Ancient Greek · ~21 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De studio praesentium 4.1
Not analysed yet
Καὶ τίς ἀντερεῖ πρὸς ταῦτα; οὐκ ἔστιν οὐδείς. Ἄκουσον οἷαι καὶ ἐπὶ τῶν ἀποστόλων ἦσαν γυναῖκες· ἄκουσον Παύλου Ῥωμαίοις ἐπιστέλλοντος καὶ λέγοντος· Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἥτις προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. Τί λέγεις, ὦ Παῦλε; γυνὴ σοῦ προστάτις ἐγένετο, καὶ οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς ταῦτα λέγων; Οὐκ αἰσχύνομαι, φησὶν, ἀλλὰ καὶ ἐγκαλλωπίζομαι· καὶ ὁ Δεσπότης ὁ ἐμὸς οὐκ ἐπῃσχύνθη μητέρα γυναῖκα σχεῖν· προστάτις δέ μου ἐγένετο, οὐκ ἐπειδὴ γυνὴ ἦν ἁπλῶς, ἀλλ' ἐπειδὴ φιλόσοφος καὶ εὐλαβείᾳ κομῶσα. Καὶ πῶς Παύλου προστάτις ἐγένετο; τίνος γὰρ ἐδεῖτο Παῦλος ὁ τὴν οἰκουμένην περιτρέχων, ὁ τὸ σῶμα εἰκῆ περικείμενος, ὁ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσας, ὁ δαίμονας ἀπελαύνων, ὁ νόσους διὰ τῶν ἱματίων διορθούμενος, οὗ τὴν φωνὴν καὶ τὴν σκιὰν ἔτρεμεν διάβολος, ὃς ὡς ἄγγελος παρὰ τοῖς πιστοῖς ἐτιμᾶτο, ὂν ᾐδέσθησαν καὶ θηρία, ὃν ἐδυσωπήθη τὸ πέλαγος, καὶ νυχθήμερον ἀπολαβὼν οὐκ ἀπέπνιξεν, ὁ τοῦ παραδείσου πολίτης, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ τῶν ἀποῤῥήτων τῷ Θεῷ κοινωνήσας, ὁ πλέον τῶν ἀποστόλων ἁπάντων κοπιάσας, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τῆς Ἐκκλησίας, ὁ κήρυξ τῶν ἐθνῶν, ὁ γῆν καὶ θάλατταν περιδραμὼν, καὶ πανταχοῦ τρόπαια στήσας τῆς ἰδίας ἀνδρείας, ὁ λιμῷ καὶ δίψει διηνεκῶς παλαίων, ὁ γυμνότητι καὶ κρυμῷ πυκτεύων, καὶ λέγων Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν· ὁ τῷ κόσμῳ νενεκρωμένος, ὁ τὸν κόσμον νεκρὸν εἶναι νομίζων, ὁ τῶν οὐρανῶν πολίτης, ὁ μανικὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ πυρὸς θερμότερος, ὁ σιδήρου εὐτονώτερος, ὁ ἀδάμαντος στεῤῥότερος· οὗτος οὐκ αἰσχύνεται λέγων περὶ γυναικὸς, ὅτι Προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ; καὶ οὐ λέγει μόνον, ἀλλὰ καὶ γράφει· καὶ οὐ γράφει μόνον ἁπλῶς, ἀλλὰ καὶ δήμῳ τοσούτῳ τῶν Ῥωμαίων ἐπιστέλλων φλεγμαίνοντι καὶ μέγα φρονοῦντι ἀπὸ τῶν ἔξωθεν ἀξιωμάτων, ταῦτα ἐπέστελλεν· οὐκ ἐκείνοις δὲ μόνον ἐπέστελλεν, ἀλλὰ καὶ ταῖς μετὰ ταῦτα γενεαῖς ἐβούλετο τοῦτο γενέσθαι κατάδηλον. Εἰ γὰρ μὴ ἐβούλετο, οὐκ ἂν τῇ ἐπιστολῇ τοῦτο ἐνέθηκε· νῦν δὲ θέλων διηνεκεῖ μνήμῃ παραδοθῆναι τὸ πρᾶγμα, καὶ προσαγορεύει τὴν γυναῖκα, καὶ διεγείρει πάντας εἰς τὴν ἐκείνης ἀντίληψιν, καὶ προστάτιν αὐτὴν ἑαυτοῦ καλεῖ, καὶ οὐκ αἰσχύνεται οὐδὲ ἐρυθριᾷ. Τοσοῦτόν ἐστι καὶ ἐν γυναικείῳ σώματι ψυχὴ φιλόσοφος. Ταῦτα δὲ λέγω, ἵνα μὴ προφασίζηται γυνὴ λέγουσα, ὅτι διὰ τὸ γυνὴ εἶναι οὐκ ἔφθασα εἰς μέτρον εὐλαβείας πεπληρωμένον. Ἰδοὺ γὰρ αὕτη γυνὴ, καὶ ἡ φύσις οὐκ ἐγένετο κώλυμα, ἀλλὰ κατηξιώθη γενέσθαι Παύλου προστάτις, καὶ πανταχοῦ τῆς οἰκουμένης ἀνακηρύττεται. Πῶς δὲ ἐγένετο