Ancient Greek
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 6.12.1
Not analysed yet
ιβʹ. Ἐκ παραδειγμάτων παράστασις καὶ τῆς ὀδύνης τῆς διὰ τὴν προσδοκίαν τῆς ἱερωσύνης γενομένης καὶ τοῦ φόβου Ἆρά σοι δοκοῦμεν λόγον ἔχοντα πεφοβῆσθαι φόβον; Πρὸς γὰρ τοῖς εἰρημένοις, νῦν μὲν εἰ καὶ πολλοῦ μοι δεῖ πόνου πρὸς τὸ μὴ δὴ καταγωνισθῆναι τέλεον ὑπὸ τῶν τῆς ψυχῆς παθῶν, ἀλλ' ὅμως ἀνέχομαι τὸν πόνον καὶ οὐ φεύγω τὸν ἀγῶνα. Καὶ γὰρ ὑπὸ κενοδοξίας ἁλίσκομαι μὲν καὶ νῦν, ἀναφέρω δὲ πολλάκις καὶ ὅτι ἑάλων, συνορῶ· ἔστι δὲ ὅτε καὶ ἐπιτιμῶ τῇ δουλωθείσῃ ψυχῇ. Ἐπιθυμίαι μοι προσπίπτουσιν ἄτοποι καὶ νῦν· ἀλλ' ἀργοτέραν ἀνάπτουσι τὴν φλόγα, τῶν ὀφθαλμῶν ἔξωθεν οὐκ ἐχόντων ἐπιλαβέσθαι τῆς τοῦ πυρὸς ὕλης. Τοῦ δὲ κακῶς τὸν δεῖνα λέγειν καὶ λεγόμενον ἀκούειν ἀπήλλαγμαι παντελῶς, τῶν διαλεγομένων οὐ παρόντων· οὐ γὰρ δὴ οὗτοι οἱ τοῖχοι δύναιντ' ἂν ἀφεῖναι φωνήν. Ἀλλ' οὐχὶ καὶ τὴν ὀργὴν ὁμοίως δυνατὸν διαφυγεῖν, καίτοι γε τῶν παροξυνόντων οὐκ ὄντων· μνήμη γὰρ πολλάκις ἀνδρῶν ἀτόπων προσπεσοῦσα καὶ τῶν ὑπ' αὐτῶν γενομένων ἐξοιδεῖν μοι τὴν καρδίαν ποιεῖ, πλὴν ἀλλ' οὐκ εἰς τέλος· ταχέως γὰρ αὐτὴν φλεγμαίνουσαν καταστέλλομεν καὶ πείθομεν ἡσυχάζειν εἰπόντες ὅτι λίαν ἀσύμφωνον καὶ τῆς ἐσχάτης ἀθλιότητος τὰ οἰκεῖα ἀφέντας κακά, τὰ τῶν πλησίον περιεργάζεσθαι. Ἀλλ' οὐκ εἰς τὸ πλῆθος ἐλθὼν καὶ ταῖς μυρίαις ἀποληφθεὶς ταραχαῖς, δυνήσομαι ταύτης ἀπολαύειν τῆς νουθεσίας, οὐδὲ τοὺς ταῦτα παιδαγωγοῦντας λογισμοὺς εὑρεῖν· ἀλλ' ὥσπερ οἱ κατὰ κρημνῶν ὑπό τινος ῥεύματος ἢ καὶ ἑτέρως ὠθούμενοι, τὴν μὲν ἀπώλειαν εἰς ἣν τελευτῶσι προορᾶν δύνανται, βοήθειαν δέ τινα ἐπινοεῖν οὐκ ἔχουσιν, οὕτω καὶ αὐτὸς εἰς τὸν πολὺν τῶν παθῶν θόρυβον ἐμπεσών, τὴν μὲν κόλασιν καθ' ἑκάστην αὐξομένην μοι τὴν ἡμέραν δυνήσομαι συνορᾶν, ἐν ἐμαυτῷ δὲ γενέσθαι καθάπερ νῦν καὶ ἐπιτιμῆσαι πάντοθεν τοῖς νοσήμασι λυττῶσι τούτοις οὐκέτι ὁμοίως εὔπορον ἐμοὶ καθάπερ καὶ πρότερον. Ἐμοὶ γὰρ ψυχή τίς ἐστιν ἀσθενὴς καὶ μικρὰ καὶ εὐχείρωτος οὐ τούτοις μόνον τοῖς πάθεσιν, ἀλλὰ καὶ τῷ πάντων πικροτέρῳ φθόνῳ καὶ οὔτε ὕβρεις, οὔτε τιμὰς μετρίως ἐπίσταται φέρειν, ἀλλὰ μεθ' ὑπερβολῆς ἐκεῖναί τε ἐπαίρουσιν αὐτὴν καὶ ταπεινοῦσιν αὗται. Ὥσπερ οὖν θηρία χαλεπά, ὅταν μὲν εὐσωματῇ καὶ σφριγᾷ, τῶν πρὸς αὐτὰ μαχομένων κρατεῖ, καὶ μάλιστα ὅταν ἀσθενεῖς ὦσι καὶ ἄπειροι, εἰ δέ τις αὐτὰ λιμῷ κατατήξειε, τόν τε θυμὸν αὐτοῖς ἐκοίμισε καὶ τῆς δυνάμεως τὸ πλέον ἔσβεσεν, ὡς καὶ τὸν μὴ λίαν γενναῖον ἀναδέξασθαι τὸν πρὸς ταῦτα ἀγῶνα καὶ πόλεμον, οὕτω καὶ τὰ πάθη τῆς ψυχῆς, ὁ μὲν ἀσθενῆ ποιῶν ὑπὸ τοῖς ὀρθοῖς αὐτὰ τίθησι λογισμοῖς, ὁ δὲ τρέφων ἐπιμελῶς χαλεπωτέραν αὑτῷ τὴν πρὸς αὐτὰ καθίστησι μάχην καὶ οὕτως αὐτῷ φοβερὰ ταῦτα ἀπεργάζεται ὡς ἐν δουλείᾳ καὶ δειλίᾳ τὸν πάντα χρόνον βιοῦν. Τίς οὖν τῶν θηρίων τούτων ἡ τροφή; Κενοδοξίας μὲν τιμαὶ καὶ ἔπαινοι, ἀπονοίας δὲ ἐξουσίας καὶ δυναστείας μέγεθος, βασκανίας δὲ αἱ τῶν πλησίον εὐδοκιμήσεις, φιλαργυρίας, αἱ τῶν παρεχόντων φιλοτιμίαι, ἀκολασίας, τρυφὴ καὶ αἱ συνεχεῖς τῶν γυναικῶν ἐντεύξεις, καὶ ἕτερον ἑτέρου. Πάντα δὲ ταῦτα εἰς μὲν τὸ μέσον ἐλθόντι σφοδρῶς ἐπιθήσεται καὶ σπαράξει μοι τὴν ψυχὴν καὶ φοβερὰ ἔσται καὶ χαλεπώτερόν μοι τὸν πρὸς αὐτὰ ποιήσει πόλεμον. Ἐνταῦθα δὲ καθημένῳ, μετὰ πολλῆς μὲν καὶ οὕτως ὑποταγήσεται τῆς βίας, ὑποταγήσεται δ' οὖν ὅμως τῇ τοῦ Θεοῦ χάριτι καὶ τῆς ὑλακῆς αὐτοῖς οὐδὲν ἔσται πλέον. Διὰ ταῦτα τὸν οἰκίσκον φυλάττω τοῦτον καὶ ἀπρόσιτος καὶ ἀσυνουσίαστος καὶ ἀκοινώνητος, καὶ μυρίας ἑτέρας τοιαύτας μέμψεις ἀκούειν ἀνέχομαι, ἡδέως μὲν ἂν αὐτὰς ἀποτριψάμενος, τῷ δὲ μὴ δύνασθαι δακνόμενος καὶ ἀλγῶν· οὐδὲ γὰρ εὔπορόν μοι ὁμιλητικόν τε ὁμοῦ γενέσθαι καὶ ἐπὶ τῆς παρούσης ἀσφαλείας μένειν. Δι' ὃ καὶ αὐτόν σε παρακαλῶ, τὸν ὑπὸ τοσαύτης δυσχερείας ἀπειλημμένον ἐλεεῖν μᾶλλον ἢ διαβάλλειν. Ἀλλ' οὐδέπω σε πείθομεν· οὐκοῦν ὥρα λοιπὸν ὃ μόνον εἶχον ἀπόρρητον πρὸς σὲ καὶ τοῦτο ἐκβαλεῖν. Καὶ ἴσως μὲν ἄπιστον εἶναι δόξει πολλοῖς· ἐγὼ δὲ αὐτὸ οὐδὲ οὕτως εἰς μέσον ἐνεγκεῖν αἰσχυνθήσομαι. Εἰ γὰρ καὶ πονηρᾶς συνειδήσεως καὶ μυρίων ἁμαρτημάτων ἔλεγχος τὸ λεγόμενον, τοῦ μέλλοντος ἡμᾶς κρίνειν Θεοῦ πάντα εἰδότος ἀκριβῶς, τί πλέον ἡμῖν ἐκ τῆς τῶν ἀνθρώπων ἀγνοίας ἐγγενέσθαι δυνήσεται. Τί οὖν ἐστι τὸ ἀπόρρητον; Ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐν ᾗ ταύτην ἐνέθηκάς μοι τὴν ὑποψίαν, πολλάκις ἐκινδύνευσέ μοι παραλυθῆναι τὸ σῶμα τέλεον, τοσοῦτος μὲν φόβος, τοσαύτη δὲ ἀθυμία κατέσχε μου τὴν ψυχήν. Τῆς γὰρ Χριστοῦ νύμφης τὴν δόξαν ἐννοῶν, τὴν ἁγιωσύνην, τὸ κάλλος τὸ πνευματικόν, τὴν σύνεσιν, τὴν εὐκοσμίαν, καὶ τὰ ἐμαυτοῦ λογιζόμενος κακά, οὐ διελίμπανον ἐκείνην τε πενθῶν καὶ ἐμαυτὸν ταλανίζων, καὶ στένων συνεχῶς καὶ διαπορῶν πρὸς ἐμαυτὸν ἔλεγον· Τίς ἄρα ταῦτα συνεβούλευσε; τί τοσοῦτον ἥμαρτεν ἡ τοῦ Θεοῦ Ἐκκλησία; τί τηλικοῦτο παρώξυνε τὸν αὐτῆς δεσπότην ὡς τῷ πάντων ἀτιμοτάτῳ παραδοθῆναι ἐμοὶ καὶ τοσαύτην ὑπομεῖναι αἰσχύνην; Ταῦτα πολλάκις κατ' ἐμαυτὸν λογιζόμενος καὶ τοῦ λίαν ἀτόπου μηδὲ τὴν ἐνθύμησιν δυνάμενος ἐνεγκεῖν, ὥσπερ οἱ παραπλῆγες ἐκείμην ἀχανής, οὔτε ὁρᾶν οὔτε ἀκούειν τι δυνάμενος. Τῆς δὲ ἀμηχανίας με τῆς τοσαύτης ἀφείσης —καὶ γὰρ ἔστιν ὅτε καὶ ὑπεξίστατο—, διεδέχετο δάκρυα καὶ ἀθυμία, καὶ μετὰ τὸν τῶν δακρύων κόρον, ἀντεισῄει πάλιν ὁ φόβος, ταράττων καὶ θορυβῶν καὶ διασείων μοι τὴν διάνοιαν. Τοσαύτῃ ζάλῃ τὸν παρελθόντα συνέζων χρόνον· σὺ δὲ ἠγνόεις καὶ ἐν γαλήνῃ με διάγειν ἐνόμιζες. Ἀλλὰ νῦν σοι ἀποκαλύψαι πειράσομαι τὸν χειμῶνα τῆς ἐμῆς ψυχῆς· τάχα γάρ μοι καὶ ἀπὸ τούτου συγγνώσῃ, τὰ ἐγκλήματα ἀφείς. Πῶς οὖν σοι, πῶς αὐτὸν ἐκκαλύψωμεν; Εἰ μὲν σαφῶς ἐθέλοις ἰδεῖν, ἑτέρως οὐκ ἐνῆν ἀλλ' ἢ τὴν καρδίαν γυμνώσαντα τὴν ἐμήν. Ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, δι' ἀμυδρᾶς τινος εἰκόνος, ὡς ἂν οἷός τε ὦ, πειράσομαί σοι τὸν τῆς ἀθυμίας τέως ὑποδεῖξαι καπνόν· σὺ δὲ ἐκ τῆς εἰκόνος τὴν ἀθυμίαν σύλλεγε μόνην. Ὑποθώμεθα εἶναί τινι μνηστὴν τοῦ πάσης τῆς ὑφ' ἡλίῳ κειμένης γῆς βασιλεύοντος θυγατέρα, ταύτην τε τὴν κόρην κάλλος τε ἔχειν ἀμήχανον οἷον καὶ τὴν ἀνθρωπείαν ὑπερβαῖνον φύσιν, καὶ τούτῳ τὸ τῶν γυναικῶν ἁπασῶν φῦλον ἐκ πολλοῦ τοῦ διαστήματος νικᾶν, καὶ ψυχῆς ἀρετὴν τοσαύτην ὡς καὶ τὸ τῶν ἀνδρῶν γένος τῶν τε γενομένων τῶν τε ἐσομένων ποτὲ πολλῷ τῷ μέτρῳ κατόπιν ἀφεῖναι, καὶ πάντας μὲν ὑπερβῆναι φιλοσοφίας ὅρους τῇ τῶν τρόπων εὐκοσμίᾳ, πᾶσαν δὲ κρύψαι σώματος ὥραν τῷ τῆς οἰκείας ὄψεως κάλλει· τὸν δὲ ταύτης μνηστῆρα, μὴ διὰ ταῦτα μόνον περικαίεσθαι τῆς παρθένου, ἀλλὰ καὶ χωρὶς τούτων πάσχειν τι πρὸς αὐτὴν καὶ τῷ πάθει τούτῳ τοὺς μανικωτάτους τῶν πώποτε γενομένων ἀποκρύψαι ἐραστῶν. Εἶτα μεταξὺ τῷ φίλτρῳ καιόμενον ἀκοῦσαί ποθεν ὅτι τὴν θαυμαστὴν ἐρωμένην ἐκείνην τῶν εὐτελῶν τις καὶ ἀπερριμμένων ἀνδρῶν καὶ δυσγενὴς καὶ τὸ σῶμα ἀνάπηρος καὶ πάντων τῶν ὄντων μοχθηρότατος μέλλοι πρὸς γάμον ἄγεσθαι. Ἆρά σοι μικρόν τι μέρος τῆς ἡμετέρας ὀδύνης παρεστήσαμεν; καὶ ἀρκεῖ μέχρι τούτου στῆσαι τὴν εἰκόνα; Τῆς μὲν ἀθυμίας ἕνεκεν ἀρκεῖν οἶμαι· καὶ γὰρ διὰ τοῦτο μόνον αὐτὴν παρειλήφαμεν. Ἵνα δέ σοι καὶ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως ὑποδείξω τὸ μέτρον, ἐφ' ἑτέραν πάλιν ἴωμεν ὑπογραφήν. Καὶ ἔστω στρατόπεδον ἐκ πεζῶν καὶ ἱππέων καὶ ναυμαχῶν συνειλεγμένον ἀνδρῶν, καὶ καλυπτέτω μὲν τὴν θάλατταν ὁ τῶν τριήρων ἀριθμός, καλυπτέτω δὲ τὰ τῶν πεδίων πλήθη καὶ τὰς τῶν ὀρῶν κορυφὰς αἱ τῶν πεζῶν καὶ ἱππέων φάλαγγες, καὶ ἀντιλαμπέτω μὲν ἡλίῳ τῶν ὅπλων ὁ χαλκὸς καὶ ταῖς ἐκεῖθεν πεμπομέναις ἀκτῖσιν ἡ τῶν περικεφαλαιῶν καὶ τῶν ἀσπίδων ἀνταφιέσθω μαρμαρυγή· ὁ δὲ τῶν δοράτων κτύπος καὶ ὁ τῶν ἵππων χρεμετισμὸς πρὸς αὐτὸν φερέσθω τὸν οὐρανὸν καὶ μήτε θάλασσα φαινέσθω μήτε γῆ, ἀλλὰ χαλκὸς καὶ σίδηρος πανταχοῦ. Ἀντιπαραταττέσθωσαν δὲ αὐτοῖς καὶ πολέμιοι, ἄγριοί τινες ἄνδρες καὶ ἀνήμεροι· ἐνεστηκέτω δὲ ἤδη καὶ ὁ τῆς συμβολῆς καιρός. Εἶτα ἁρπάσας τις ἐξαίφνης μειράκιον τῶν ἐν ἀγρῷ τραφέντων καὶ τῆς πηκτίδος καὶ τῆς καλαύροπος πλέον εἰδότων οὐδέν, καθοπλιζέτω μὲν αὐτὸ ὅπλοις χαλκοῖς· περιαγέτω δὲ τὸ στρατόπεδον ἅπαν καὶ δεικνύτω λόχους καὶ λοχαγούς, τοξότας, σφενδονιστάς, ταξιάρχους, στρατηγούς, ὁπλίτας, ἱππέας, ἀκοντιστάς, τριήρεις, τριηράρχους, τοὺς ἐκεῖ πεφραγμένους στρατιώτας, τῶν ἐν ταῖς ναυσὶν ἀποκειμένων μηχανημάτων τὸ πλῆθος· δεικνύτω δὲ καὶ τὴν τῶν πολεμίων παράταξιν ἅπασαν καὶ ὄψεις ἀποτροπαίους τινὰς καὶ σκευὴν ὅπλων ἐξηλλαγμένην καὶ πλῆθος ἄπειρον καὶ φάραγγας καὶ κρημνοὺς βαθεῖς καὶ δυσχωρίας ὀρῶν· δεικνύτω δὲ ἔτι παρὰ τοῖς ἐναντίοις καὶ πετομένους ἵππους διά τινος μαγγανείας καὶ ὁπλίτας δι' ἀέρος φερομένους καὶ πάσης γοητείας δύναμίν τε καὶ ἰδέαν. Καταλεγέτω δὲ καὶ τὰς τοῦ πολέμου συμφοράς, τῶν ἀκοντίων τὸ νέφος, τῶν βελῶν τὰς νιφάδας, τὴν πολλὴν ἀχλὺν ἐκείνην καὶ τὴν ἀορασίαν, τὴν ζοφωδεστάτην νύκτα ἣν τὸ τῶν τοξευμάτων συνίστησι πλῆθος, ἀποστρέφον τῇ πυκνότητι τὰς ἀκτῖνας, τὴν κόνιν οὐχ ἧττον τοῦ σκότους τοὺς ὀφθαλμοὺς ἀμαυροῦσαν, τοὺς τῶν αἱμάτων χειμάρρους, τῶν πιπτόντων τὰς οἰμωγάς, τῶν ἑστώτων τοὺς ἀλαλαγμούς, τῶν κειμένων τοὺς σωρούς, τροχοὺς αἵματι βαπτιζομένους, ἵππους αὐτοῖς ἀναβάταις πρηνεῖς φερομένους ἀπὸ τοῦ πλήθους τῶν κειμένων νεκρῶν, τὴν γῆν φύρδην ἅπαντα ἔχουσαν, αἷμα καὶ τόξα καὶ βέλη, ἵππων ὁπλὰς καὶ ἀνθρώπων κεφαλὰς ὁμοῦ κειμένας καὶ βραχίονας καὶ τράχηλον καὶ κνημῖδα καὶ στῆθος διακοπέν, ἐγκεφάλους ξίφεσι προσπεπλασμένους, ἀκίδα βέλους ἐκκεκλασμένην καὶ ὀφθαλμὸν ἔχουσαν ἐμπεπερονημένον. Καταλεγέτω καὶ τὰ τοῦ ναυτικοῦ πάθη, τριήρεις τὰς μὲν ἐν μέσοις ἀναπτομένας τοῖς ὕδασι, τὰς δὲ αὐτοῖς ὁπλίταις καταδυομένας, τὸν τῶν ὑδάτων ἦχον, τὸν τῶν ναυτῶν θόρυβον, τὴν τῶν στρατιωτῶν βοήν, τῶν κυμάτων καὶ τῶν αἱμάτων μιγνυμένων τὸν ἀφρὸν καὶ ὁμοῦ τοῖς πλοίοις ἐπεισιόντα πᾶσι, τοὺς ἐπὶ τῶν καταστρωμάτων νεκρούς, τοὺς καταποντιζομένους, τοὺς ἐπιπλέοντας, τοὺς εἰς τοὺς αἰγιαλοὺς ἐκβρασσομένους, τοὺς ἔνδον τοῖς κύμασι περικλυζομένους καὶ ταῖς ναυσὶν ἀποφράττοντας τὴν ὁδόν. Καὶ πάσας ἀκριβῶς διδάξας τὰς τοῦ πολέμου τραγῳδίας, προστιθέτω καὶ τὰ τῆς αἰχμαλωσίας δεινὰ καὶ τὴν παντὸς θανάτου χαλεπωτέραν δουλείαν. Καὶ ταῦτα εἰπών, κελευέτω τὸν ἵππον ἀναβαίνειν εὐθέως καὶ τοῦ στρατοπέδου παντὸς ἐκείνου στρατηγεῖν. Ἆρα οἴει πρὸς τὴν διήγησιν μόνον ἀρκέσειν τὸν μειρακίσκον ἐκεῖνον, ἀλλ' οὐκ ἀπὸ πρώτης ὄψεως εὐθέως ἀφήσειν τὴν ψυχήν;