις. Δεῖ δὲ οὐχ οὕτω διακεῖσθαι τὴν ψυχήν, ἀλλ' ὥσπερ ἐν τοῖς πολέμοις τοὺς γενναίους τῶν στρατιωτῶν ὁρῶμεν καὶ πολεμοῦντας προθύμως καὶ πίπτοντας ἀνδρείως, οὕτω καὶ τοὺς ἐπὶ ταύτην ἥκοντας τὴν οἰκονομίαν καὶ ἱερᾶσθαι καὶ παραλύεσθαι τῆς ἀρχῆς ὡς χριστιανοῖς ἐστι προσῆκον ἀνδράσιν, εἰδότας ὡς ἡ τοιαύτη καθαίρεσις οὐκ ἐλάττονα φέρει τῆς ἀρχῆς τὸν στέφανον. Ὅταν γάρ τις ὑπὲρ τοῦ μηδὲν ἀπρεπὲς μηδ' ἀνάξιόν τι τῆς ἀξίας ὑπομεῖναι ἐκείνης πάθῃ τι τοιοῦτο, καὶ τοῖς ἀδίκως καθελοῦσι τὴν κόλασιν, καὶ αὐτῷ μείζονα προξενεῖ τὸν μισθόν. «Μακάριοι γάρ, φησίν, ἐστε ὅταν ὀνειδίσωσι καὶ διώξωσιν ὑμᾶς καὶ εἴπωσι πᾶν πονηρὸν καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι πολύς ἐστιν ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς.» Καὶ ταῦτα μὲν ὅταν ὑπὸ τῶν ὁμοταγῶν ἢ διὰ φθόνον ἢ πρὸς ἑτέρων χάριν ἢ πρὸς ἀπέχθειαν ἢ ἑτέρῳ τινὶ μὴ ὀρθῷ τις ἐκβάλληται λογισμῷ, ὅταν δὲ καὶ ὑπὸ τῶν ἐναντίων τοῦτο πάσχειν συμβαίνῃ, οὐδὲ λόγου δεῖν οἶμαι πρὸς τὸ δεῖξαι τὸ κέρδος ὅσον αὐτῷ διὰ τῆς ἑαυτῶν συλλέγουσι πονηρίας ἐκεῖνοι. Τοῦτο οὖν δεῖ πανταχόθεν περισκοπεῖν καὶ ἀκριβῶς διερευνᾶν μή πού τις σπινθὴρ τῆς ἐπιθυμίας ἐκείνης ἐντυφόμενος λάθῃ. Ἀγαπητὸν γὰρ καὶ τοὺς ἐξ ἀρχῆς καθαρεύοντας τοῦ πάθους ἡνίκα ἂν ἐμπέσωσιν εἰς τὴν ἀρχὴν δυνηθῆναι τοῦτο διαφυγεῖν· εἰ δέ τις καὶ πρὶν ἢ τυχεῖν τῆς τιμῆς τρέφει παρ' ἑαυτῷ τὸ δεινὸν καὶ ἀπηνὲς τοῦτο θηρίον, οὐδὲ ἔστιν εἰπεῖν εἰς ὅσην ἑαυτὸν ἐμβαλεῖ κάμινον μετὰ τὸ τυχεῖν. Ἡμεῖς δέ— καὶ μή τοι νομίσῃς μετριάζοντας ἡμᾶς ἐθελῆσαι ἄν ποτε ψεύσασθαι πρὸς σέ—, πολλὴν ταύτην κεκτήμεθα τὴν ἐπιθυμίαν καὶ μετὰ τῶν ἄλλων ἁπάντων οὐχ ἧττον ἡμᾶς καὶ τοῦτο ἐφόβησε καὶ πρὸς ταύτην ἔτρεψε τὴν φυγήν. Καθάπερ γὰρ οἱ σωμάτων ἐρῶντες, ἕως μὲν ἂν πλησίον εἶναι τῶν ἐρωμένων ἐξῇ, χαλεπωτέραν τοῦ πάθους τὴν βάσανον ἔχουσιν, ὅταν δὲ ὡς πορρωτάτω τῶν ποθουμένων ἑαυτοὺς ἀπαγάγωσι, καὶ τὴν μανίαν ἀπήλασαν· οὕτω καὶ τοῖς ταύτης ἐπιθυμοῦσι τῆς ἀρχῆς, ὅταν μὲν πλησίον αὐτῆς γένωνται, ἀφόρητον γίνεται τὸ κακόν, ὅταν δὲ ἀπελπίσωσι, καὶ τὴν ἐπιθυμίαν μετὰ τῆς προσδοκίας ἔσβεσαν. Μία μὲν οὖν αὕτη πρόφασις οὐ μικρά· ἀλλ' εἰ καὶ μόνη καθ' ἑαυτὴν οὖσα ἐτύγχανεν, ἱκανὴ ταύτης ἡμᾶς ἀπεῖρξαι τῆς ἀξίας. Νῦν δὲ καὶ ἑτέρα ταύτης οὐχ ἧττον προστέθειται. Τίς δέ ἐστιν αὕτη; Νηφάλιον εἶναι δεῖ τὸν ἱερέα καὶ διορατικὸν καὶ μυρίους πανταχόθεν κεκτῆσθαι τοὺς ὀφθαλμοὺς ὡς οὐχ ἑαυτῷ μόνον, ἀλλὰ καὶ πλήθει ζῶντα τοσούτῳ. Ἡμεῖς δὲ ὅτι νωθροὶ καὶ παρειμένοι καὶ πρὸς τὴν ἑαυτῶν μόλις ἀρκοῦντες σωτηρίαν, καὶ αὐτὸς ἂν ὡμολογήσειας, ὁ μάλιστα πάντων τὰ ἡμέτερα, διὰ τὸ φιλεῖν, κρύπτειν σπουδάζων κακά. Μὴ γάρ μοι νηστείαν εἴπῃς, μηδὲ ἀγρυπνίαν, μηδὲ χαμευνίαν καὶ τὴν λοιπὴν τοῦ σώματος σκληραγωγίαν· καὶ τούτων μὲν γὰρ ὅσον ἀπέχομεν, οἶδας. Εἰ δὲ καὶ εἰς ἀκρίβειαν ἡμῖν κατώρθωτο, οὐδὲ οὕτως μετὰ τῆς παρούσης νωθρότητος ἴσχυσεν ἄν τι πρὸς τὴν ἐπιστασίαν ἡμᾶς ταῦτα ὠφελῆσαι ἐκείνην. Ἀνθρώπῳ μὲν γὰρ εἰς οἰκίσκον τινὰ κατακλεισθέντι καὶ τὰ αὑτοῦ μεριμνῶντι μόνον, πολλὴν ἂν ταῦτα παράσχοι τὴν ὠφέλειαν· εἰς δὲ τοσοῦτον σχιζομένῳ πλῆθος καὶ καθ' ἕκαστον τῶν ἀρχομένων ἰδίας κεκτημένῳ φροντίδας, τί δύναιτ' ἂν πρὸς τὴν ἐκείνων ἐπίδοσιν ἀξιόπιστον συμβάλλεσθαι κέρδος, ἐὰν μὴ ψυχὴν εὔτονον καὶ ἰσχυροτάτην ἔχων τύχῃ; Καὶ μὴ θαυμάσῃς εἰ μετὰ τοσαύτης καρτερίας ἑτέραν βάσανον ζητῶ τῆς ἀνδρείας τῆς ἐν ψυχῇ. Τὸ μὲν γὰρ σίτων καὶ ποτῶν καὶ στρωμνῆς καταφρονεῖν ἁπαλῆς, πολλοῖς οὐδὲ ἔργον ὁρῶμεν ὄν, καὶ μάλιστά γε τοῖς ἀγροικότερον διακειμένοις καὶ οὕτως ἐκ πρώτης τραφεῖσι τῆς ἡλικίας, καὶ πολλοῖς δὲ ἑτέροις, τῆς τε τοῦ σώματος κατασκευῆς καὶ τῆς συνηθείας ἐξευμαριζούσης τὴν ἐν ἐκείνοις τοῖς πόνοις τραχύτητα· ὕβριν δὲ καὶ ἐπήρειαν καὶ λόγον φορτικὸν καὶ τὰ παρὰ τῶν ἐλαττόνων σκώμματα τά τε ἁπλῶς καὶ τὰ ἐν δίκῃ λεγόμενα, καὶ μέμψεις τὰς εἰκῇ καὶ μάτην παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν ἀρχομένων γινομένας, οὐ τῶν πολλῶν ἐνεγκεῖν, ἀλλ' ἑνός που καὶ δευτέρου· καὶ ἴδοι τις ἂν τοὺς ἐν ἐκείνοις ἰσχυροὺς πρὸς ταῦτα οὕτως ἰλιγγιῶντας ὡς μᾶλλον τῶν χαλεπωτάτων ἀγριαίνειν θηρίων. Τοὺς δὲ τοιούτους μάλιστα τῶν τῆς ἱερωσύνης ἀπείρξομεν περιβόλων· τὸ μὲν γὰρ μήτε πρὸς τὰ σῖτα ἀπηγχονίσθαι μήτε ἀνυπόδετον εἶναι τὸν προεστῶτα οὐδὲν ἂν βλάψειε τὸ κοινὸν τῆς Ἐκκλησίας, θυμὸς δὲ ἄγριος εἴς τε τὸν κεκτημένον εἴς τε τοὺς πλησίον μεγάλας ἐργάζεται συμφοράς· καὶ τοῖς μὲν ἐκεῖνα μὴ ποιοῦσιν οὐδεμία ἀπειλὴ παρὰ τοῦ Θεοῦ κεῖται, τοῖς δὲ ἁπλῶς ὀργιζομένοις γέεννα καὶ τὸ τῆς γεέννης ἠπείληται πῦρ. Ὥσπερ οὖν ὁ δόξης ἐρῶν κενῆς, ὅταν τῆς τῶν πολλῶν ἀρχῆς ἐπιλάβηται, μείζονα τῷ πυρὶ παρέχει τὴν ὕλην, οὕτως ὁ καθ' ἑαυτὸν καὶ ἐν ταῖς πρὸς ὀλίγους ὁμιλίαις κρατεῖν ὀργῆς μὴ δυνάμενος, ἀλλ' ἐκφερόμενος εὐχερῶς, ὅταν πλήθους ὅλου προστασίαν ἐμπιστευθῇ, καθάπερ τι θηρίον πανταχόθεν καὶ ὑπὸ μυρίων κεντούμενον, οὔτε αὐτὸς ἐν ἡσυχίᾳ δύναιτ' ἄν ποτε διάγειν καὶ τοὺς ἐμπιστευθέντας αὐτῷ μυρία διατίθησι κακά. Οὐδὲν γὰρ οὕτω καθαρότητα νοῦ καὶ τὸ διειδὲς θολοῖ τῶν φρενῶν ὡς θυμὸς ἄτακτος καὶ μετὰ πολλῆς φερόμενος τῆς ῥύμης. «Οὗτος γάρ, φησίν, ἀπόλλυσι καὶ φρονίμους.» Καθάπερ γὰρ ἔν τινι νυκτομαχίᾳ σκοτωθεὶς ὁ τῆς ψυχῆς ὀφθαλμὸς οὐχ εὑρίσκει διακρῖναι τοὺς φίλους τῶν πολεμίων, οὐδὲ τοὺς ἀτίμους τῶν ἐντίμων, ἀλλὰ πᾶσιν ἐφεξῆς ἑνὶ κέχρηται τρόπῳ, κἂν λαβεῖν τι δέῃ κακόν, ἅπαντα εὐκόλως ὑπομένων ὑπὲρ τοῦ πληρῶσαι τὴν τῆς ψυχῆς ἡδονήν. Ἡδονὴ γάρ τίς ἐστιν ἡ τοῦ θυμοῦ πύρωσις καὶ ἡδονῆς χαλεπώτερον τυραννεῖ τὴν ψυχήν, πᾶσαν αὐτῆς τὴν ὑγιῆ κατάστασιν ἄνω καὶ κάτω ταράττουσα. Καὶ γὰρ πρὸς ἀπόνοιαν αἴρει ῥᾳδίως καὶ ἔχθρας ἀκαίρους καὶ μῖσος ἄλογον καὶ προσκρούματα ἁπλῶς καὶ εἰκῇ προσκρούειν παρασκευάζει συνεχῶς καὶ πολλὰ ἕτερα τοιαῦτα καὶ λέγειν καὶ πράττειν βιάζεται, πολλῷ τῷ ῥοίζῳ τοῦ πάθους τῆς ψυχῆς ὑποσυρομένης καὶ οὐκ ἐχούσης ὅποι τὴν αὐτῆς ἐρείσασα δύναμιν ἀντιστήσεται πρὸς τοσαύτην ὁρμήν. Καὶ ὁ Βασίλειος· Ἀλλ' οὐκέτι σὲ εἰρωνευόμενον ἀνέξομαι περαιτέρω· τίς γὰρ οὐκ οἶδε, φησίν, ὅσον ταύτης ἀπέχεις τῆς νόσου; ΙΩ. Τί οὖν, ἔφην, ὦ μακάριε, βούλει πλησίον με τῆς πυρᾶς ἀγαγεῖν καὶ παροξῦναι τὸ θηρίον ἠρεμοῦν; ἢ ἀγνοεῖς ὡς οὐκ οἰκείᾳ τοῦτο κατωρθώσαμεν ἀρετῇ, ἀλλ' ἐκ τοῦ τὴν ἡσυχίαν ἀγαπᾶν, τὸν δὲ οὕτω διακείμενον ἀγαπητὸν ἐφ' ἑαυτοῦ μένοντα καὶ ἑνὶ μόνῳ ἢ δευτέρῳ χρώμενον φίλῳ, δυνηθῆναι τὸν ἐκεῖθεν διαφυγεῖν ἐμπρησμόν, μὴ ὅτι εἰς τὴν ἄβυσσον τῶν τοσούτων ἐμπεσόντα φροντίδων; Τότε γὰρ οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ ἑτέρους πολλοὺς ἐπισύρει μεθ' ἑαυτοῦ πρὸς τὸν τῆς ἀπωλείας κρημνὸν καὶ περὶ τὴν τῆς ἐπιεικείας ἐπιμέλειαν ἀργοτέρους καθίστησι· πέφυκε γὰρ ὡς τὰ πολλὰ τὸ τῶν ἀρχομένων πλῆθος ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα τοὺς τῶν ἀρχόντων τρόπους ὁρᾶν καὶ πρὸς ἐκείνους ἐξομοιοῦν ἑαυτούς. Πῶς οὖν ἄν τις τὰς ἐκείνων παύσειε φλεγμονάς, οἰδαίνων αὐτός; τίς δ' ἂν ἐπιθυμήσειε ταχέως τῶν πολλῶν γενέσθαι μέτριος, τὸν ἄρχοντα ὀργίλον ὁρῶν; Οὐ γὰρ ἔστι τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ μικρότατα ταχέως κατάδηλα γίνεται. Καὶ γὰρ ἀθλητής, ἕως μὲν ἂν οἴκοι μένῃ καὶ μηδενὶ συμπλέκηται, δύναται λανθάνειν, κἂν ἀσθενέστατος ὢν τύχῃ, ὅταν δὲ ἀποδύσηται πρὸς τοὺς ἀγῶνας, ῥᾳδίως ἐλέγχεται· καὶ τῶν ἀνθρώπων οἱ μὲν τὸν ἰδιωτικὸν τοῦτον καὶ ἀπράγμονα