Ancient Greek · ~11 min
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 6.9
Not analysed yet
θʹ. Ὅτι οὐ χρὴ καταφρονεῖν τῆς τῶν πολλῶν ὑπολήψεως, κἂν ψευδὴς οὖσα τύχῃ Τί ἄν τις λέγοι τὰς λοιπὰς βλάβας, τὰς ὕβρεις, τὰς ἐπηρείας, τὰς μέμψεις, τὰς παρὰ τῶν μειζόνων, τὰς παρὰ τῶν ἐλαττόνων, τὰς παρὰ τῶν συνετῶν, τὰς παρὰ τῶν ἀσυνέτων; Τοῦτο γὰρ δὴ μάλιστα τὸ γένος τῆς ὀρθῆς ἀπεστερημένον κρίσεως, μεμψίμοιρον τέ ἐστι καὶ οὐκ ἂν εὐκόλως ἀπολογίας ἀνάσχοιντό ποτε. Τὸν δὲ προεστῶτα καλῶς, οὐδὲ τούτων δεῖ καταφρονεῖν, ἀλλὰ πρὸς ἅπαντας περὶ ὧν ἂν ἐγκαλῶσι διαλύεσθαι μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ πραότητος, συγγινώσκοντα μᾶλλον αὐτοῖς τῆς ἀλόγου μέμψεως ἢ ἀγανακτοῦντα καὶ ὀργιζόμενον. Εἰ γὰρ ὁ μακάριος Παῦλος μὴ κλοπῆς ὑπόνοιαν λάβῃ παρὰ τοῖς μαθηταῖς ἔδεισε καὶ διὰ τοῦτο προσέλαβε καὶ ἑτέρους εἰς τὴν τῶν χρημάτων διακονίαν, ἵνα «μή τις ἡμᾶς μωμήσηται, φησίν, ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν», πῶς ἡμᾶς οὐ πάντα δεῖ ποιεῖν ὥστε τὰς πονηρὰς ἀναιρεῖν ὑποψίας, κἂν ψευδεῖς, κἂν ἀλόγιστοι τυγχάνωσιν οὖσαι, κἂν σφόδρα τῆς ἡμετέρας ἀπέχωσι δόξης; Οὐδενὸς γὰρ ἁμαρτήματος τοσοῦτον ἡμεῖς ἀφεστήκαμεν ὅσον κλοπῆς ὁ Παῦλος· ἀλλ' ὅμως καὶ τοσοῦτον ἀφεστηκὼς τῆς πονηρᾶς ταύτης πράξεως, οὐδὲ οὕτως ἠμέλησε τῆς τῶν πολλῶν ὑπονοίας, καίτοι λίαν οὔσης ἀλόγου καὶ μανιώδους. Μανία γὰρ ἦν τοιοῦτον ὑποπτεῦσαί τι περὶ τῆς μακαρίας καὶ θαυμαστῆς ἐκείνης ψυχῆς· ἀλλ' ὅμως οὐδὲν ἧττον καὶ ταύτης τῆς ὑποψίας, τῆς οὕτως ἀλόγου καὶ ἣν οὐδεὶς ἂν μὴ παραπαίων ὑπώπτευσε πόρρωθεν ἀναιρεῖ τὰς αἰτίας. Καὶ οὐ διέπτυσε τὴν τῶν πολλῶν ἄνοιαν, οὐδὲ εἶπε· Τίνι γὰρ ἂν ἐπέλθοι ποτὲ τοιαῦτα περὶ ἡμῶν ὑπονοεῖν καὶ ἀπὸ τῶν σημείων καὶ ἀπὸ τῆς ἐπιεικείας τῆς ἐν τῷ βίῳ, πάντων ἡμᾶς καὶ τιμώντων καὶ θαυμαζόντων; Ἀλλὰ πᾶν τοὐναντίον καὶ ὑπείδετο καὶ προσεδόκησε ταύτην τὴν πονηρὰν ὑπόνοιαν καὶ πρόρριζον αὐτὴν ἀνέσπασε, μᾶλλον δὲ οὐδὲ φῦναι τὴν ἀρχὴν ἀφῆκε. Διὰ τί; «Προνοοῦμεν γάρ, φησί, καλά», οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ «ἐνώπιον ἀνθρώπων.» Τοσαύτῃ δεῖ, μᾶλλον δὲ καὶ πλείονι κεχρῆσθαι σπουδῇ ὥστε μὴ μόνον αἰρομένας κατασπᾶν καὶ κωλύειν τὰς φήμας τὰς οὐκ ἀγαθάς, ἀλλὰ καὶ πόρρωθεν ὅθεν ἂν γένοιντο προορᾶν καὶ τὰς προφάσεις ἐξ ὧν τίκτονται προαναιρεῖν, μὴ περιμένειν αὐτὰς συστῆναι καὶ ἐν τοῖς τῶν πολλῶν διαθρυληθῆναι στόμασι· τηνικαῦτα γὰρ οὔτε εὔπορον αὐτὰς ἀφανίσαι λοιπόν, ἀλλὰ καὶ λίαν δυσχερές, τάχα δὲ καὶ ἀδύνατον, οὔτε ἀζήμιον τῷ μετὰ τὴν τῶν πολλῶν βλάβην τοῦτο γίνεσθαι. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομαι διώκων ἀκίχητα; Τὸ γὰρ ἁπάσας τὰς ἐκεῖ δυσχερείας καταλέγειν οὐδὲν ἕτερόν ἐστιν ἢ πέλαγος ἀναμετρεῖν. Καὶ γὰρ ὅταν τις αὐτὸς παντὸς καθαρεύσῃ πάθους, ὃ τῶν ἀδυνάτων ἐστίν, ἵνα τὰ τῶν ἄλλων ἐπανορθώσῃ πταίσματα, μυρία ὑπομένειν ἀναγκάζεται δεινά· προστεθέντων δὲ καὶ τῶν οἰκείων νοσημάτων, θέα τὴν ἄβυσσον τῶν πόνων καὶ τῶν φροντίδων καὶ ὅσα πάσχειν ἀνάγκη τῶν τε οἰκείων καὶ τῶν ἀλλοτρίων βουλόμενον περιγενέσθαι κακῶν.