Ancient Greek · ~19 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta Droside martyre 4.1
Not analysed yet
Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν δυνατώτερον τοῦ μετὰ σπουδῆς πολλῆς τὸν φόβον τοῦ Θεοῦ ἔχοντος ἐῤῥιζωμένον, ἀλλὰ κἂν πῦρ, κἂν σίδηρος, κἂν θηρία, κἂν ὁτιοῦν ἕτερον ἀπειλῆται, πάντων ὑπερορᾷ μετὰ πολλῆς τῆς εὐκολίας, καθάπερ οὖν καὶ ἡ μακαρία αὕτη Δροσίς. Ἐπειδὴ γὰρ ἧψε τὴν πυρὰν ὁ τύραννος· οὐδὲ γὰρ ἐπὶ βάραθρον αὐτὴν ἤγαγεν, οὐδὲ τὴν κεφαλὴν ἀπέτεμεν, ἵνα μὴ τὸ σύντομον τῆς τιμωρίας εὐκολώτερον αὐτῇ ποιήσῃ τὸν ἆθλον, ἀλλὰ τὸ φρόνημα αὐτῆς καταπλῆξαι βουλόμενος, καὶ τὴν ἀδούλωτον ψυχὴν χειρώσασθαι τῇ τῆς πυρᾶς ὄψει, εἰς μέσον ταύτην ἐνέβαλεν· ἐπειδὴ τοίνυν τὴν πυρὰν ἀνῆψε, καὶ ἡ κάμινος ἀνεκαίετο, καὶ πρὸς ὕψος ᾔρετο μέγα, ταῦτα βλέπουσα ἡ μακαρία μάρτυς ἀνήπτετο καὶ αὐτὴ τῇ προθυμίᾳ, καὶ ἀνέζει τῷ πυρὶ τοῦ Χριστοῦ πόθου, τῶν τριῶν ἀναμνησθεῖσα παίδων, καὶ λογισαμένη πρὸς ἑαυτὴν, ὅτι κοινωνεῖ τοῖς ἄθλοις ἐκείνοις, καὶ τοὺς αὐτοὺς ἐπιφέρεται στεφάνους αὐτοῖς. Καὶ καθάπερ οἱ μεμηνότες οὐδὲν τῶν ὁρωμένων βλέπουσιν ὡς ἔστιν, ἀλλὰ κἂν ξίφος ἠκονημένον ἴδωσι, κυβιστῶσιν εὐκόλως, κἂν πυρὰν, κἂν βάραθρον, κἂν κρημνὸν, κἂν πέλαγος, κἂν ὁτιοῦν ἕτερον, ἀδεῶς κατὰ πάντων ἑαυτοὺς ἀφιᾶσιν· οὕτω δὴ καὶ αὕτη μανεῖσα μανίαν οὐχὶ τοιαύτην, μὴ γένοιτο. ἀλλ' ἑτέραν πάσης σωφροσύνης σεμνοτέραν, καὶ τῷ τοῦ Χριστοῦ βαφεῖσα πόθῳ οὐδὲν τῶν ὁρωμένων ἑώρα, ἀλλὰ πρὸς τὸν οὐρανὸν μεταταξαμένη καὶ τὴν ψυχὴν ἐκεῖ μεταθεῖσα πάντων κατεγέλα τῶν δεινῶν, καὶ τὸ πῦρ οὐχὶ πῦρ, ἀλλὰ δρόσον εἶναι ἐνόμιζε. Διὰ τοῦτο ἐγὼ τὴν πυρὰν ἐκείνην, καὶ πηγὴν ὑδάτων καθαρωτάτην, καὶ βαφήν τινα θαυμασίαν, καὶ χωνευτήριον καλῶ. Καὶ γὰρ καθάπερ ἐν χωνευτηρίῳ χρυσὸς, οὕτω καὶ τῆς μακαρίας ἐκείνης ἡ ψυχὴ διὰ τῆς πυρᾶς ταύτης καθαρωτέρα ἐγίνετο. Κατετήκοντο μὲν γὰρ σάρκες, καὶ ὀστᾶ συνεφρύγετο, καὶ κατεκαίετο νεῦρα, καὶ ὁ τοῦ σώματος ἰχὼρ πανταχόθεν κατέῤῥει· τῆς ψυχῆς δὲ ἡ πίστις στεῤῥοτέρα καὶ φαιδροτέρα ἐγίνετο. Κἀκεῖνοι μὲν ταῦτα ὁρῶντες ἐνόμιζον αὐτὴν ἀπόλλυσθαι, αὐτὴ δὲ ἐξεκαθαίρετο μᾶλλον, καὶ καθάπερ τὸ χρυσίον ὁ μὲν ἰδιώτης ἑστὼς καὶ ὁρῶν τηκόμενον καὶ καταῤῥέον καὶ ἀναμιγνύμενον τῇ τέφρᾳ, ἀπολωλέναι καὶ διεφθάρθαι νομίζει, ὁ δὲ τεχνίτης καὶ ἀκριβῶς ταῦτα ἐπιστάμενος οἶδεν ὅτι ταύτῃ καθαρώτερον γίνεται, καὶ μετὰ πύρωσιν αὐτὸ πάντοθεν ἀνασπᾷ λαμπρὸν συλλέγων· οὕτω δὴ καὶ ἐπ' ἐκείνης οἱ μὲν ἄπιστοι τηκομένην αὐτῆς τὴν σάρκα ὁρῶντες καὶ καταῤῥέουσαν, ἐνόμιζον τέφραν γίνεσθαι καὶ κόνιν, οἱ δὲ πιστοὶ σφόδρα ἀκριβῶς ᾔδεσαν, ὅτι τηκομένη πᾶσαν ἀποτίθεται κηλῖδα, καὶ λαμπροτέρα ἄνεισιν ἀφθαρσίαν ἀπολαβοῦσα. Καὶ ἐν αὐτῇ τῇ πυρᾷ, πρὸ τῆς ἀναστάσεως, οὐχ ὡς ἔτυχεν ἐκράτει τῶν ἀντικειμένων δυνάμεων· αἱ γὰρ σάρκες λυθεῖσαι τῷ πυρὶ, καὶ ψόφον ἀποτελοῦσαι, μετὰ πολλῆς αὐτὰς τῆς περιουσίας ἐτρέποντο. Καὶ καθάπερ στρατιώτης γενναῖος ὅπλα χαλκᾶ περιθεὶς ἑαυτῷ, καὶ αὐτῷ τῷ ψόφῳ τῶν ὅπλων τοὺς δειλοτέρους καταπλήττει τῶν ἀντιπάλων· οὕτω δὴ καὶ τότε ἡ μακαρία Δροσὶς τῷ ψόφῳ τοῦ δέρματος τὰς δυνάμεις ἐκείνας ἐφυγάδευε, καὶ οὐ τούτῳ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ ἑτέρῳ πάλιν οὐκ ἐλάττονι τούτου. Ὁμοῦ τε γὰρ ἐπέβαινε τῆς πυρᾶς, καὶ καπνὸς ἀνελθὼν εἰς ὕψος καὶ τὸν ἀέρα κατασχὼν, τοὺς κατὰ ἀέρα δαίμονας πετομένους ἀπέπνιγεν ἅπαντας, τὸν διάβολον ἀπήλαυνεν, αὐτοῦ τοῦ ἀέρος τὴν φύσιν ἀπέσμηχεν. Ἐπειδὴ γὰρ ἐμολύνετο καπνῷ τῷ τῶν εἰδώλων, *ἀντανίη καπνὸς ἕτερος τὴν ἐξ ἐκείνων ἐγγινομένην αὐτῷ κηλῖδα καθαίρων. Καὶ ἡ πηγῆς δὲ εἰκὼν ἁρμόσειεν ἂν ἐκείνῃ τῇ πυρᾷ. Καθάπερ γὰρ ἐν τῇ πηγῇ ἱμάτιον ἀποδυσαμένη, καὶ τὸ σῶμα φαιδρύνουσα, οὕτως ἐν ἐκείνῃ τῇ φλογὶ τὴν σάρκα τὴν ἑαυτῆς ἱματίου παντὸς εὐκολώτερον ἀποθεμένη καὶ τὴν ψυχὴν λαμπρύνουσα, πρὸς τὸν νυμφίον ἠπείγετο δᾳδουχούντων ἀγγέλων αὐτήν. Εἰ γὰρ τὸν Λάζαρον ἐκεῖνον τὸν ἡλκωμένον ἄγγελοι πρὸς τοὺς κόλπους ἀπήγαγον τοῦ Ἀβραὰμ, πολλῷ μᾶλλον ταύτην δορυφοροῦντες ἀπῄεσαν καθάπερ ἔκ τινος ἱερᾶς παστάδος καὶ νυμφικοῦ θαλάμου τῆς καμίνου παραλαβόντες αὐτὴν, καὶ πρὸς τὸν ἄνω νυμφῶνα ἀνάγοντες. Τίνος δὲ ἕνεκεν καὶ βαφὴν ἐκείνην ἐκάλεσα τὴν πυράν; Ὅτι καθάπερ ἐν βαφῇ τινι θαυμαστῇ πορφύρα γενομένη βασιλικὴ πρὸς τὸν ἄνω βασιλέα ἐπέμπετο, καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῶν οὐρανίων ἁψίδων ἐπέβαινεν, αὐτοῦ τοῦ Χριστοῦ ἀοράτῳ χειρὶ τὴν ἁγίαν τῆς μάρτυρος κατέχοντος κεφαλὴν, καὶ καθάπερ ἐν ὕδατι βαπτίζοντος αὐτὴν τῷ πυρί. Ὢ θαυμαστῆς πυρᾶς. οἷον εἶχεν ἔνδον θησαυρὸν τὴν κόνιν ἐκείνην καὶ τὴν τέφραν παντὸς χρυσίου τιμιωτέραν, πάντων μύρων εὐωδεστέραν, πάντων λίθων τιμαλφεστέραν. Ὅσα γὰρ οὐκ ἰσχύει πλοῦτος καὶ χρυσίον, τοσαῦτα ἰσχύει μαρτύρων λείψανα. Χρυσίον μὲν γὰρ οὔτε νόσον ἀπήλασε πώποτε, οὔτε θάνατον ἐφυγάδευσε, μαρτύρων δὲ ὀστᾶ ἀμφότερα ταῦτα εἰργάσατο, τὰ μὲν ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, τὰ δὲ καὶ ἐφ' ἡμῶν. Καὶ ταῦτα οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ οἱ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ γενόμενοι δίκαιοι μετὰ ἀκριβείας ἴσασι φιλοσοφεῖν, ὅτε πάντων ἐξελθόντων Αἰγύπτου, καὶ τῶν μὲν χρυσίον, τῶν δὲ ἀργύριον ἐπιφερομένων, ὁ Μωσῆς ἀντὶ πλούτου παντὸς τὰ τοῦ Ἰωσὴφ ὀστᾶ λαβὼν ἐπεφέρετο, θησαυρὸν μέγιστον καὶ μυρίων γέμοντα ἀγαθῶν μεθ' ἑαυτοῦ κομίζων οἴκαδε.