Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sanctis Bernice et Prosdoce 7.1
Not analysed yet
Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἦλθεν εἰς τὸ δικαστήριον ἡ γυνή; Πρὸ τῆς μάχης ἐβουλήθη τὸ τρόπαιον λαβεῖν, πρὸ τῶν ἀγώνων τὸν στέφανον ἁρπάσαι, πρὸ τῶν παλαισμάτων δέξασθαι τὰ βραβεῖα, οὐ βασάνους δεδοικυῖα, ἀλλὰ τοὺς ἀκολάστους τῶν ἀπίστων ὀφθαλμούς· οὐκ ἐφοβεῖτο, μή τις αὐτῇ διορύξῃ τὰς πλευρὰς, ἀλλ' ἐδεδοίκει, μή τις τῶν θυγατέρων διαφθείρῃ τὴν παρθενίαν. Καὶ ὅτι τοῦτον ἐδεδοίκει τὸν φόβον, οὐκ ἐκεῖνον, καὶ διὰ τοῦτο οὐκ ἦλθεν εἰς τὸ δικαστήριον, δῆλον ἐκεῖθεν. Πολλῷ μείζους βασάνους ὑπέμεινεν ἐν τῷ ποταμῷ· καὶ γὰρ τοῦ σάρκα καταξαινομένην ὁρᾷν πολλῷ χαλεπώτερον καὶ ὀδυνηρότερον, καθάπερ ἔφθην εἰπὼν, τὰ οἰκεῖα σπλάγχνα, τὰς θυγατέρας λέγω, διὰ τῆς οἰκείας καταδῦσαι χειρὸς, καὶ ἀποπνιγομένας ἰδεῖν, καὶ τοῦ τὰς βασάνους ἐνεγκεῖν πολλῷ μείζονος ἔδει τῆς φιλοσοφίας αὐτῇ, ὥστε δυνηθῆναι κατασχεῖν τὰς δεξιὰς τῶν παιδίων, καὶ συνεφελκύσασθαι μεθ' ἑαυτῆς πρὸς τὰ ῥεύματα τοῦ ποταμοῦ. Οὐδὲ γὰρ ἴσον εἰς ὀδύνης λόγον ὑφ' ἑτέρων κακῶς πασχούσας ὁρᾷν, καὶ αὐτὴν διακονεῖσθαι τῷ θανάτῳ, αὐτὴν ὑπουργὸν γενέσθαι τῆς τελευτῆς, αὐτὴν ἀντὶ δημίου καταστῆναι ταῖς θυγατράσιν· ἀλλὰ πολλῷ τοῦτο ἐκείνου χαλεπώτερον καὶ ἀφορητότερον. Καὶ μαρτυρήσετέ μου τῷ λόγῳ πᾶσαι ὅσαι μητέρες ἐγένεσθε, καὶ πεῖραν ὠδίνων ἐλάβετε, καὶ θυγατέρας ἐσχήκατε. Πῶς ἥψατο τῆς δεξιᾶς τῶν παιδίων; πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐλύθη τὰ νεῦρα; πῶς οὐκ ἐξέστησαν αἱ φρένες; πῶς ἴσχυσεν ὁ λογισμὸς ὑπηρετήσασθαι τοῖς γινομένοις; Καὶ γὰρ μυρίων βασάνων πικρότερα ἦν τὰ γινόμενα, ἀντὶ τοῦ σώματος τῆς ψυχῆς αὐτῇ διαξαινομένης. Ἀλλὰ μέχρι τίνος φιλονεικοῦμεν διώκειν ἀκίχητα; οὐδεὶς γὰρ παραστῆσαι δυνήσεται λόγος τοῦ πάθους τὸ μέγεθος, ἀλλὰ μόνη ἡ πεῖραν λαβοῦσα καὶ ἀγωνισαμένη γυνὴ οἶδεν, ὁποῖα ταῦτά ἐστι τὰ παλαίσματα. Ταῦτα ἀκουέτωσαν μητέρες, ἀκουέτωσαν παρθένοι, μητέρες μὲν ἵνα οὕτω παιδεύωσι τὰς θυγατέρας, παρθένοι δὲ ἵνα οὕτω πείθωνται ταῖς μητράσιν. Οὐ γὰρ δὴ μόνον τὴν μητέρα ἐπαινεῖν χρὴ τὴν τοιαῦτα ἐπιτάξασαν, ἀλλὰ καὶ τὰς θυγατέρας θαυμάζειν, αἳ τὰ τοιαῦτα ὑπήκουσαν· οὔτε γὰρ ἡ μήτηρ ἐδεήθη δεσμῶν πρὸς τὰ ἱερεῖα καὶ τὰ θύματα, οὔτε αἱ δαμάλεις ἐσκίρτησαν, ἀλλ' ἴσῃ τῇ προθυμίᾳ καὶ ψυχῇ τὸν ζυγὸν ἕλκουσαι τοῦ μαρτυρίου, οὕτως εἰσῄεσαν εἰς τὸν ποταμὸν τὰ ὑποδήματα ἔξω τῆς ὄχθης ἀφεῖσαι· τοῦτο δὲ ἐποίουν, φειδόμεναι τῶν φυλάκων· τοσαύτη ἡ πρόνοια τῶν ἁγίων ἐκείνων ἦν. Καταλιπεῖν· γὰρ αὐτοῖς ἀπολογίαν ἐσπούδαζον εἰς τὸ δικαστήριον, ἵνα μὴ ὁ ὠμὸς καὶ ἀπηνὴς δικαστὴς ἐκεῖνος ἐγκαλεῖν ἔχῃ προδοσίαν, καὶ ὅτι λαβόντες ἀργύριον τὰς γυναῖκας ἀφῆκαν· διὰ τοῦτο κατέλιπον τὰ ὑποδήματα τῇ γνώμῃ μαρτυροῦντα τῶν στρατιωτῶν, ὅτι οὐκ εἰδότων αὐτῶν, ἀλλ' ἀγνοούντων πρὸς τὸν ποταμὸν ηὐτομόλησαν. Τάχα πολὺς ὑμῖν ἐγένετο πόθος τῶν ἁγίων ἐκείνων· μετὰ τούτου τοίνυν τοῦ πυρὸς προσπέσωμεν αὐτῶν τοῖς λειψάνοις· συμπλακῶμεν αὐτῶν ταῖς θήκαις· δύνανται γὰρ καὶ θῆκαι μαρτύρων πολλὴν ἔχειν δύναμιν, ὥσπερ οὖν καὶ τὰ ὀστᾶ τῶν μαρτύρων πολλὴν ἔχει τὴν ἰσχύν. Καὶ μὴ μόνον ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς ταύτης, ἀλλὰ καὶ ἐν ἑτέραις ἡμέραις προσεδρεύωμεν αὐταῖς, παρακαλῶμεν αὐτὰς, ἀξιῶμεν γενέσθαι προστάτιδας ἡμῶν· πολλὴν γὰρ ἔχουσι παῤῥησίαν οὐχὶ ζῶσαι μόνον, ἀλλὰ καὶ τελευτήσασαι· καὶ πολλῷ μᾶλλον τελευτήσασαι. Νῦν γὰρ τὰ στίγματα φέρουσι τοῦ Χριστοῦ· τὰ δὲ στίγματα ἐπιδεικνύμεναι ταῦτα, πάντα δύνανται πεῖσαι τὸν βασιλέα. Ἐπεὶ οὖν τοσαύτη ἡ δύναμις αὐταῖς καὶ ἡ φιλία πρὸς τὸν Θεὸν, τῇ συνεχεῖ προσεδρίᾳ καὶ τῇ διηνεκεῖ πρὸς αὐτὰς ἀφίξει καταστήσαντες ἑαυτοὺς οἰκείους αὐτῶν, ἐπισπασώμεθα δι' αὐτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.