Ancient Greek
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 6.13.1
Not analysed yet
ιγʹ. Ὅτι παντὸς πολέμου χαλεπώτερος ὁ τοῦ διαβόλου πειρασμός Καὶ μή με νομίσῃς ἐπαίρειν τὸ πρᾶγμα τῷ λόγῳ· μηδ' ὅτι τῷ σώματι τούτῳ καθάπερ τινὶ δεσμωτηρίῳ κατακλεισθέντες, τῶν ἀοράτων οὐδὲν δυνάμεθα ἰδεῖν, μεγάλα τὰ εἰρημένα εἶναι νομίσῃς. Πολὺ γὰρ ταύτης τῆς μάχης μείζονα καὶ φρικωδεστέραν εἶδες ἄν, εἰ τοῦ διαβόλου τὴν ζοφωδεστάτην παράταξιν καὶ τὴν μανιώδη συμβολὴν τούτοις τοῖς ὀφθαλμοῖς ἰδεῖν ἠδυνήθης ποτέ· οὐ γὰρ χαλκὸς ἐκεῖ καὶ σίδηρος, οὐδὲ ἵπποι καὶ ἅρματα καὶ τροχοί, οὐδὲ πῦρ καὶ βέλη, ταῦτα τὰ ὁρατά, ἀλλ' ἕτερα πολὺ τούτων φοβερώτερα μηχανήματα. Οὐ δεῖ τούτοις τοῖς πολεμίοις θώρακος, οὐδὲ ἀσπίδος, οὐδὲ ξιφῶν καὶ δοράτων, ἀλλ' ἀρκεῖ μόνη ἡ ὄψις τῆς ἐπαράτου στρατιᾶς ἐκείνης παραλῦσαι ψυχήν, ἢν μὴ λίαν οὖσα γενναία τύχῃ καὶ πρὸ τῆς οἰκείας ἀνδρείας πολλῆς ἀπολαύσῃ τῆς παρὰ τοῦ Θεοῦ προνοίας. Καὶ εἴ γε ἦν δυνατόν, τὸ σῶμα ἀποδύντα τοῦτο ἢ καὶ μετὰ αὐτοῦ τοῦ σώματος δυνηθῆναι καθαρῶς καὶ ἀφόβως ἅπασαν τὴν ἐκείνου παράταξιν καὶ τὸν πρὸς ἡμᾶς πόλεμον ὀφθαλμοφανῶς ἰδεῖν, εἶδες ἂν οὐ χειμάρρους αἱμάτων, οὐδὲ σώματα νεκρά, ἀλλὰ ψυχῶν πτώματα τοσαῦτα καὶ τραύματα οὕτω χαλεπὰ ὡς ἅπασαν ἐκείνην τοῦ πολέμου τὴν ὑπογραφὴν ἣν ἄρτι διῆλθον πρὸς σὲ παίδων τινὰ ἀθύρματα εἶναι νομίσαι καὶ παιδιὰν μᾶλλον ἢ πόλεμον, τοσοῦτοι οἱ καθ' ἑκάστην πληττόμενοι τὴν ἡμέραν. Τὰ δὲ τραύματα οὐκ ἴσην ἐργάζεται τὴν νέκρωσιν, ἀλλ' ὅσον ψυχῆς καὶ σώματος τὸ μέσον τοσοῦτον ἐκείνης καὶ ταύτης τὸ διάφορον· ὅταν γὰρ λάβῃ τὴν πληγὴν ἡ ψυχὴ καὶ πέσῃ, οὐ κεῖται καθάπερ τὸ σῶμα ἀνεπαισθήτως, ἀλλὰ βασανίζεται μὲν ἐντεῦθεν ἤδη τῇ πονηρᾷ συνειδήσει τηκομένη, μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγήν, κατὰ τὸν τῆς κρίσεως καιρὸν ἀθανάτῳ παραδίδοται τιμωρίᾳ. Εἰ δέ τις ἀναλγήτως ἔχοι πρὸς τὰς τοῦ διαβόλου πληγάς, μεῖζον ὑπὸ τῆς ἀναισθησίας