Ancient Greek
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancta Droside martyre 6.1
Not analysed yet
Μὴ τοίνυν ἐπὶ τοσοῦτον ὑπὲρ τῆς οἴκοι ταφῆς ἀκριβολογώμεθα, μηδὲ θάνατον τρέμωμεν, ἀλλὰ ἁμαρτίαν. Οὐ γὰρ θάνατος ἁμαρτίαν ἔτεκεν, ἀλλὰ ἁμαρτία θάνατον ἡμῖν ἐγέννησε· θάνατος δὲ ἁμαρτίας γέγονε φάρμακον. Ὅτι γὰρ οὐ χρὴ θάνατον δεδοικέναι, ἀλλὰ ἁμαρτίαν, ἄκουσον τί φησιν ὁ προφήτης· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· καὶ ἀλλαχοῦ, Θάνατος ἁμαρτωλῶν πονηρός. Ὁρᾷς ὅτι οἱ μὲν προσέχοντες ἑαυτοῖς καὶ καρπώσασθαι τὰ μέγιστα ἀπ' αὐτοῦ δύνανται, οἱ δὲ ἠμελημένοι καὶ ῥᾳθυμοῦντες, οὗτοί εἰσιν οἱ τὸ πρᾶγμα ἐν τάξει καταδίκης δεχόμενοι; Οὐχ ἁπλῶς δὲ οὐδὲ τοῦτον κινῶ τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλῶν πολλάκις ἀκούω λεγόντων περὶ θανάτου τρόπων, καὶ τοὺς μὲν οὐκ ὄντας ἐπονειδίστους αἰσχυνομένων, τοὺς δὲ μεγίστης ὄντας κατηγορίας ἀξίους οὐ διαβαλλόντων, τούτου χάριν καὶ τοῦτον βούλομαι διευκρινῆσαι τὸν λόγον τήμερον. Εὔκαιρος γὰρ καὶ οὗτος ἐν μαρτύρων ἡμέρᾳ τῆς φιλοσοφίας ὁ τρόπος. Πολλῶν γὰρ ἤκουσα λεγόντων, κυνὸς ἀτιμότερον ὁ δεῖνα τετελεύτηκεν ἐπ' ἀλλοτρίας, οὐδενὸς τῶν ἐπιτηδείων παρόντος, οὔτε τῇ γῇ παραδιδόντος, ἀλλὰ μόλις ὀλίγων γειτόνων ἀλλήλους συγκαλούντων, ἐξ ἐράνου τινὸς περισταλεὶς, οὕτω παρεδόθη ταφῇ. Ἵν' οὖν μὴ ταῦτα ἡμᾶς λυπῇ, ἀναγκαῖον καὶ ταύτην διορθώσασθαι τὴν ὑπόνοιαν. Οὐ γάρ ἐστι τοῦτο κυνὸς ἀθλιώτερον ἀποθανεῖν, ἄνθρωπε, ἀλλὰ κυνὸς ἀθλιώτερον ἀποθανεῖν ἐστι τὸ ἐν ἁμαρτίᾳ ἀποθανεῖν, οὐ τὸ ἐπ' ἀλλοτρίας καταλῦσαι τὸν βίον. Μὴ γάρ μοι τοῦτον εἴπῃς τὸν ἐπὶ τῆς κλίνης τῆς διαχρύσου φερόμενον, τὸν τῆς πόλεως προπεμπούσης ἁπάσης, τὸν τῶν δήμων εὐφημούντων, τὸν ἱμάτια σηρικὰ καὶ διάχρυσα μετὰ πολλῆς ἔχοντα ἐπεστοιβασμένα τῆς ἀφθονίας· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστι, ἀλλ' ἢ δαψιλεστέραν τῷ σκώληκι παραθεῖναι τράπεζαν. Μὴ τοίνυν τοῦτόν μοι δείξῃς, ἀλλὰ δεῖξόν μοι τοῦτον