Ancient Greek · ~18 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta Droside martyre 5.1
Not analysed yet
Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν ἐξ Αἰγύπτου μετεφέρετο εἰς Παλαιστίνην; ἐν γὰρ μαρτύρων μνήμῃ τὰ τοιαῦτα μάλιστα ἐξετάζειν ἀνάγκη. Καὶ γὰρ πολλοὶ περὶ ταφῆς ἀκριβολογούμενοι, καὶ τοῖς προσήκουσιν ἐπισκήπτοντες, ὅπως κἂν ἀλλαχοῦ τύχωσι τελευτήσαντες, οἴκοι κομίσαντες ἐκεῖνοι αὐτοὺς κατορύξωσιν, εἶτα ἐπὶ μικροψυχίᾳ διὰ τοῦτο παρ' ἡμῶν σκωπτόμενοι, ταύτην ἡμῖν προεβάλλοντο τὴν ἱστορίαν, καὶ λεγόντων ἡμῶν ὅτι οὐδὲν διαφέρει, ἄν τε οἴκοι τις, ἄν τε ἐπὶ τῆς ἀλλοτρίας τύχῃ ταφῆς, ἔλεγον· Οὐκοῦν τίνος ἕνεκεν, εἰ μηδὲν διαφέρει, ἀπὸ τῆς Αἰγύπτου τὰ ὀστᾶ λαβὼν τοῦ Ἰωσὴφ εἰς τὴν Παλαιστίνην ἐκόμισεν ὁ Μωσῆς; Ἐγὼ δὲ καὶ μεῖζον ἐρῶ, ὅτι οὐ μόνον ὁ Μωσῆς ἔλαβεν, ἀλλ' ὅτι κἀκεῖνος τελευτῶν ἐνετείλατο. Τὸ γὰρ δὴ μεῖζον τοῦτό ἐστιν· Ἐπισκοπῇ γὰρ, φησὶν, ἐπισκέψαι ὑμᾶς ὁ Θεὸς, καὶ ἀνοίσετε τὰ ὀστᾶ μου. Τίνος οὖν ἕνεκεν κἀκεῖνος εἶπε, καὶ οὗτος ἐπήκουσε; καὶ γὰρ ἄξιον ζητήσεως τὸ λεγόμενον. Τί λέγεις; ὁ πατριάρχης ὁ καταφρονήσας καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ὑπεριδὼν, οὗ οὐκ ἦν ἄξιος ὁ κόσμος, ὁ ξένος καὶ παρεπίδημος, ὁ τὰ ἐν οὐρανοῖς καθ' ἑκάστην φανταζόμενος τὴν ἡμέραν, ὁ πρὸς τὴν ἄνω βλέπων Ἱερουσαλὴμ, οὗτος ἡνίκα μὲν ἔζη διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσε, καὶ δεσμωτήριον ᾤκησε, καὶ οὐκ ἐπεστράφη πρὸς τὰς ἐπιβουλὰς ἐκείνας· ἐπειδὴ δὲ ἔμελλε τελευτᾷν, οὕτω μικρολογεῖται, ὡς τοσαύτην ποιήσασθαι σπουδὴν ὑπὲρ τῆς τῶν ὀστῶν μετακομιδῆς, καὶ ἐκ τοσούτου διαστήματος κελεύει τὰ λείψανα ἀνάγεσθαι; Καὶ τίς ἂν ταῦτα εἴποι; τί γὰρ τὸ κέρδος ἦν, ἢ ποῖον τὸ ὄφελος τῷ κατοιχομένῳ ἀπὸ τῆς τῶν ὀστῶν μεταθέσεως; Τίνος οὖν ἕνεκεν ἐπέσκηψεν; Οὐχὶ τῶν ὀστῶν φροντίζων, ἀλλ' ἔστι μὲν εἰπεῖν, ὅτι καὶ τῶν Αἰγυπτίων τὴν ἀσέβειαν δεδοικώς. Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἰργάσατο ἀγαθὰ, καὶ τροφεὺς αὐτῶν καὶ προστάτης ἐγένετο, καὶ τοῦ λιμοῦ παραμυθίαν εὗρε μεγίστην, καὶ ἃ μηδενὶ γέγονε δῆλα, ταῦτα πρῶτος καὶ μόνος ἀνέπτυξε, καὶ εἰς μέσον ἤγαγε, καὶ τὰ ὀνείρατα διαλύσας οὐ μόνον προεδήλωσε τὸν λιμὸν, ἀλλὰ καὶ φάρμακον ἱκανὸν αὐτῷ προαπέθετο, οὕτω καὶ τὰ ταμεῖα τῆς Αἰγύπτου πληρώσας, ὡς μηδένα αὐτοῦ τῆς παρουσίας αἰσθέσθαι· ἵν' οὖν μὴ θεὸς νομίζηται μετὰ τελευτὴν διὰ τὸ τῆς εὐεργεσίας μέγεθος, τῶν βαρβάρων ἐκείνων εὐκόλως ἐξ ἀνθρώπων ποιούντων θεοὺς, πάσης ἀσεβείας ἀναιρῶν ὑπόθεσιν, ἐκέλευσεν ἀπενεχθῆναι οἴκαδε τὰ ὀστᾶ. Μία μὲν οὖν αὕτη πρόφασις· ἔστι δὲ καὶ ἑτέραν εἰπεῖν ἀναμφισβήτητον· καὶ γὰρ ἀπὸ τῶν Γραφῶν αὐτὴν πιστώσασθαι ἔνι. Ποίαν δὴ ταύτην; ᾜδει παρὰ τοῦ πατρὸς ἀκούσας, ἐκείνου παρὰ τοῦ πάππου λόγον εἰς αὐτὸν κατενεχθέντα μαθόντος, ὅτι πολλὰ ἔτη δουλώσονται καὶ κακώσουσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Ἔσται γὰρ τὸ σπέρμα σου πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν ἔτη τετρακόσια, ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ ἔλεγεν. Ἵν' οὖν μὴ πρὸς τὸ μῆκος ἀπαγορεύσαντες τοῦ χρόνου, καὶ τὴν ταλαιπωρίαν οὐ φέροντες ἀπογνῶσι πρὸς τὴν ἐπάνοδον, καὶ ἀναπέσωσι, μέγιστον αὐτοῖς ἐνέχυρον ἐλπίδος διδοὺς προεῖπεν περὶ τῆς ἀνακομιδῆς τῶν ὀστῶν, ἵν' ἐκεῖνοι πρὸς ἑαυτοὺς λογιζόμενοι, ὅτι εἰ μὴ σφόδρα καὶ μετὰ ἀκριβείας ἑαυτὸν ὁ δίκαιος πεπεικὼς ἦν, ὅτι Πάντες ἐπανήξομεν, οὐκ ἂν περὶ τῶν ὀστῶν ἐνετείλατο, ἀναμφισβήτητον ἔχωσιν ἀπόδειξιν καὶ ἐλπίδα βεβαίαν τῆς εἰς τὴν ἐνεγκοῦσαν ἐπανόδου. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ διὰ τοῦτο προεῖπε περὶ τῶν ὀστῶν αὐτοῦ, οὐχ ὑπὲρ ταφῆς φροντίζων, ἀλλὰ τὴν ἀπιστίαν αὐτῶν διορθούμενος, ἄκουσον τί φησιν ὁ Παῦλος· Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Τί ἐστι, Πίστει; Ἀντὶ τοῦ προεώρα τὰ μακροῖς ὕστερον συμβησόμενα χρόνοις, καὶ ὅτι πάντως οἱ ἔγγονοι ἀπολήψονται τὴν οἰκείαν. Ἵν' οὖν τοῦτο ἐνδείξηται, ἀμφότερα ταῦτα προεῖπε, καὶ ἦν ἰδεῖν θαυμαστὸν καὶ παράδοξον ἐπὶ τῆς ἐξόδου πρᾶγμα τῶν ὀστῶν ἐπιφερομένων. Ὁ γὰρ καταγαγὼν αὐτοὺς εἰς Αἴγυπτον Ἰωσὴφ, αὐτὸς αὐτῶν καὶ ἀνιόντων προηγεῖτο πάλιν, εἰς ὑπομονὴν ἀλείφων καὶ τὴν τῶν μελλόντων ἐλπίδα. Ὁρῶντες γὰρ ἐκεῖνοι τὰ λείψανα πρὸ τῶν ὀφθαλμῶν, εἶτα ἐντεῦθεν ἀναμιμνησκόμενοι τῆς ἱστορίας ἁπάσης ἐκείνης, καὶ ἀναλογιζόμενοι πρὸς ἑαυτοὺς, ὅτι παρὰ τῶν ἀδελφῶν ἐπεβουλεύθη, ὅτι εἰς λάκκον ἐῤῥίφη, ὅτι περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν, ὅτι δεσμωτήριον ᾤκησε, καὶ τὰ ἄλλα δὴ πάντα τὰ συμβεβηκότα αὐτῷ· εἶτα, ὅτι μετ' ἐκεῖνα πάντα βασιλεὺς ἐγένετο καὶ τῆς Αἰγύπτου πρῶτος, καὶ τοσούτων κηδεμὼν καὶ προστάτης, ἱκανὰς εἶχον ἐλπίδας ὑπὲρ τῆς ἀπαλλαγῆς τῶν ἀεὶ καταλαμβανόντων αὐτοὺς δεινῶν, παιδευόμενοι διὰ τῶν ὀστῶν τοῦ δικαίου, ὅτι οὐδεὶς τῶν ἐπὶ τὸν Θεὸν πιστευσάντων, καὶ τὴν παρ' ἐκείνου συμμαχίαν ἀναμεινάντων ἐγκατελείφθη ποτέ. Κἂν γὰρ λυπηρά τινα καὶ ἀβούλητα μεσολαβῇ τὰς ὑποσχέσεις, καὶ μεταξὺ παρεμπίπτῃ, τοῦ τε τέλους οὐδέποτε ἐκκροῦσαι δυνήσεται τοὺς ἐλπίζοντας, ἀλλ' ἐκβήσεται πάντως ἐκεῖνο τὸ προῤῥηθὲν κατὰ τὴν ἄνωθεν ψῆφον, λαμπροτέρους ποιοῦν τοὺς μεθ' ὑπομονῆς ἀναμένοντας τὰ παρὰ τοῦ Θεοῦ θεσπισθέντα ἅπαντα. Διὰ ταῦτα περὶ τῶν ὀστῶν αὐτοῦ ἐνετείλατο.