Ancient Greek · ~8 min
Chapter 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 5.6
Not analysed yet
ϛʹ. Ὅτι τῆς ἀλόγου τῶν πολλῶν ψήφου οὔτε πάντῃ καταφρονεῖν, οὔτε πάντῃ φροντίζειν δεῖ Ὁρᾷς, ὦ γενναῖε, ὅτι μάλιστα τῷ λέγειν δυναμένῳ πλείονος δεῖ τῆς σπουδῆς, πρὸς δὲ τῇ σπουδῇ καὶ ἀνεξικακίας τοσαύτης ὅσης οὐδὲ ἅπαντες ὅσους πρότερόν σοι διῆλθον ἐδέοντο· πολλοὶ γὰρ αὐτῷ συνεχῶς ἐπιφύονται μάτην καὶ εἰκῇ καὶ οὐδὲν ἔχοντες ἐγκαλεῖν πλὴν τοῦ παρὰ πᾶσιν εὐδοκιμεῖν ἀπεχθάνονται. Καὶ δεῖ γενναίως φέρειν τὴν πικρὰν τούτων βασκανίαν· τὸ γὰρ ἐπάρατον τοῦτο μῖσος ὅπερ εἰκῇ συλλέγουσιν οὐ στέγοντες κρύπτειν, καὶ λοιδοροῦνται καὶ μέμφονται καὶ διαβάλλουσι λάθρᾳ καὶ πονηρεύονται φανερῶς. Ψυχὴ δὲ ἀρξαμένη καθ' ἕκαστον τούτων ἀλγεῖν καὶ παροξύνεσθαι οὐκ ἂν φθάσειε διαφθαρεῖσα τῇ λύπῃ· καὶ γὰρ οὐ δι' ἑαυτῶν αὐτὸν ἀμύνονται μόνον, ἀλλὰ καὶ δι' ἑτέρων τοῦτο ποιεῖν ἐπιχειροῦσι καὶ πολλάκις τινὰ τῶν οὐδὲν δυναμένων εἰπεῖν ἐκλεξάμενοι, τοῖς ἐπαίνοις ἐπαίρουσι καὶ θαυμάζουσιν ὑπὲρ τὴν ἀξίαν, οἱ μὲν μανίᾳ, οἱ δὲ καὶ ἀμαθίᾳ καὶ φθόνῳ τοῦτο ποιοῦντες, ἵνα τὴν δόξαν τούτου καθέλωσιν, οὐχ ἵνα δείξωσι θαυμαστὸν τὸν οὐκ ὄντα τοιοῦτον. Οὐ πρὸς τούτους δὲ μόνους ἐκείνῳ τῷ γενναίῳ ὁ ἀγών, ἀλλὰ καὶ πρὸς ἀπειρίαν ὅλου δήμου πολλάκις· ἐπειδὴ γὰρ οὐκ ἔνεστιν ἐξ ἐλλογίμων ἀνδρῶν συλλέγεσθαι τοὺς συνερχομένους ἅπαντας, ἀλλὰ τὸ πλέον τῆς Ἐκκλησίας μέρος ἐξ ἰδιωτῶν συνῆχθαι συμβαίνει, τοὺς δὲ λοιποὺς καὶ αὐτοὺς ἐκείνων μὲν εἶναι συνετωτέρους, τῶν δὲ λόγους κρῖναι δυναμένων λείπεσθαι πολλῷ πλέον ἢ ὅσον ἐκείνων οἱ λοιποὶ πάντες, ἕνα δὲ μόνον ἢ δεύτερον καθῆσθαι τὸν ταύτην κεκτημένον τὴν ἀρετήν, ἀνάγκη τὸν ἄμεινον εἰπόντα ἐλάττονας ἀπενέγκασθαι κρότους, ἔστι δὲ ὅτε μηδὲ ἐπαινεθέντα ἀπελθεῖν. Καὶ δεῖ πρὸς ταύτας γενναίως παρεσκευάσθαι τὰς ἀνωμαλίας, καὶ τοῖς μὲν δι' ἀμαθίαν ταῦτα πάσχουσι συγγινώσκειν, τοὺς δὲ διὰ φθόνον τοῦτο ὑπομένοντας δακρύειν ὡς ἀθλίους ὄντας καὶ ἐλεεινούς· μηδ' ἑτέρῳ δὲ τούτων ἐλάττω τὴν αὐτοῦ νομίζειν γεγενῆσθαι δύναμιν. Οὐδὲ γάρ, εἰ ζωγράφος ὢν ἄριστος καὶ πάντων κατὰ τὴν τέχνην κρατῶν, τὴν μετὰ πολλῆς τῆς ἀκριβείας ἀναγεγραμμένην εἰκόνα ὑπὸ τῶν τῆς τέχνης ἀπείρων σκωπτομένην ἑώρα, ἔδει καταπεσεῖν καὶ τῇ κρίσει τῶν οὐκ εἰδότων φαύλην ἡγεῖσθαι τὴν γραφήν, ὥσπερ οὐδὲ τὴν ὄντως φαύλην θαυμαστήν τινα καὶ ἐπέραστον ἀπὸ τῆς τῶν ἀτέχνων ἐκπλήξεως.