Ancient Greek · ~8 min
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sacerdotio (lib. 1-6) 6.6
Not analysed yet
ϛʹ. Ὅτι οὐχ οὕτω τὸ μονάζειν ὡς τὸ πλήθους προεστάναι καλῶς καρτερίας σημεῖον Ἀλλ' οὐκ ἐπὶ τῆς τοῦ μονάζοντος ἀρετῆς ἔχοι τις ἂν τοῦτο εἰπεῖν. Ἀλλὰ καθάπερ τοῖς μὲν θαυματοποιοῖς ὀργάνων δεῖ πολλῶν καὶ τροχῶν καὶ σχοινίων καὶ μαχαιρῶν, ὁ δὲ φιλόσοφος ἅπασαν ἐν τῇ ψυχῇ κειμένην ἔχει τὴν τέχνην, τῶν ἔξωθεν οὐ δεόμενος, οὕτω δὴ καὶ ἐνταῦθα. Ὁ μὲν μοναχὸς καὶ τῆς σωματικῆς εὐπαθείας προσδεῖται καὶ τόπων πρὸς τὴν διαγωγὴν ἐπιτηδείων, ἵνα μήτε ἄγαν ἀπῳκισμένοι τῆς τῶν ἀνθρώπων ὦσιν ὁμιλίας καὶ τὴν ἀπὸ τῆς ἐρημίας ἔχωσιν ἡσυχίαν, ἔτι δὲ καὶ τῆς ἀρίστης μὴ ἀμοιρῶσι κράσεως τῶν ὡρῶν· οὐδὲν γὰρ οὕτως ἀφόρητον τῷ κατατρυχομένῳ νηστείαις ὡς ἡ τῶν ἀέρων ἀνωμαλία, τῆς δὲ τῶν ἱματίων κατασκευῆς καὶ διαίτης ἕνεκεν ὅσα πράγματα ἔχειν ἀναγκάζονται, πάντα αὐτουργεῖν αὐτοὶ φιλονεικοῦντες, οὐδὲν δέομαι λέγειν νῦν. Ὁ δὲ ἱερεὺς οὐδενὸς τούτων εἰς τὴν αὑτοῦ δεήσεται χρείαν, ἀλλ' ἀπερίεργος καὶ κοινὸς ἐν ἅπασίν ἐστι τοῖς οὐκ ἔχουσι βλάβην, τὴν ἐπιστήμην ἅπασαν ἐν τοῖς τῆς ψυχῆς θησαυροῖς ἀποκειμένην ἔχων. Εἰ δέ τις τὸ μένειν ἐφ' ἑαυτῷ καὶ τὰς τῶν πολλῶν ὁμιλίας ἐκτρέπεσθαι θαυμάζοι, καρτερίας μὲν τοῦτο δεῖγμα καὶ αὐτὸς εἶναι φαίην ἄν, οὐ μὴν ἁπάσης τῆς ἀνδρείας τῆς ἐν τῇ ψυχῇ τεκμήριον ἱκανόν. Ὁ μὲν γὰρ εἴσω λιμένων ἐπὶ τῶν οἰάκων καθήμενος οὔπω τῆς τέχνης ἀκριβῆ δίδωσι βάσανον, τὸν δὲ ἐν μέσῳ τῷ πελάγει καὶ τῷ χειμῶνι δυνηθέντα διασῶσαι τὸ σκάφος, οὐδεὶς ὅστις οὐκ ἂν φαίη κυβερνήτην ἄριστον εἶναι. Οὐ τοίνυν ἡμῖν οὐδὲ τὸν μοναχὸν θαυμαστέον ἂν εἴη λίαν καὶ μεθ' ὑπερβολῆς ὅτι μένων ἐφ' ἑαυτοῦ οὐ ταράττεται, οὐδὲ διαμαρτάνει πολλὰ καὶ μεγάλα ἁμαρτήματα· οὐδὲ γὰρ ἔχει τὰ παρακνίζοντα καὶ διεγείροντα τὴν ψυχήν. Ἀλλ' εἴ τις πλήθεσιν ὅλοις ἑαυτὸν ἐκδεδωκὼς καὶ τὰς τῶν πολλῶν φέρειν ἁμαρτίας ἀναγκασθεὶς ἔμεινεν ἀκλινὴς καὶ στερρός, ὥσπερ ἐν γαλήνῃ τῷ χειμῶνι τὴν ψυχὴν διακυβερνῶν, οὗτος κροτεῖσθαι καὶ θαυμάζεσθαι παρὰ πάντων ἂν εἴη δίκαιος· ἱκανῶς γὰρ τῆς οἰκείας ἀνδρείας τὴν δοκιμασίαν ἐπεδείξατο.