αὐτὸν τὸν μετὰ τοσαύτης προπεμπόμενον τιμῆς κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ὁ Χριστὸς ἐφ' ὑψηλοῦ προκαθέζηται τοῦ βήματος, εἰσαγόμενον, καλούμενον, εὐθύνας ἀπαιτούμενον, ὧν εἶπεν, ὧν ἔπραξεν, ὧν ἐνενόησε. Τότε γὰρ οὐδεὶς αὐτῷ τούτου τοῦ πλήθους παραστήσεται, οὐδὲ ἐξαιρήσεται τῆς κολάσεως αὐτὸν καὶ τῆς τιμωρίας, οὐδὲ παραστήσονται αἱ βοαὶ αὗται καὶ αἱ εὐφημίαι, ἀλλὰ κάτω κύπτων, ἀπαῤῥησίαστος, αἰσχυνόμενος ἐπὶ ταῖς τῶν πραγμάτων κατηγορίαις ἀπαχθήσεται ἑλκόμενος ὑπὸ τῶν πονηρῶν δυνάμεων ἐπὶ τὰς ἀθανάτους κολάσεις μετὰ τοῦ χαλεπωτάτου τῶν ὀδόντων βρυγμοῦ, ἀνόνητα λοιπὸν θρηνῶν καὶ κοπτόμενος ἐκ τῶν ἀφορήτων ὀδυνῶν. Καὶ τὰ μὲν ἐκεῖ τοιαῦτα, οὐ μὴν οὐδὲ τὰ ἐνταῦθα ἀνεκτά. Μετὰ γὰρ τὰς εὐφημίας τὰς ἐν τῷ μέσῳ τὰς ὠνητὰς ἐκείνας, ἢ ἐκ φόβου τινὸς γινομένας, πάντων ἀκούσει κατηγορούντων καὶ ἐν ἀμφόδοις καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ καὶ ἐν καπηλείοις, καὶ ἐν ἑτέροις ἐργαστηρίοις, καὶ ἐν ὁδῷ καὶ ἐν χώρᾳ, καὶ πανταχοῦ τῶν ὁδευόντων ἑκάστου πρὸς τὸν πλησίον μετὰ πολλοῦ τοῦ φόβου διηγουμένου καὶ λέγοντος, οἷα αὐτὸν διαδέξεται κακὰ, οἷαι ἀπαντήσονται τιμωρίαι, οἷαι νῦν ἀναμένουσι βάσανοι. Τί τὸ κέρδος αὐτῷ γέγονε τῆς παρούσης ζωῆς; τί τὸ πλέον ἀπὸ τῆς πλεονεξίας ἐκαρπώσατο; Ἑτέροις τὰ χρήματα καταλιπὼν ἀπῆλθεν, αὐτὸς δὲ τὰ ἁμαρτήματα λαβὼν κατορώρυκται, καὶ πολλοὶ πανταχόθεν κατήγοροι τοῖς ἠδικημένοις συναλγοῦντες, καὶ οἱ μηδὲν πεπονθότες δεινόν. Ὥσπερ γὰρ καὶ ἐπὶ τῶν εὐεργετουμένων, καὶ οἱ μηδὲν παθόντες συνήδονται τοῖς παθοῦσι, καὶ τὸν εὖ ποιήσαντα ἐπαινοῦσιν· οὕτως ἐπὶ τῶν ἐπηρεαζομένων καὶ οἱ μηδὲν ἠδικημένοι συναλγοῦσι τοῖς κακῶς πεπονθόσι, καὶ τὸν ποιήσαντα κακίζουσι. Διὰ τοῦτό φησι· Θάνατος ἁμαρτωλῶν πονηρὸς, καὶ διὰ τὰς ἐνταῦθα κατηγορίας, καὶ διὰ τὰς ἐκεῖ κολάσεις. Οὗτος τοίνυν ἐστὶν ὁ κυνὸς ἀτιμότερον τελευτῶν, ἀλλ' ἐπὶ τῶν δικαίων οὐχ οὕτως· ἀλλὰ κἂν ἐν ἐρημίᾳ, κἂν μηδενὸς περιστέλλοντος, κἂν μηδενὸς παρόντος καταλύσῃ τὴν ζωὴν, ἱκανὸν ἐντάφιον λαβὼν ἄπεισι, τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν· θαυμαστὴν ἔχει τὴν ἐκφορὰν, ἀγγέλων παρόντων, καὶ ψυχὴν ὁδηγούντων, καθάπερ οὖν ἔφθην ἀποδείξας ἐπὶ τοῦ Λαζάρου, μυρίους ἐπαινέτας καταλιμπάνων τῆς ἑαυτοῦ ζωῆς· κἂν παῖδας καταλίπῃ, πάντες οἱ τὴν πόλιν οἰκοῦντες προστάται καὶ κηδεμόνες αὐτῶν ἔσονται, τῆς πρὸς τὸν πατέρα εὐνοίας αὐτοὺς ἀμειβόμενοι. Ὁ δὲ ἐν ἁμαρτίαις καὶ πλεονεξίαις τετελευτηκὼς, κἂν ἀφεὶς παῖδας ἀπέλθῃ, κληρονόμους τῆς οἰκείας ἀπεχθείας εἴασε, καὶ μεταξὺ πολεμίων ἀφῆκε; κἂν ἄπαις τελευτήσῃ τὸν βίον, διὰ τῶν οἰκοδομημάτων, διὰ τῶν ἄλλων κτημάτων, ἅπερ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ἔσχεν, ἀθάνατον ἑαυτοῦ καταλιμπάνει τὴν κατηγορίαν. Ἀλλ' οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ καὶ ἀπελθὼν κερδαίνει τὰ μέγιστα, τῇ τῆς οἰκείας ἀρετῆς μνήμῃ τοὺς ζῶντας ἅπαντας ὠφελῶν, καὶ βελτίους ποιῶν, ὥσπερ οὖν ὁ πονηρὸς καὶ ταύτῃ κολάζεται. Οὐδὲ γὰρ ζῶντες μόνον, ἀλλὰ καὶ ἀποθανόντες πολλοὺς παραβλάπτουσι τῆς οἰκείας πλεονεξίας ἐλέγχους πανταχοῦ καταλιμπάνοντες. Ταῦτ' οὖν εἰδότες, μὴ τοὺς ἐν ἀλλοτρίᾳ, ἀλλὰ τοὺς ἐν ἁμαρτίαις τελευτῶντας ταλανίζωμεν, μηδὲ τοὺς ἐπὶ τῆς οἰκίας, καὶ τοὺς ἐπὶ τῆς κλίνης, ἀλλὰ τοὺς μετ' ἀρετῆς ἀπιόντας μακαρίζωμεν, καὶ ἀρετῆς μὲν ἐπιμελώμεθα, κακίαν δὲ φεύγωμεν. Ἡ μὲν γὰρ καὶ ζῶντας καὶ ἀπελθόντας ὠφελεῖ, αὕτη δὲ ἑκατέρωθεν παραβλάπτει, καταισχύνουσά τε τούτους καὶ εἰς τιμωρίας ἀπάγουσα ἀθανάτους. Ὁ δὲ Θεὸς ὁ καὶ τὴν μακαρίαν ταύτην τὴν σήμερον ἡμᾶς συναγαγοῦσαν καὶ ἀποδύσασθαι καὶ παλαῖσαι καὶ νικῆσαι καὶ στεφανωθῆναι καταξιώσας, καταξιώσειε καὶ ἡμᾶς κοινῇ πάντας καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸν παρόντα βίον ἐξανύσαντας μετὰ τῶν αὐτοῦ προσταγμάτων καὶ νόμων δυνηθῆναι παρὰ τὰς σκηνὰς τῆς ἁγίας ταύτης ἐλθεῖν, καὶ τῶν ἀθανάτων ἀγαθῶν ἀπολαῦσαι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.