Ancient Greek · ~6 min
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 6.10
Not analysed yet
ιʹ. Ὅτι οὐ μέγα σῶσαι ἑαυτόν Καὶ ὁ Βασίλειος· Νῦν δέ, φησίν, οὐ δεῖ σοι πόνων, οὐδὲ φροντίδας ἔχεις κατὰ σαυτὸν ὤν. ΙΩ. Ἔχω μέν, ἔφην, καὶ νῦν· πῶς γὰρ ἔστιν, ἄνθρωπον ὄντα καὶ τὸν πολύμοχθον τοῦτον βιοῦντα βίον, φροντίδων ἀπηλλάχθαι καὶ ἀγωνίας; Ἀλλ' οὐκ ἔστιν ἴσον εἰς πέλαγος ἄπειρον ἐμπεσεῖν καὶ ποταμὸν παραπλεῖν· τοσοῦτο γὰρ τούτων κἀκείνων τῶν φροντίδων τὸ μέσον. Νῦν μὲν γὰρ εἰ μὲν δυνηθείην καὶ ἑτέροις γενέσθαι χρήσιμος, βουλοίμην ἂν καὶ αὐτὸς καὶ πολλῆς μοι τοῦτο ἔργον εὐχῆς· εἰ δὲ οὐκ ἔστιν ἕτερον ὀνῆσαι, ἐμαυτὸν γοῦν ἐὰν ἐγγένηται διασῶσαι καὶ τοῦ κλύδωνος ἐξελεῖν, ἀρκεσθήσομαι τούτῳ. Εἶτα τοῦτο οἴει μέγα, φησίν, εἶναι, ὁ Βασίλειος, ὅλως δὲ καὶ σωθήσεσθαι νομίζεις, ἑτέρῳ μηδενὶ γενόμενος χρήσιμος; ΙΩ. Εὖ καὶ καλῶς, ἔφην, εἴρηκας· οὐδὲ γὰρ αὐτὸς τοῦτο πιστεύειν ἔχω ὅτι σώζεσθαι ἔνεστι τὸν οὐδὲν εἰς τὴν τοῦ πλησίον κάμνοντα σωτηρίαν· οὐδὲ γὰρ ἐκεῖνον τὸν δείλαιον ὤνησέ τι τὸ μὴ μειῶσαι τὸ τάλαντον, ἀλλ' ἀπώλεσε τὸ μὴ πλεονάσαι καὶ διπλοῦν προσενεγκεῖν. Πλὴν ἀλλ' ἐπιεικεστέραν μοι τὴν τιμωρίαν οἶμαι ἔσεσθαι ἐγκαλουμένῳ διὰ τί μὴ καὶ ἑτέρους ἔσωσα ἢ διὰ τί καὶ ἑτέρους καὶ ἐμαυτὸν προσαπώλεσα, πολὺ χείρων γενόμενος μετὰ τὴν τοσαύτην τιμήν. Νῦν μὲν γὰρ τοσαύτην ἔσεσθαί μοι πιστεύω τὴν κόλασιν ὅσην ἀπαιτεῖ τῶν ἁμαρτημάτων τὸ μέγεθος· μετὰ δὲ τὸ δέξασθαι τὴν ἀρχὴν οὐ διπλῆν μόνον καὶ τριπλῆν, ἀλλὰ καὶ πολλαπλασίονα, τῷ τε πλείονας σκανδαλίσαι καὶ τῷ μετὰ μείζονα τιμὴν προσκροῦσαι τῷ τετιμηκότι Θεῷ.