ἐκείνῳ γίνεται τὸ δεινόν· ὁ γὰρ ἐπὶ τῇ προτέρᾳ πληγῇ μὴ δηχθεὶς εὐκόλως δέχεται καὶ δευτέραν καὶ μετ' ἐκείνην ἑτέραν. Οὐ γὰρ διαλιμπάνει μέχρι τῆς ἐσχάτης ἀναπνοῆς παίων ὁ μιαρός, ὅταν εὕρῃ ψυχὴν ὑπτίαν καὶ τῶν προτέρων καταφρονοῦσαν πληγῶν. Εἰ δὲ καὶ τῆς συμβολῆς τὸν τρόπον ἐξετάζειν ἐθέλοις, πολὺ ταύτην σφοδροτέραν καὶ ποικιλωτέραν ἴδοις ἄν· οὔτε γὰρ κλοπῆς καὶ δόλου τοσαύτας τις οἶδεν ἰδέας ὅσας ἐκεῖνος ὁ μιαρός· ταύτῃ γοῦν τὴν πλείονα κέκτηται δύναμιν, οὔτε ἔχθραν τις οὕτως ἀκήρυκτον δύναται ἔχειν πρὸς τοὺς ἄγαν πολεμιωτάτους αὐτῷ ὅσην πρὸς τὴν ἀνθρωπείαν φύσιν ὁ πονηρός. Καὶ τὴν προθυμίαν δὲ εἴ τις ἐξετάζοι μεθ' ἧς μάχεται ἐκεῖνος, ἀνθρώπους μὲν ἐνταῦθα καὶ γελοῖον παραβαλεῖν· εἰ δέ τις τὰ ὀργιλώτατα καὶ ἀπηνέστατα τῶν θηρίων ἐκλεξάμενος ἀντιτιθέναι θέλοι τῇ τούτου μανίᾳ, πραότατα ὄντα καὶ ἡμερώτατα εὑρήσει τῇ παραβολῇ, τοσοῦτον οὗτος πνεῖ θυμόν, ταῖς ἡμετέραις προσβάλλων ψυχαῖς. Καὶ ὁ τῆς μάχης δὲ χρόνος ἐνταῦθα μὲν βραχὺς καὶ ἐν τῷ βραχεῖ δὲ αὐτῷ πολλαὶ αἱ ἀνακωχαί· καὶ γὰρ νὺξ ἐπελθοῦσα καὶ ὁ τοῦ σφάζειν κάματος καὶ τροφῆς καιρὸς καὶ πολλὰ ἕτερα διαναπαύειν τὸν στρατιώτην πέφυκεν, ὡς καὶ ἀποδῦναι τὴν παντευχίαν καὶ ἀναπνεῦσαι μικρὸν καὶ σίτῳ καὶ ποτῷ καταψῦξαι καὶ ἑτέροις πολλοῖς τὴν προτέραν ἀνακτήσασθαι δύναμιν. Ἐπὶ δὲ τοῦ πονηροῦ οὐκ ἔστι τὰ ὅπλα καταθέσθαι ποτέ, οὐκ ἔστιν ὕπνον ἄρασθαι τὸν βουλόμενον ἄτρωτον μένειν διαπαντός· ἀνάγκη γὰρ δυοῖν θάτερον ἢ πεσεῖν καὶ ἀπολέσθαι γυμνωθέντα ἢ διαπαντὸς καθωπλισμένον ἑστῶτα καὶ ἐγρηγορότα εἶναι. Καὶ γὰρ ἐκεῖνος διαπαντὸς ἕστηκε μετὰ τῆς αὑτοῦ παρατάξεως, τὰς ἡμετέρας ῥαθυμίας παρατηρῶν, πλείονά τε εἰσφέρων σπουδὴν εἰς τὴν ἡμετέραν ἀπώλειαν ἢ εἰς τὴν σωτηρίαν ἡμεῖς τὴν ἑαυτῶν. Καὶ τὸ μὴ ὁρᾶσθαι δὲ αὐτὸν ὑφ' ἡμῶν καὶ τὸ ἐξαπίνης ἐπιτίθεσθαι, ἃ μάλιστα τῶν μυρίων ἐστὶν αἴτια κακῶν τοῖς οὐκ ἐγρηγορόσι διαπαντός, πολὺ τοῦτον ἀπορώτερον ἐκείνου δείκνυσι τὸν πόλεμον. Ἐνταῦθα οὖν ἡμᾶς ἤθελες στρατηγεῖν τοῖς στρατιώταις τοῦ Χριστοῦ; Ἀλλὰ τῷ διαβόλῳ τοῦτο ἦν στρατηγεῖν· ὅταν γὰρ ὁ διατάττειν καὶ διακοσμεῖν τοὺς λοιποὺς ὀφείλων πάντων ἀσθενέστατος καὶ ἀπειρότατος ᾖ, προδοὺς ὑπὸ τῆς ἀπειρίας τοὺς πιστευθέντας, τῷ διαβόλῳ μᾶλλον ἐστρατήγησεν ἢ τῷ Χριστῷ. Ἀλλὰ τί στένεις; τί δακρύεις; Οὐ γὰρ θρήνων ἄξια τὰ κατ' ἐμὲ νῦν, ἀλλ' εὐφροσύνης καὶ χαρᾶς. ΒΑΣ. Ἀλλ' οὐχὶ καὶ τὰ ἐμά, φησίν, ἀλλὰ μυρίων ἄξια ταῦτα κοπετῶν· νῦν γὰρ μόλις ἠδυνήθην συνιδεῖν οἷ τῶν κακῶν με ἤγαγες. Ἐγὼ μὲν γὰρ εἰσῆλθον πρὸς σέ, ὅ τι ποτὲ ὑπὲρ σοῦ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογήσομαι δεόμενος μαθεῖν· σὺ δέ με ἐκπέμπεις ἑτέραν ἀνθ' ἑτέρας φροντίδα ἐνθείς. Οὐ γὰρ ἔτι μοι μέλει τί πρὸς ἐκείνους ὑπὲρ σοῦ, ἀλλὰ τί πρὸς τὸν Θεὸν ὑπὲρ ἐμαυτοῦ καὶ τῶν ἐμῶν ἀπολογήσομαι κακῶν. Ἀλλά σου δέομαι καὶ ἀντιβολῶ, εἴ τί σοι μέλει τῶν ἐμῶν, εἴ τις παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί—καὶ γὰρ οἶδας ὅτι με μάλιστα πάντων αὐτὸς εἰς τοῦτον τὸν κίνδυνον ἤγαγες—, χεῖρα ὄρεξον καὶ λέγων καὶ πράττων τὰ δυνάμενα ἡμᾶς ἀνορθοῦν, μηδὲ ἀνάσχῃ πρὸς γοῦν τὸ βραχύτατον ἡμᾶς ἀπολιπεῖν, ἀλλὰ νῦν μᾶλλον ἢ πρότερον κοινὰς ποιεῖσθαι τὰς διατριβάς. Ἐγὼ δὲ μειδιάσας· ΙΩ. Καὶ τί συμβαλέσθαι, ἔφην, τί δέ σε ὀνῆσαι δυνήσομαι πρὸς τοσοῦτον πραγμάτων ὄγκον; Ἀλλ' ἐπειδή σοι τοῦτο ἡδύ, θάρρει, ὦ φίλη κεφαλή· τὸν καιρὸν γὰρ καθ' ὃν ἂν ἐξῇ σοι τῶν ἐκεῖθεν φροντίδων ἀναπνεῖν, καὶ παρέσομαι καὶ παρακαλέσω καὶ τῶν εἰς δύναμιν τὴν ἐμὴν ἐλλείψω οὐδέν. Ἐπὶ τούτοις πλέον ἐκεῖνος δακρύσας ἀνίσταται· ἐγὼ δὲ αὐτῷ περιχυθεὶς καὶ καταφιλήσας τὴν κεφαλήν, προὔπεμπον, παρακαλῶν γενναίως φέρειν τὸ συμβεβηκός. Πιστεύω γάρ, ἔφην, τῷ καλέσαντί σε Χριστῷ καὶ τοῖς ἰδίοις ἐπιστήσαντι προβάτοις ὅτι τοσαύτην ἐκ τῆς διακονίας ταύτης κτήσῃ παρρησίαν ὡς καὶ ἡμᾶς κατὰ τὴν ἡμέραν ἐκείνην κινδυνεύοντας εἰς τὴν αἰώνιόν σου δέξασθαι σκηνήν.