Ancient Greek
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sanctis Bernice et Prosdoce 6.1
Not analysed yet
Σὺ δέ μοι σκόπει τὴν σύνεσιν τῶν γυναικῶν καὶ γὰρ ὅτε φυγεῖν ἔδει, ἔφυγον, καὶ ὅτε εἰς τοὺς ἀγῶνας ἐμβῆναι ἐχρῆν, ἔστησαν, καὶ ἠκολούθουν δεδεμέναι τῷ τοῦ Χριστοῦ πόθῳ· ὥσπερ γὰρ οὐ δεῖ πειρασμοὺς ἐπισπᾶσθαι, οὕτως, ὅταν ἐπιστῶσιν, ἀγωνίζεσθαι χρὴ, ἵνα καὶ ἐκεῖθεν τὴν ἐπιείκειαν, καὶ ἐντεῦθεν τὴν ἀνδρείαν ἐπιδειξώμεθα· ὃ δὴ καὶ ἐκεῖναι τότε ἐποίουν· καὶ ἐπανῄεσαν, καὶ ἠγωνίζοντο. Καὶ γὰρ ἠνεῴγει τὸ στάδιον, καὶ ὁ καιρὸς ἐκάλει πρὸς τὰ παλαίσματα· ὁ δὲ τῶν ἀγώνων τρόπος τοιόσδε ἐγένετο. Ἦλθον εἰς πόλιν Ἱεράπολιν καλουμένην, κἀκεῖθεν ἀληθῶς εἰς τὴν ἱερὰν πόλιν ἀνέδραμον διὰ τοιαύτης μηχανῆς. Ποταμὸς παρέῤῥει τὴν ὁδὸν ἐκείνην, καθ' ἣν ἐπανῄεσαν, καὶ λαθοῦσαι τοὺς στρατιώτας ἀριστοποιουμένους καὶ μεθύοντας· τινὲς δέ φασιν, ὅτι καὶ τὸν πατέρα λαβοῦσαι συνεργὸν πρὸς τὸ τοὺς στρατιώτας ἀπατῆσαι, καὶ πείθομαι· τάχα γὰρ διὰ τοῦτο ταῦτα ἔπραξεν, ἵνα τινὰ ἀπολογίαν μικρὰν γοῦν διὰ τῆς προδοσίας ταύτης δυνηθῇ προαποθέσθαι ἑαυτῷ εἰς τὴν ἡμέραν τῆς κρίσεως, τὸ συμπρᾶξαι, καὶ βοηθῆσαι, καὶ εὐκολώτερον ποιῆσαι τὸν ἐπὶ τὸ μαρτύριον δρόμον· λαβοῦσαι τοίνυν αὐτὸν συνεργὸν, καὶ δι' ἐκείνου δυνηθεῖσαι παρακρούσασθαι τοὺς στρατιώτας, εἰσῆλθον εἰς τὸν ποταμὸν μέσον, καὶ ἀφῆκαν ἑαυτὰς κατὰ τῶν ῥευμάτων ἐκείνων. Εἰσῆλθε μήτηρ μετὰ δύο θυγατέρων ἀκουέτωσαν καὶ μητέρες καὶ παρθένοι, καὶ αἱ μὲν οὕτω πειθέσθωσαν μητράσιν, αἱ δὲ οὕτω παιδευέτωσαν θυγατέρας, οὕτω φιλείτωσαν τὰ παιδία· εἰσῆλθε τοίνυν μέση ἡ μήτηρ, ἑκατέρωθεν κατέχουσα τὰς θυγατέρας, ἡ τὸν ἄνδρα ἔχουσα μέσον τῶν ἀπειρογάμων, καὶ ἦν τῆς παρθενίας μέσος ὁ γάμος, καὶ μέσος αὐτῶν ὁ Χριστός. Καθάπερ οὖν ῥίζα δένδρου δύο βλαστοὺς ἔχουσα ἑκατέρωθεν ἑστῶτας, οὕτω καὶ ἡ μακαρία τότε ἐκείνη ἑκατέρωθεν αὐτῆς ἔχουσα τὰς παρθένους εἰσῄει, καὶ κατὰ τῶν ὑδάτων αὐτὰς ἠφίει, καὶ ἀπεπνίγοντο οὕτω· μᾶλλον δὲ οὐκ ἀπεπνίγοντο, ἀλλ' ἐβαπτίζοντο βάπτισμα καινὸν καὶ παράδοξον. Καὶ εἰ βούλει μαθεῖν, ὅτι βάπτισμα ἦν σαφὲς τὸ τότε γενόμενον, ἄκουσον πῶς ὁ Χριστὸς τὸν θάνατον τὸν ἑαυτοῦ βάπτισμα καλεῖ. Τοῖς γὰρ τοῦ Ζεβεδαίου παισὶ διαλεγόμενος, Τὸ μὲν ποτήριόν μου πίεσθε, φησὶ, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Ποῖον δὲ βάπτισμα ἐβαπτίσθη ὁ Χριστὸς μετὰ τὸ Ἰωάννου βάπτισμα, ἀλλ' ἢ τὸν θάνατον καὶ τὸν σταυρόν; Ὥσπερ οὖν Ἰάκωβος οὐχὶ σταυρωθεὶς, ἀλλὰ μαχαίρᾳ τὴν κεφαλὴν ἀποθέμενος τὸ βάπτισμα ἐβαπτίσθη τοῦ Χριστοῦ, οὕτω καὶ αὗται, εἰ καὶ μὴ ἐσταυρώθησαν, ἀλλὰ δι' ὕδατος τελειωθεῖσαι τὸ βάπτισμα ἐβαπτίσθησαν τοῦ Χριστοῦ· ἐβάπτισε δὲ αὐτὰς ἡ μήτηρ. Τί λέγεις; γυνὴ βαπτίζει; Ναὶ, τὰ τοιαῦτα βαπτίσματα καὶ γυναῖκες βαπτίζουσι, καθάπερ οὖν καὶ ἐκείνη τότε καὶ ἐβάπτισε, καὶ ἱέρεια γέγονε· καὶ γὰρ θύματα προσήγαγε λογικὰ, καὶ χειροτονία αὐτῇ ἡ προαίρεσις γέγονε· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐκ ἐδεήθη θυσιαστηρίου θύουσα, οὐδὲ ξύλων, οὐδὲ πυρὸς, οὐδὲ μαχαίρας· πάντα γὰρ ἐγένετο ὁ ποταμὸς, καὶ θυσιαστήριον, καὶ ξύλα, καὶ μάχαιρα, καὶ πῦρ, καὶ θυσία, καὶ βάπτισμα, βάπτισμα πολλῷ τούτου τοῦ βαπτίσματος σαφέστερον. Περὶ μὲν γὰρ τούτου φησὶ Παῦλος· Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· περὶ δὲ τοῦ βαπτίσματος τῶν μαρτύρων οὐκ ἔτι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ λέγει, ἀλλ' ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ. Εἰσῆγε τοίνυν τὰς θυγατέρας ἡ μήτηρ, οὐχ ὡς εἰς ποταμὸν μέλλουσα εἰσάγειν, ἀλλ' ὥσπερ εἰς τὰς ἱερὰς αὐτὰς παστάδας χειραγωγοῦσα· εἰσῆγεν ἑκατέρωθεν κατέχουσα καὶ λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός· σύ μοι αὐτὰ ἔδωκας, σοὶ αὐτὰ παρακατατίθεμαι, τὰ ἐμαυτῆς καὶ ἐμαυτήν. Καὶ οὕτω διπλοῦν ἐγένετο τὸ τῆς γυναικὸς μαρτύριον, μᾶλλον δὲ τριπλοῦν· διὰ μὲν γὰρ ἑαυτῆς ἅπαξ, διὰ δὲ τῶν δύο θυγατέρων δὶς ἐμαρτύρησε· καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παιδία μεθ' ἑαυτῆς εἷλκεν. ἑτέρας τοσαύτης ἔχρῃζεν ὑπομονῆς, μᾶλλον δὲ πολλῷ πλείονος· οὐ γὰρ οὕτως αἱ γυναῖκες ἀλγεῖν εἰώθασιν, ἐπειδὰν αὐταὶ μέλλωσι τελευτᾷν, ὡς ὅταν αἱ θυγατέρες αὐτῶν τοῦτο πάσχωσιν. Ὥστε μειζόνως διὰ τῶν θυγατέρων ἐμαρτύρησεν αὕτη, καὶ πρὸς αὐτὴν ἀπεδύσατο τῆς φύσεως τὴν τυραννίδα, καὶ πρὸς τὴν φλόγα τῶν ὠδίνων ἔστη, καὶ πρὸς τὴν ἀφόρητον τῶν σπλάγχνων ταραχὴν, καὶ πρὸς τὸν τῆς μήτρας θόρυβον. Εἰ γὰρ θυγατέρα μίαν τις ἀποθνήσκουσαν ὁρῶσα ἀβίωτον ἡγεῖται τὸν βίον, αὕτη τὰς δύο θυγατέρας ἀθρόον [αὐτῇ] οὐχὶ ὁρῶσα ἀποθνησκούσας, ἀλλὰ διὰ τῆς οἰκείας χειρὸς πρὸς τὸν θάνατον ἕλκουσα, ἐννόησον ὅσα ἐπεδείκνυτο τὰ μαρτύρια, ὃ μηδὲ ἀκοῦσαι ἑτέροις φορητὸν, διὰ τῶν πραγμάτων ὑπομείνασα ἐκείνη. Οἱ μὲν οὖν στρατιῶται τούτων οὐδὲν εἰδότες ἔμενον ὡς ληψόμενοι πάλιν αὐτὰς, ἐκεῖναι δὲ ἦσαν μετὰ τῶν τοῦ Χριστοῦ στρατιωτῶν λοιπὸν τῶν οὐρανίων ἀγγέλων· οἱ δὲ τηροῦντες οὐκ εἶδον· οὐ γὰρ εἶχον τοὺς τῆς πίστεως ὀφθαλμούς. Ὁ μὲν οὖν Παῦλός φησι περὶ τῆς μητρὸς, ὅτι Σωθήσεται διὰ τῆς τεκνογονίας· ἐνταῦθα δὲ αἱ θυγατέρες διὰ τῆς μητρὸς διεσώθησαν. Οὕτως ὠδίνειν χρὴ τὰς μητέρας. Καὶ γὰρ αὗται αἱ ὠδῖνες τῶν προτέρων βελτίους, πικροτέραν μὲν ὀδύνην, μεῖζον δὲ ἔχουσαι κέρδος. Ἐκείνων ἴσασι τῶν ὠδίνων, ὅσαι μητέρες ἐγένοντο, οἷαι αἱ ὠδῖνες θυγατέρας ἰδεῖν ἀποθνησκούσας· τὸ δὲ καὶ αὐτὴν αὐτόχειρα γενέσθαι τῆς σφαγῆς, ἄφατον ἔχει τὴν ὑπερβολήν.