αὐτοῦ προστάτις; κινδύνων αὐτὸν ἴσως ἐξήρπασε; Δεδεμένῳ παρεκάθισεν, ἐν ἁλύσει παρεμυθήσατο, τὴν ἀπὸ τῶν ἀναγκαίων χρειῶν παραμυθίαν εἰσήγαγε, τοὺς ἐπιβουλεύοντας ἀνέστειλεν, εἰς θάνατον ἑαυτὴν ἐξέδωκεν, ὥστε τὸν ἅγιον ἐκεῖνον ἀπαγόμενον ἐξαρπάσαι περιστάσεων. Διὰ δὴ τοῦτο καὶ τὴν μετ' ἐκείνην ἐγκωμιάζει, λέγων οὕτως· Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν. Ὅρα δὲ καὶ ἐνταῦθα πάλιν τὴν γυναῖκα λάμπουσαν· εἰ γὰρ μία ἡ ξυνωρὶς, ἀλλὰ προτέτακται ἡ γυνὴ τοῦ ἀνδρός· οὐ γὰρ εἶπεν, Ἀκύλαν καὶ Πρίσκιλλαν, ἀλλὰ, Πρίσκιλλαν καὶ Ἀκύλαν. Τίνες δὲ ἦσαν οὗτοι; Σκηνοποιοὶ τὴν τέχνην, ἐπὶ ἐργαστηρίου ἑστῶτες· ἀλλ' οὐδὲ ἡ τέχνη, οὐδὲ ἡ πενία γέγονε κώλυμα· ἀλλὰ τὴν πόλιν ἅπασαν παραδραμὼν ὁ μακάριος οὗτος εἰς τὸ δωμάτιον τὸ τοῦτο κατήγετο. Τίνος ἕνεκεν καὶ διὰ τί; Οὐκ ἐπειδὴ κίονας εἶχεν, οὐδὲ ἐπειδὴ πλάκας καὶ ἔδαφος ψηφῖσι διηνθισμένον, οὐδὲ ἐπειδὴ χρυσοῦν ὄροφον, οὐδὲ ἐπειδὴ ἀνδραπόδων ἀγέλας, οὐδὲ ἐπειδὴ εὐνούχων θεραπείαν, ἀλλὰ διὰ τὸ τούτων ἁπάντων μάλιστα τὸ δωμάτιον καθαρὸν εἶναι· διότι γυνὴ καὶ ἀνὴρ τὸν ἐκ δικαίων συνάγοντες πόνον, ἐκκλησίαν τὴν οἰκίαν ἐποίουν, οὐχ ἁρπάζοντες, οὐδὲ πλεονεκτοῦντες, ἀλλὰ τῇ τοῦ σώματος λειτουργίᾳ πρὸς τὴν ἀναγκαίαν ἀποχρώμενοι διατροφήν. Διὰ δὴ τοῦτο μάλιστα Παῦλος ἐπιτήδειον τοῦτο τὸ οἴκημα πρὸς τὸ καταλῦσαι ἐνόμισεν. Καὶ ἵνα μάθῃς ὅτι τῆς ψυχῆς αὐτῶν τὴν ἀρετὴν ἀποδεξάμενος, ἐκεῖ κατέμενεν, ἄκουσον τῶν ἑξῆς. Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου, φησὶ, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Εἶδες οὔτε γυναικείαν φύσιν, οὐ τέχνην, οὐ πενίαν ἐμποδίζουσαν τῷ δρόμῳ τῆς ἀρετῆς; εἶδες ξενοδόχον γυναῖκα καὶ ἄνδρα οὐ τραπέζῃ μόνον, ἀλλὰ καὶ αἵματι τὸν Ἀπόστολον ὑποδεχομένους, Τί γὰρ εἰ καὶ μὴ ἐσφάγησαν; ἀλλ' αὐτοὶ τὸ αὑτῶν ἐπλήρωσαν, καὶ ζῶντες ἐγένοντο μάρτυρες, καὶ πολλάκις μάρτυρες, ἀεὶ παραταττόμενοι σφάττεσθαι ὑπὲρ τοῦ Παύλου. Οὐ γὰρ εἶπεν, Οἵτινες χρήματα ἀνάλωσαν, οἵτινες τὴν οἰκίαν ἀνέῳξαν, ἀλλ', ὃ πάντων μεῖζον ἦν, τὸν φόνον, τὴν σφαγὴν εἰς τὸ μέσον τίθησιν, ἵνα εἴπῃ, ὅτι Καὶ ἀποτμηθῆναι εἵλοντο ὑπὲρ ἐμοῦ. Ἀκουέτωσαν οἱ νῦν πλουτοῦντες, καὶ μόλις ὀβολοῦ τοῖς ἁγίοις μεταδιδόντες· ἐκεῖνοι καὶ τοῦ αἵματος μετέδωκαν, καὶ τὴν ζωὴν αὐτὴν ἀπεδύσαντο, ἵνα τὸν ἅγιον διασώσωσι καὶ θεραπεύσωσιν· οἱ δὲ παρόντες οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἑαυτῶν οὐσίας πρόοιντο ἂν τοῖς δεομένοις ῥᾳδίως· ἀλλ' ἡ Πρίσκιλλα καὶ ὁ Ἀκύλας καὶ τὰ χρήματα καὶ τὰ σώματα καὶ τὴν ζωὴν αὐτὴν ἐπέδωκαν. Ὁρᾷς ὅσον ἐστὶ γυνὴ φιλοσοφοῦσα, ὅσον ἐστὶν ἀνὴρ καὶ ἐν πενίᾳ καὶ τέχνῃ ζῶν; Τούτους δὴ ζηλώσωμεν, τούτους μιμησώμεθα, καὶ τῶν παρόντων ὑπεριδόντες, πάντα ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἐπιδῶμεν, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ, καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.