βιοῦντες βίον ἔχουσι παραπέτασμα τῶν ἰδίων ἁμαρτημάτων τὴν μόνωσιν, εἰς δὲ τὸ μέσον ἀχθέντες καθάπερ ἱμάτιον τὴν ἠρεμίαν ἀποδῦναι ἀναγκάζονται καὶ πᾶσι γυμνὰς ἐπιδεῖξαι τὰς ψυχὰς διὰ τῶν ἔξωθεν κινημάτων. Ὥσπερ οὖν αὐτῶν τὰ κατορθώματα πολλοὺς ὤνησε πρὸς τὸν ἴσον παρακαλοῦντα ζῆλον, οὕτω καὶ τὰ πλημμελήματα ῥαθυμοτέρους κατέστησε περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν καὶ βλακεύειν πρὸς τοὺς ὑπὲρ τῶν σπουδαίων παρεσκεύασε πόνους· διὸ χρὴ πάντοθεν αὐτοῦ τὸ κάλλος ἀποστίλβειν τῆς ψυχῆς ἵνα καὶ εὐφραίνειν ἅμα καὶ φωτίζειν δύνηται τὰς τῶν ὁρώντων ψυχάς. Τὰ μὲν γὰρ τῶν τυχόντων ἁμαρτήματα, ὥσπερ ἔν τινι σκότῳ πραττόμενα, τοὺς ἐργαζομένους ἀπώλεσε μόνους· ἀνδρὸς δὲ ἐπιφανοῦς καὶ πολλοῖς γνωρίμου πλημμέλεια κοινὴν ἅπασι φέρει τὴν βλάβην, τοὺς μὲν ἀναπεπτωκότας πρὸς τοὺς ὑπὲρ τῶν ἀγαθῶν ἱδρῶτας ὑπτιωτέρους ποιοῦσα, τοὺς δὲ προσέχειν ἑαυτοῖς βουλομένους ἐρεθίζουσα πρὸς ἀπόνοιαν. Χωρὶς δὲ τούτων τὰ μὲν τῶν εὐτελῶν παραπτώματα, κἂν εἰς τὸ μέσον ἔλθῃ, οὐδένα ἔπληξεν ἀξιόλογον πληγήν· οἱ δὲ ἐν τῇ κορυφῇ ταύτης καθήμενοι τῆς τιμῆς πρῶτον μὲν πᾶσίν εἰσι κατάδηλοι, ἔπειτα, κἂν ἐν τοῖς μικροτάτοις σφαλῶσι, μεγάλα τὰ μικρὰ τοῖς ἄλλοις φαίνεται· οὐ γὰρ τῷ μέτρῳ τοῦ γεγονότος, ἀλλὰ τῇ τοῦ διαμαρτόντος ἀξίᾳ τὴν ἁμαρτίαν μετροῦσιν ἅπαντες. Καὶ δεῖ τὸν ἱερέα καθάπερ τισὶν ἀδαμαντίνοις ὅπλοις πεφράχθαι τῇ τε συντόνῳ σπουδῇ καὶ τῇ διηνεκεῖ περὶ τὸν βίον νήψει, πάντοθεν περισκοπεῖν μή πού τις γυμνὸν εὑρὼν τόπον καὶ παρημελημένον πλήξῃ καιρίαν πληγήν· πάντες γὰρ περιεστήκασι τρῶσαι ἕτοιμοι καὶ καταβαλεῖν, οὐ τῶν ἐχθρῶν μόνον καὶ πολεμίων, ἀλλὰ καὶ αὐτῶν πολλοὶ τῶν προσποιουμένων φιλίαν. Τοιαύτας οὖν ἐπιλέγεσθαι δεῖ ψυχὰς οἷα τὰ τῶν ἁγίων ἐκείνων ἀπέδειξε σώματα ἡ τοῦ Θεοῦ χάρις ἐν τῇ βαβυλωνίᾳ καμίνῳ ποτέ· οὐ γὰρ κληματὶς καὶ πίσσα καὶ στυππεῖον ἡ τοῦ πυρὸς τούτου τροφή, ἀλλὰ πολὺ τούτων χαλεπωτέρα, ἐπεὶ μηδὲ πῦρ τὸ αἰσθητὸν ὑπόκειται ἐκεῖνο, ἀλλ' ἡ παμφάγος αὐτὸν τῆς βασκανίας περιστοιχίζεται φλόξ, πανταχόθεν αἰρομένη καὶ ἀκριβέστερον αὐτῶν ἐπιοῦσα καὶ διερευνωμένη τὸν βίον ἢ τὸ πῦρ τότε τῶν παίδων ἐκείνων τὰ σώματα. Ὅταν οὖν εὕρῃ καλάμης ἴχνος μικρόν, προσπλέκεται ταχέως καὶ τὸ μὲν σαθρὸν ἐκεῖνο κατέκαυσε μέρος, τὴν δὲ λοιπὴν ἅπασαν οἰκοδομήν, κἂν τῶν ἡλιακῶν ἀκτίνων λαμπροτέρα οὖσα τύχῃ, ἀπ' ἐκείνου τοῦ καπνοῦ προσέφλεξε καὶ ἠμαύρωσεν ἅπασαν. Ἕως μὲν γὰρ ἂν πανταχόθεν ἡρμοσμένος ᾖ καλῶς ὁ τοῦ ἱερέως βίος, ἀνάλωτος γίνεται ταῖς ἐπιβουλαῖς· ἂν δὲ τύχῃ μικρόν τι παριδών, οἷα εἰκὸς ἄνθρωπον ὄντα καὶ τὸ πολυπλανὲς τοῦ βίου τούτου περαιοῦντα πέλαγος, οὐδὲν αὐτῷ τῶν λοιπῶν κατορθωμάτων ὄφελος πρὸς τὸ δυνηθῆναι τὰ τῶν κατηγόρων στόματα διαφυγεῖν, ἀλλ' ἐπισκιάζει παντὶ τῷ λοιπῷ τὸ μικρὸν ἐκεῖνο παράπτωμα καὶ οὐχ ὡς σάρκα περικειμένῳ, οὐδὲ ἀνθρωπείαν λαχόντι φύσιν, ἀλλ' ὡς ἀγγέλῳ καὶ τῆς λοιπῆς ἀσθενείας ἀπηλλαγμένῳ δικάζειν ἅπαντες ἐθέλουσι τῷ ἱερεῖ. Καὶ καθάπερ τύραννον, ἕως μὲν ἂν κρατῇ, ἅπαντες πεφρίκασι καὶ κολακεύουσι διὰ τὸ μὴ δύνασθαι καθελεῖν, ὅταν δὲ ἴδωσι προχωροῦν ἐκεῖνο, τὴν μεθ' ὑποκρίσεως ἀφέντες τιμὴν οἱ πρὸ μικροῦ φίλοι γεγόνασιν ἐξαίφνης ἐχθροὶ καὶ πολέμιοι καὶ πάντα αὐτοῦ τὰ σαθρὰ καταμαθόντες ἐπιτίθενται παραλύοντες τῆς ἀρχῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν ἱερέων, οἱ πρὸ βραχέος, καὶ ἡνίκα ἐκράτει, τιμῶντες καὶ θεραπεύοντες, ὅταν μικρὰν εὕρωσι λαβήν, παρασκευάζονται σφοδρῶς, οὐχ ὡς τύραννον μόνον, ἀλλὰ καὶ τούτου χαλεπώτερον καθαιρήσειν μέλλοντες. Καὶ ὥσπερ ἐκεῖνος τοὺς τοῦ σωματοφύλακας δέδοικεν, οὕτω καὶ οὗτος τοὺς πλησίον καὶ συλλειτουργοῦντας αὐτῷ μάλιστα πάντων τρέμει· οὔτε