Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De studio praesentium 1.1
Not analysed yet
Ὡς ἡδίστη ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ λειμῶνος παντὸς ἡδίων καὶ παραδείσου τερπνοτέρα, καὶ μάλιστα ὅταν γνῶσις τῇ ἀναγνώσει πρόσκειται. Λειμὼν μὲν γὰρ, καὶ ἀνθῶν κάλλη, καὶ δένδρων κόμαι, καὶ ῥόδον καὶ κιττὸς καὶ μυρίνη τέρπει τὴν ὄψιν, καὶ ὀλίγων παρελθουσῶν ἡμερῶν μαραίνεται· Γραφῶν δὲ γνῶσις τειχίζει τὴν διάνοιαν, καθαίρει τὸ συνειδὸς, ἀνασπᾷ τὰ ἀνελεύθερα πάθη, φυτεύει τὴν ἀρετὴν, μετάρσιον ποιεῖ τὸν λογισμὸν, οὐκ ἀφίησι ταῖς ἀδοκήτοις τῶν πραγμάτων βαπτίζεσθαι περιστάσεσιν, ὑψηλοτέρους καθίστησι τῶν τοῦ διαβόλου βελῶν, πρὸς αὐτὸν μετοικίζει τὸν οὐρανὸν, ἀπολύει τὴν ψυχὴν τῶν συνδέσμων τοῦ σώματος, κοῦφα ἐργάζεται τὰ πτερὰ, [καὶ] πᾶν ὅπερ ἂν εἴπῃ τις ἀγαθὸν, εἰς τὴν τῶν ἀκροατῶν εἰσοικίζει διάνοιαν. Διὸ καὶ τοὺς ἀπολιμπανομένους οὐ παύομαι ταλανίζων, καὶ τοὺς παραγενομένους μακαρίζων, ὅτι δὴ Θησαυρὸν συλλέγετε ἀνάλωτον καὶ πλοῦτον ἀδαπάνητον καὶ περιουσίαν φθόνον οὐκ ἔχουσαν, καὶ πολλῆς ἐμπλησθέντες τῆς εὐφροσύνης οἴκαδε ἀναχωρεῖτε. Οὐδὲν γὰρ οὕτως ἡδονὴν ποιεῖν δύναιτ' ἂν, ὡς συνειδὸς καθαρόν· γίνεται δὲ καθαρὸν συνειδὸς, κἂν μυρίοις ἁμαρτήμασιν ᾖ βεβαρημένον, ἀκροάσεως συνεχοῦς ἀπολαῦον. Οὐδὲ γὰρ τοῖς προτέροις προστίθησι πλημμελήμασιν, ἀλλὰ καὶ τὰ ὄντα δαπανᾷ, καὶ τὴν ψυχὴν ὀκνηροτέραν καθίστησι πρὸς τὸ τοῖς αὐτοῖς πάλιν ἐπιχειρεῖν πράγμασι. Διὰ δὴ τοῦτο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ταῦτα συνεχῶς ἐπᾴδειν τοῖς ἀπολιμπανομένοις, καὶ ταχέως αὐτοὺς πρὸς τὴν κοινὴν ἐπαναγαγεῖν μητέρα, καὶ κοινωνοὺς τῶν κερδῶν ποιεῖν τῶν πνευματικῶν· οὐ γὰρ μείωσίν τινα, ἀλλὰ πλεονασμὸν ἡ κοινωνία αὕτη κατασκευάζει. Ἀλλ', ὢ τῆς τῶν χρημάτων τυραννίδος. ἢ τοὺς πλείους ἀποβουκολεῖ τῶν ἀδελφῶν τῶν ἡμετέρων· οὐδὲν γάρ ἐστιν αὐτοὺς τὸ ἐντεῦθεν ἀπάγον, ἢ τὸ χαλεπὸν νόσημα ἐκεῖνο καὶ ἡ μηδέποτε σβεννυμένη κάμινος· αὕτη ἡ δέσποινα καὶ βαρβάρου πάσης βαρβαρικωτέρα, καὶ θηρίου χαλεπωτέρα, καὶ δαιμόνων ἀγριωτέρα, τοὺς αἰχμαλώτους λαμβάνουσα τοὺς ἑαυτῆς, περιφέρει νῦν κατὰ τὴν ἀγορὰν, χαλεπὰ ἐπιτάττουσα ἐπιτάγματα, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι συγχωροῦσα τῶν ὀλεθρίων πόνων. Ἀλλὰ τί ποιήσουσιν, ὅταν ἡμέρα παραγένηται ἡ φοβερὰ, ἡ ψῆφος ἡ ἀδέκαστος, καὶ ὁ κριτὴς ὁ ἀπαραλόγιστος; ὅταν τὰ παραπετάσματα τῶν οὐρανῶν συνέλκηται, καὶ ὁ δῆμος τῶν ἀγγέλων μετὰ τοῦ δικάζοντος καταβαίνῃ; ὅταν πάντα γυμνὰ καὶ τετραχηλισμένα φαίνηται; οὔτε γὰρ ῥητόρων δεινότης τότε, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τὸ δίκαιον διαφθεῖραι δυνήσεται. Ὅτε γὰρ ἀδέκαστος καὶ τὰ πάντα εἰδὼς σαφῶς, αὐτά τε τὰ ἁμαρτήματα πρὸ τῶν ὀφθαλμῶν ἵσταται, ὥσπερ ἐν εἰκόνι τινὶ ὑπογεγραμμένα· τότε οὐ βασιλεὺς, οὐκ ἰδιώτης φαίνεται, οὐ πτωχὸς, οὐ πλούσιος, οὐ σοφὸς, οὐκ ἀμαθὴς, ἀλλὰ πάντα ταῦτα περιαιρεῖται τὰ προσωπεῖα, καὶ ἀπὸ τῆς τῶν πεπραγμένων ὄψεως ἕκαστος δείκνυται· οὐκ ἔστι διάδημα ἰδεῖν περικείμενον, οὐδὲ ἁλουργίδα περιβεβλημένον· οὐκ ἔστιν ἐπ' ὀχημάτων φερόμενον καὶ μυρίους ἔχοντα ῥαβδούχους τοὺς ἐπὶ τῆς ἀγορᾶς σοβοῦντας· ἀλλὰ πάντα ταῦτα ἐκποδὼν, καὶ γυμνὸς ἕκαστος εἰσάγεται τὴν ἀπὸ τῶν πράξεων, ἢ προδοσίας, ἢ σωτηρίας ἔχων ὑπόθεσιν· ὡς γὰρ ἂν ἕκαστα τούτων τύχῃ πεπραγμένα, οὕτως ἡ ψῆφος φέρεται. Πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο, ὅτι μετὰ τοσαύτης ἀκούετε τῶν ῥημάτων τούτων τῆς προθυμίας· ὁ γὰρ ἑκάστου στεναγμὸς, καὶ τὸ τύπτειν τὸ μέτωπον, τὸν καρπόν μοι τῶν σπερμάτων τούτων δείκνυσι. Διὰ ταῦτα ταλανίζω τοὺς ἀπολειφθέντας, ὅτι δυνάμενοι τοσαύτης ἀπολαύειν ἐπιμελείας, ἕλκεσιν ἐμφύρονται καὶ τραύμασι καθημερινοῖς, καὶ οὐδὲ ὅτι νοσοῦσιν ἴσασιν· ὅθεν αὐτοὺς καὶ ὑγιᾶναι δύσκολον. Τίς γὰρ αὐτοῖς διαλέξεται περὶ τούτων; αἱ γυναῖκες αἱ συνοικοῦσαι; ἀλλὰ μία φροντὶς ἐκείναις ὑπὲρ χρυσίων καὶ ἱματίων καὶ τῆς πολυτελείας καὶ τῆς κατὰ τὴν οἰκίαν προνοίας ἐνοχλεῖν τοὺς συνοικοῦντας. Ἀλλ' οἱ οἰκέται; πῶς, οἱ μήτε παῤῥησίαν τινὰ κεκτημένοι, καὶ μίαν ἔχοντες καὶ αὐτοὶ σπουδὴν τὴν διακονίαν αὐτῶν ἀποπληροῦν; Ἀλλ' οἱ δικασταί; ἀλλ' οὐδενὸς ἑτέρου λόγος ἐκείνοις, ἢ τῆς τῶν πολιτικῶν πραγμάτων ἐπιμελείας. Ἀλλ' οἱ βασιλεῖς καὶ οἱ τὰ διαδήματα ἔχοντες; ἀλλὰ καὶ ἐκείνοις περὶ ἀρχῆς καὶ δυναστείας καὶ χρημάτων ἅπας ὁ πόνος, ἅπασα ἡ σπουδή. Ἀλλ' αὐτοὶ ἑαυτοῖς; πῶς οἱ μηδὲ ἀναπνεῖν ἔχοντες ἀπὸ τοῦ τῶν πραγμάτων ὄχλου, ἀλλὰ καὶ νύκτα καὶ ἡμέραν εἰς ταῦτα δαπανώμενοι; Τίνος οὖν οὐκ ἂν εἶεν ἐλεεινότεροι οἱ μυρία μὲν δεχόμενοι τραύματα, ἐνταῦθα δὲ μὴ ἀπαντῶντες, ἔνθα δυνήσονται μαθεῖν, ὅτι, κἂν τραύματα ἔχωσι, δυνατὸν τούτων ἀπαλλαγῆναι, καὶ ὑγείας τυχεῖν; Πότε οὖν οὗτοι τῆς ψυχῆς τῆς ἑαυτῶν ἐπιμελήσονται; Ἀγαπητὸν γὰρ τοὺς συνεχῶς εἰς ἐκκλησίαν ἀπαντῶντας, καὶ διδασκαλίας ἀπολαύοντας πνευματικῆς, καὶ τοσαύτης τυγχάνοντας ἐπιμελείας, δυνηθῆναι περιγενέσθαι καὶ χαλινῶσαι τὰς πονηρὰς ἐπιθυμίας, καὶ διαβλέψαι πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν.