Ancient Greek · ~9 min
Chapter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 3.9
Not analysed yet
θʹ. Ὅτι κενοδοξίᾳ καὶ τοῖς ταύτης ἁλίσκεται δεινοῖς Πλείονα γὰρ τῶν τὴν θάλατταν ταραττόντων πνευμάτων χειμάζει κύματα τὴν τοῦ ἱερωμένου ψυχήν. Καὶ πρῶτον ἁπάντων ὁ δεινότατος τῆς κενοδοξίας σκόπελος, χαλεπώτερος ὢν οὗπερ οἱ μυθοποιοὶ τερατεύονται. Τοῦτον γὰρ πολλοὶ μὲν ἴσχυσαν διαπλεύσαντες διαφυγεῖν ἀσινεῖς· ἐμοὶ δὲ οὕτω τοῦτο χαλεπὸν ὡς μηδὲ νῦν, ὅτε οὐδὲ μία μέ τις ἀνάγκη πρὸς ἐκεῖνο ὠθεῖ τὸ βάραθρον, δύνασθαι καθαρεύειν τοῦ δεινοῦ. Εἰ δὲ καὶ τὴν ἐπιστασίαν τις ἐγχειρίζοι ταύτην, μονονουχὶ δήσας ὀπίσω τὼ χεῖρε παραδώσει τοῖς ἐν ἐκείνῳ τῷ σκοπέλῳ κατοικοῦσι θηρίοις καθ' ἑκάστην με σπαράττειν τὴν ἡμέραν. Τίνα δέ ἐστι τὰ θηρία; Θυμός, ἀθυμία, φθόνος, ἔρις, διαβολαί, κατηγορίαι, ψεῦδος, ὑπόκρισις, ἐπιβουλαί, ὀργαὶ κατὰ τῶν ἠδικηκότων οὐδέν, ἡδοναὶ ἐπὶ ταῖς τῶν συλλειτουργούντων ἀσχημοσύναις, πένθος ἐπὶ ταῖς εὐημερίαις, ἐπαίνων ἔρως, τιμῆς πόθος—τοῦτο δὴ τὸ μάλιστα πάντων τὴν ἀνθρωπείαν ἐκτραχηλίζον ψυχήν—, διδασκαλίαι πρὸς ἡδονήν, ἀνελεύθεροι κολακεῖαι, θωπεῖαι ἀγεννεῖς, καταφρονήσεις πενήτων, θεραπεῖαι πλουσίων, ἀλόγιστοι τιμαὶ καὶ ἐπιβλαβεῖς χάριτες, κίνδυνον φέρουσαι καὶ τοῖς παρέχουσι καὶ τοῖς δεχομένοις αὐτάς, φόβος δουλοπρεπὴς καὶ τοῖς φαυλοτάτοις τῶν ἀνδραπόδων προσήκων μόνοις, παρρησίας ἀναίρεσις, ταπεινοφροσύνης τὸ μὲν σχῆμα πολύ, ἡ ἀλήθεια δὲ οὐδαμοῦ, ἔλεγχοι δὲ ἐκποδὼν καὶ ἐπιτιμήσεις, μᾶλλον δὲ κατὰ μὲν τῶν ταπεινῶν καὶ πέρα τοῦ μέτρου, ἐπὶ δὲ τῶν δυναστείαν περιβεβλημένων οὐδὲ διᾶραί τις τὰ χείλη τολμᾷ. Ταῦτα γὰρ ἅπαντα καὶ τὰ τούτων πλείονα ὁ σκόπελος ἐκεῖνος τρέφει θηρία οἷς τοὺς ἅπαξ ἁλόντας εἰς τοσαύτην ἀνάγκη καθελκυσθῆναι δουλείαν ὡς καὶ εἰς γυναικῶν ἀρέσκειαν πράττειν πολλὰ πολλάκις ἃ μηδὲ εἰπεῖν καλόν. Ὁ μὲν γὰρ θεῖος νόμος αὐτὰς ταύτης ἐξέωσε τῆς λειτουργίας, ἐκεῖναι δὲ ἑαυτὰς εἰσωθεῖν βιάζονται· καὶ ἐπειδὴ δι' ἑαυτῶν ἰσχύουσιν οὐδέν, δι' ἑτέρων ἅπαντα πράττουσι καὶ τοσαύτην περιβέβληνται δύναμιν ὡς τῶν ἱερέων καὶ ἐγκρίνειν καὶ ἐκβάλλειν οὓς ἂν θέλωσι· καὶ τὰ ἄνω κάτω—τοῦτο δὴ τὸ τῆς παροιμίας λεγόμενον ἔστιν ἰδεῖν—τοὺς ἄρχοντας ἄγουσιν οἱ ἀρχόμενοι, καὶ εἴθε μὲν ἄνδρες, ἀλλ' αἷς οὐδὲ διδάσκειν ἐπιτέτραπται. Τί λέγω διδάσκειν; Οὐδὲ λαλεῖν μὲν οὖν αὐταῖς ἐν ἐκκλησίᾳ συνεχώρησεν ὁ μακάριος Παῦλος. Ἐγὼ δέ τινος ἤκουσα λέγοντος ὅτι καὶ τοσαύτης αὑταῖς μετέδωκαν παρρησίας ὡς καὶ ἐπιτιμᾶν τοῖς τῶν Ἐκκλησιῶν προεστῶσι καὶ καθάπτεσθαι πικρότερον ἐκείνων ἢ τῶν ἰδίων οἰκετῶν οἱ δεσπόται. Καὶ μή μέ τις οἰέσθω πάντας ταῖς εἰρημέναις ὑποβάλλειν αἰτίαις· εἰσὶ γάρ, εἰσὶ πολλοὶ οἱ τούτων ὑπερενεχθέντες τῶν δικτύων καὶ τῶν ἁλόντων πλείους.