γὰρ ἕτεροί τινες οὕτω τῆς ἀρχῆς ἐπιθυμοῦσι τῆς ἐκείνου καὶ τὰ ἐκείνου μάλιστα πάντων ἴσασιν ὡς οὗτοι· ἐγγύθεν γὰρ ὄντες, εἴ τι συμβαίη τοιοῦτο, πρὸ τῶν ἄλλων αἰσθάνονται καὶ δύναιντ' ἂν εὐχερῶς καὶ διαβάλλοντες πιστευθῆναι καὶ τὰ μικρὰ μεγάλα ποιοῦντες τὸν συκοφαντούμενον ἑλεῖν. Τὸ γὰρ ἀποστολικὸν ἐκεῖνο ῥῆμα ἀντέστραπται· Καὶ εἴτε πάσχει ἓν μέλος, χαίρει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, πάσχει πάντα τὰ μέλη, πλὴν εἴ τις εὐλαβείᾳ πολλῇ πρὸς ἅπαντα στῆναι δυνηθείη. Εἰς τοσοῦτον οὖν ἡμᾶς ἐκπέμπεις πόλεμον; καὶ πρὸς μάχην οὕτω ποικίλην καὶ πολυειδῆ τὴν ἡμετέραν ἐνόμισας ἀρκέσειν ψυχήν; πόθεν καὶ παρὰ τίνος μαθών; Εἰ μὲν γὰρ ὁ Θεὸς τοῦτο ἀνεῖλεν, ἐπίδειξον τὸν χρησμόν, καὶ πείθομαι· εἰ δὲ οὐκ ἔχεις, ἀλλ' ἀπὸ δόξης ἀνθρωπίνης φέρεις τὴν ψῆφον, ἀπαλλάγηθί ποτε ἐξαπατώμενος· ὑπὲρ γὰρ τῶν ἡμετέρων ἡμῖν μᾶλλον ἢ ἑτέροις πείθεσθαι δίκαιον, ἐπειδὴ «τὰ τοῦ ἀνθρώπου οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». Ὅτι γὰρ καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἑλομένους καταγελάστους ἂν ἐποιήσαμεν, ταύτην δεξάμενοι τὴν ἀρχὴν καὶ μετὰ πολλῆς τῆς ζημίας εἰς ταύτην ἂν ἐπανήλθομεν τοῦ βίου τὴν κατάστασιν ἐν ᾗ καὶ νῦν ἐσμέν, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν σε τούτοις οἶμαι πεπεικέναι τοῖς ῥήμασιν. Οὐδὲ γὰρ βασκανία μόνον, ἀλλὰ πολλῷ καὶ τῆς βασκανίας σφοδρότερον ἡ τῆς ἀρχῆς ταύτης ἐπιθυμία τοὺς πολλοὺς ὁπλίζειν εἴωθε κατὰ τοῦ ταύτην ἔχοντος. Καὶ καθάπερ οἱ φιλάργυροι τῶν παίδων βαρύνονται τὸ τῶν πατέρων γῆρας, οὕτω καὶ τούτων τινές, ὅταν ἴδωσιν εἰς μακρὸν παραταθεῖσαν τὴν ἱερωσύνην χρόνον, ἐπειδὴ ἀνελεῖν οὐκ εὐαγές, παραλῦσαι σπεύδουσιν αὐτὸν τῆς ἀρχῆς, πάντες ἀντ' ἐκείνου γενέσθαι ἐπιθυμοῦντες καὶ εἰς ἑαυτὸν ἕκαστος μεταπεσεῖσθαι τὴν ἀρχὴν προσδοκῶντες.