Ancient Greek · ~16 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De studio praesentium 2.1
Not analysed yet
Ἀλλὰ γὰρ ἵνα μὴ διαπαντὸς ἐκείνοις ἐγκαλοῦντες τῶν εἰωθότων ὑμᾶς ἀποστερήσωμεν, φέρε δὴ πάλιν τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ αὐτοῦ τοῦ ψάλλειν τὸ κέρδος ὑμῖν διηγησώμεθα. Ἰδοὺ γὰρ ὁ ψαλμὸς ἐπεισελθὼν τὰς διαφόρους ἐκέρασε φωνὰς, καὶ μίαν παναρμόνιον ᾠδὴν ἀνενεχθῆναι παρεσκεύασε, καὶ νέοι καὶ γέροντες, καὶ πλούσιοι καὶ πένητες, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ δοῦλοι καὶ ἐλεύθεροι μίαν τινὰ μελῳδίαν ἀνηνέγκαμεν ἅπαντες. Εἰ γὰρ κιθαρῳδὸς τὰς διαφόρους νευρὰς τῇ τῆς τέχνης ἀκριβείᾳ κεράσας, τὰς πολλὰς μίαν ἐργάζεται μενούσας πολλάς· τί καινὸν, εἰ ἡ τοῦ ψαλμοῦ καὶ τῆς ᾠδῆς τῆς πνευματικῆς δύναμις τὸ αὐτὸ τοῦτο εἰργάσατο; Οὐ γὰρ δὴ μόνον τοὺς παρόντας ἡμᾶς, ἀλλὰ καὶ τὸν τελευτήσαντα τοῖς ζῶσιν ἀνέμιξε· καὶ γὰρ [καὶ] ἐκεῖνος μεθ' ἡμῶν ἔψαλλεν ὁ μακάριος οὗτος προφήτης· καίτοι γε ἐν βασιλικαῖς αὐλαῖς οὐκ ἔνι τοῦτο, ἀλλὰ κάθηται μὲν ὁ τὸ διάδημα περικείμενος, παρεστήκασι δὲ πάντες σιγῇ, καὶ ταῦτα ἐν μεγίσταις ὄντες ἀρχαῖς. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ φθέγγεται ὁ προφήτης, καὶ πάντες ἀποκρινόμεθα, καὶ πάντες συνεπηχοῦμεν· καὶ οὐκ ἔστι δοῦλον ἐνταῦθα ἰδεῖν, οὐδὲ ἐλεύθερον, οὐδὲ πλούσιον καὶ πένητα, οὐδὲ ἄρχοντα καὶ ἰδιώτην· ἀλλ' ἐκποδὼν ἅπασα αὕτη ἡ τοῦ βίου ἀνωμαλία ἀπελήλαται, καὶ εἷς χορὸς ἐξ ἁπάντων συγκεκρότηται, καὶ ἰσηγορία πολλὴ, καὶ τὸν οὐρανὸν ἡ γῆ μιμεῖται. Τοσαύτη τῆς ἐκκλησίας ἡ εὐγένεια. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ὁ μὲν δεσπότης μετὰ πολλῆς ψάλλει τῆς παῤῥησίας, ἐπιστομίζεται δὲ ὁ οἰκέτης· οὐδ' αὖ ὁ πλούσιος μὲν κινεῖ τὴν γλῶτταν, ἀφωνίᾳ δὲ ὁ πένης καταδικάζεται· οὐδ' αὖ ἀνὴρ μὲν παῤῥησιάζεται, γυνὴ δὲ σιγᾷ καὶ ἄφωνος ἕστηκεν· ἀλλὰ πάντες τῆς αὐτῆς ἰσοτιμίας ἀπολαύοντες, κοινὴν ἀναφέρομεν τὴν θυσίαν, κοινὴν τὴν προσφοράν· οὐδ' ἔχει τι πλέον οὗτος ἐκείνου, οὐδὲ ἐκεῖνος τούτου, ἀλλὰ πάντες ἐν τῇ αὐτῇ τιμῇ, καὶ φωνὴ μία ἐκ διαφόρων γλωττῶν πρὸς τὸν τῆς οἰκουμένης ἀναπέμπεται Δημιουργόν. Ἡ διαφορὰ δὲ οὐκ ἐν τῷ δούλῳ καὶ ἐν τῷ ἐλευθέρῳ, οὐκ ἐν τῷ πλουσίῳ καὶ ἐν