Ancient Greek · ~4 min
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 6.5
Not analysed yet
εʹ. Ὅτι πρὸς πάντα ἐπιτήδειον εἶναι χρὴ τὸν ἱερέα Μέγας ὁ τῶν μοναχῶν ἀγὼν καὶ πολὺς ὁ μόχθος· ἀλλ' εἴ τις τῇ καλῶς ἱερωσύνῃ διοικουμένῃ τοὺς ἐκεῖθεν ἱδρῶτας παραβάλοι, τοσοῦτον εὑρήσει τὸ διάφορον ὅσον ἰδιώτου καὶ βασιλέως τὸ μέσον. Ἐκεῖ μὲν γὰρ εἰ καὶ πολὺς ὁ πόνος, ἀλλὰ κοινὸν τῆς ψυχῆς καὶ τοῦ σώματος τὸ ἀγώνισμα· μᾶλλον δὲ τὸ πλέον τῇ τοῦ σώματος κατορθοῦται κατασκευῇ. Κἂν μὴ τοῦτο ἰσχυρὸν ᾖ, μένει καθ' ἑαυτὴν ἡ προθυμία, οὐκ ἔχουσα εἰς ἔργον ἐξελθεῖν· καὶ γὰρ καὶ νηστεία σύντονος καὶ χαμευνία καὶ ἀγρυπνία καὶ ἀλουσία καὶ ὁ πολὺς ἱδρὼς καὶ τὰ λοιπὰ ὅσα πρὸς τὴν τοῦ σώματος ἐπιτηδεύουσι ταλαιπωρίαν πάντα οἴχεται, τοῦ κολάζεσθαι μέλλοντος οὐκ ὄντος ἰσχυροῦ. Ἐνταῦθα δὲ καθαρὰ τῆς ψυχῆς ἡ τέχνη καὶ οὐδὲν τῆς τοῦ σώματος εὐεξίας προσδεῖται, ὥστε δεῖξαι τὴν αὐτῆς ἀρετήν. Τί γὰρ ἡμῖν ἡ τοῦ σώματος ἰσχὺς συμβάλλεται πρὸς τὸ μήτε αὐθάδεις εἶναι, μήτε ὀργίλους, μήτε προπετεῖς, ἀλλὰ νηφαλίους καὶ σώφρονας καὶ κοσμίους καὶ τἄλλα πάντα δι' ὧν ἡμῖν ὁ μακάριος Παῦλος τὴν τοῦ ἀρίστου ἱερέως ἀνεπλήρωσεν εἰκόνα;