Ancient Greek · ~4 min
Chapter 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 5.7
Not analysed yet
ζʹ. Ὅτι πρὸς τὸ τῷ Θεῷ ἀρέσκον μόνον δεῖ τοὺς λόγους ῥυθμίζειν Ὁ γὰρ ἄριστος δημιουργὸς αὐτὸς ἔστω καὶ κριτὴς τῶν αὐτοῦ τεχνημάτων καὶ καλὰ καὶ φαῦλα ταύτῃ τιθέσθω τὰ γινόμενα, ὅταν ὁ τεχνησάμενος αὐτὰ νοῦς ταύτας φέρῃ τὰς ψήφους, τὴν δὲ τῶν ἔξωθεν δόξαν, τὴν πεπλανημένην καὶ ἄτεχνον μηδὲ εἰς νοῦν βαλέσθω ποτέ. Μὴ τοίνυν μήτε ὁ τῆς διδασκαλίας ἀναδεξάμενος τὸν ἀγῶνα ταῖς τῶν ἔξωθεν εὐφημίαις προσεχέτω, μηδὲ ἀπὸ τούτων τὴν ἑαυτοῦ καταβαλλέτω ψυχήν, ἀλλ' ἐργαζόμενος τοὺς λόγους ὡς ἂν ἀρέσειε τῷ Θεῷ—οὗτος γὰρ αὐτῷ κανὼν καὶ ὅρος ἔστω μόνος τῆς ἀρίστης δημιουργίας ἐκείνων, μὴ κρότοι, μηδὲ εὐφημίαι—, εἰ μὲν ἐπαινοῖτο καὶ παρὰ τῶν ἀνθρώπων, μὴ διακρουέσθω τὰ ἐγκώμια, μὴ παρεχόντων δὲ αὐτὰ τῶν ἀκροατῶν, μὴ ζητείτω, μηδὲ ἀλγείτω· ἱκανὴ γὰρ αὐτῷ παραμυθία τῶν πόνων καὶ πάντων μείζων, ὅταν ἑαυτῷ συνειδέναι δύνηται πρὸς ἀρέσκειαν τοῦ Θεοῦ συντιθεὶς καὶ ῥυθμίζων τὴν διδασκαλίαν.