τῷ πένητι, οὐκ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ, ἀλλ' ἐν τῇ γνώμῃ, ἐν τῇ σπουδῇ καὶ τῇ ῥᾳθυμίᾳ, ἐν τῇ κακίᾳ καὶ τῇ ἀρετῇ. Οὕτω γὰρ καὶ πλούσιον ἐγὼ τὸν πένητα δύναμαι καλεῖν, καὶ πένητα τὸν πλούσιον, καὶ γυναῖκα τὸν ἄνδρα, καὶ ἄνδρα τὴν γυναῖκα, καὶ ἰδιώτην τὸν σοφὸν, καὶ σοφὸν τὸν ἰδιώτην, οὐ συγχέων τῶν πραγμάτων τὴν φύσιν, ἀλλὰ τὸν ἄριστον κανόνα εἰσάγων τὸν πάντα διορθούμενον. Καὶ πῶς ἂν γένοιτο, φησὶν, ὁ ἀνὴρ γυνὴ, πῶς δὲ ἡ γυνὴ ἀνήρ; Οὐ τῆς φύσεως μεταβαλλομένης, ἀλλὰ τῆς προαιρέσεως. Ὅταν γὰρ ἴδω ἄνδρα χρυσοφοροῦντα, καλλωπιζόμενον, τὰς κόμας διατιθέντα, μύρων πνέοντα, μαλακῇ ἱματίων περιβολῇ καὶ βαδίσει θηλυνόμενον, τρυφῇ προσέχοντα, πῶς ἂν δυναίμην ἄνδρα καλέσαι τοῦτον τὸν τὴν εὐγένειαν τῆς φύσεως προδεδωκότα, καὶ πρὸς τὸ θῆλυ μεθαρμοζόμενον; Εἰ γὰρ οὐδὲ γυναῖκα ταῦτα ποιοῦσαν ἐν τοῖς ζῶσιν ὁ Παῦλος ἀριθμεῖν οὐκ ἀξιοῖ, ἀλλ' ἐξορίζει τοῦ τῶν ἐμπνεόντων χοροῦ, καὶ μετὰ τῶν τεθνεώτων ἵστησι, λέγων· Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν· πῶς ἂν ὁ ἀνὴρ εἰς τὴν τῶν ἀνδρῶν καταλεχθῇ τάξιν ταῦτα ποιῶν, ἅπερ γυνὴ πράττουσα καὶ τὸ ζῇν ἀπολώλεκε; Τὸν γὰρ ἄνδρα μή μοι ἀπὸ τῆς χλανίδος δείξῃς, μηδὲ ἀπὸ τῆς ζώνης, μηδὲ ἀπὸ τοῦ σοβεῖν κατὰ τὴν οἰκίαν καὶ φοβερὸν εἶναι καὶ ἀπειλεῖν, ἀλλ' ἀπὸ τῆς κατὰ διάνοιαν φιλοσοφίας, ὅταν τῶν παθῶν κατέχῃ, ὅταν τῶν νοσημάτων τῆς ψυχῆς περιγίνηται, ὅταν ἄρχῃ τῆς οἰκίας αὐτοῦ τῆς ἔνδον, τῆς κατὰ ψυχὴν λέγω, καὶ μὴ ὑπὸ τῶν ἀτόπων λογισμῶν παρασύρηται· τοῦτο μάλιστα ἀνήρ. Ἂν δὲ μέθῃ καὶ κραιπάλῃ προσέχῃ, καὶ τὴν ἡμέραν δαπανᾷ καὶ ἀναλίσκῃ εἰς κώμους καὶ παροινίας, κηροῦ παντὸς μαλακώτερος ὑπὸ τοῦ πάθους γινόμενος, πῶς δυνήσομαι τὸν τοιοῦτον ἄνδρα καλεῖν, τὸν αἰχμάλωτον, τὸν δοῦλον τὸν ἀργυρώνητον, τὸν πᾶσιν ἐνδιδόντα τοῖς πάθεσι, τὸν κατακλώμενον, τὸν μαλακιζόμενον, τὸν θρυπτόμενον, τὸν ὑπὸ πάντων καταβαλλόμενον, τὸν οὐδὲ στῆναι ἐπὶ τῆς παρατάξεως δυνάμενον; Ἢ οὐκ ἴστε ὅτι οὐ πρὸς ἀνθρώπους ἡμῖν ὁμογενεῖς ἐστιν ὁ πόλεμος καὶ ἡ παράταξις, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις, πρὸς τὰς τῶν δαιμόνων φάλαγγας, κατὰ τὸν μακάριον Παῦλον· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας;