Ancient Greek · ~15 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De studio praesentium 3.1
Not analysed yet
Τοῦτο γὰρ μάλιστα ἀνδρός. Ὁ τοίνυν ὡραϊζόμενος, ἀλλ' οὐ νεανιευόμενος, ὁ καλλωπιζόμενος, ἀλλ' οὐκ ἀνδριζόμενος, πῶς ἂν ἐπὶ τῆς παρατάξεως στῇ; ἢ πῶς ἂν ἀνὴρ κληθείη, γυναικὸς πάσης μαλακώτερον διακείμενος; Κατὰ δὴ τὸν αὐτὸν τρόπον, ὥσπερ τοῦτον οὐκ ἂν καλέσαιμι ἄνδρα, ἀλλὰ γυναικὸς μαλακώτερον, οὕτω καὶ τὴν γυναῖκα τὴν ἀνδριζομένην ἀνδρὸς παντὸς στεῤῥοτέραν, ἂν τὰ ὅπλα ἁρπάσασα τὰ πνευματικὰ, καὶ τὸν θώρακα ἐνδυσαμένη τῆς δικαιοσύνης, καὶ τὸ κράνος περιθεμένη τοῦ σωτηρίου, καὶ τὴν ἀσπίδα προβαλλομένη τῆς πίστεως, καὶ τὴν ζώνην ζωσαμένη τῆς ἀληθείας, καὶ τὴν μάχαιραν λαμβάνουσα τοῦ πνεύματος, ἐπὶ τῆς παρατάξεως στῇ λάμπουσα ἀπὸ τῶν ὅπλων, ὑψηλοτέρα τῶν οὐρανῶν ἀπὸ τοῦ φρονήματος γινομένη, διαλύουσα τῶν δαιμόνων τὰς φάλαγγας, καθαιροῦσα τοῦ διαβόλου τὴν τυραννίδα, κατακεντοῦσα τὰ πάθη, πτώματα ἐργαζομένη τῶν ἐν τοῖς πολέμοις πυκνότερα, οὐκ ἀνθρώπων, ἀλλὰ λογισμῶν ἀτόπων. Γυνὴ γὰρ καὶ ἀνὴρ ἐν μὲν τοῖς σωματικοῖς εἰσι διηρῃμένοι, καὶ τῇ μὲν ἱστὸς καὶ ἠλακάτη καὶ καλαθίσκος καὶ τὸ οἰκουρεῖν καὶ θαλαμεύεσθαι καὶ παιδοτροφεῖν ἀφώρισται, ἀνδρὶ δὲ δικαστήρια καὶ βουλευτήρια καὶ ἀγορὰ, καὶ πόλεμοι καὶ μάχαι καὶ παρατάξεις· ἐπὶ δὲ τῶν παλαισμάτων τῆς εὐσεβείας κοινὸν τὸ στάδιον, κοινὰ τὰ παλαίσματα· ὁμοίως καὶ γυναῖκες ἀποδύονται, καὶ οὐκ ἐκβάλλονται τοῦ ἀγῶνος, ἀλλὰ καὶ παρατάσσονται καὶ στεφανοῦνται καὶ ἀναγορεύονται, καὶ ἀριστείας ἔχουσιν ἔπαθλα καὶ βραβεῖα καὶ στεφάνους, καὶ τρόπαια δὲ παρ' ἐκείναις λαμπρὰ, καὶ νῖκαι συνεχεῖς καὶ ἐπάλληλοι. Καὶ ἵνα μὴ κόμπον νομίσητε εἶναι ταυτὶ τὰ ῥήματα μηδὲ ψόφον ῥημάτων, ἀλλ' εἰδῆτε σαφῶς ὅτι οὐκ ἀνδρῶν μόνον εἰσὶν ἀνδρειότεραι γυναῖκες, ἀλλὰ καὶ πρὸς αὐτὴν, ὡς εἰπεῖν, τῶν ἀγγέλων τὴν ἀπάθειαν κατὰ τὸ ἐγχωροῦν μεθορμίζονται, ἀγέσθω εἰς μέσον ἡ γυνὴ μὲν τὴν φύσιν, τῶν οὐρανῶν δὲ ἁψαμένη τῷ τόνῳ τῆς φιλοσοφίας, ἡ τῶν Μακκαβαίων μήτηρ, ἡ δὶς ἑπτὰ ἀναδησαμένη στεφάνους, καὶ ὃν βούλει στρατιώτην ἀριστέα, πολεμικώτατον, ἀνδρειότατον, μεγαλοψυχότατον, ἄγε εἰς μέσον τῷ λόγῳ, καὶ τοσοῦτον ὄψει τὴν γυναῖκα ὑψηλοτέραν, ὅσον τῆς γῆς ἀφεστήκασιν αἱ τῶν οὐρανῶν ἁψῖδες. Ὁ μὲν γὰρ στρατιώτης καὶ ἀριστεὺς μίαν δέδοικε πληγὴν, καὶ τὴν σύντομον ἐξ αὐτῆς τελευτὴν μόνον· αὕτη δὲ ἑστήκει καθάπερ ὅρος μεταλλευομένη, καθ' ἕκαστον παιδίον χαλεπωτέρας ὑπομένουσα ὀδύνας ἐν τῇ ψυχῇ τῶν βασάνων ὧν ἐκεῖνοι ταῖς πλευραῖς ἐδέχοντο· καὶ γὰρ μήτηρ ἦν, καὶ χήρα, καὶ εἰς ἔσχατον ἐληλακυῖα γῆρας· ἴστε δὲ ταῦτα ὅσοι πατέρες ἐγένεσθε, καὶ ὅσαι παίδων ὠδῖνας ἐλύσατε, πῶς κέντρου παντός ἐστι χαλεπώτερα. Καὶ οὐδὲν οὕτω βέλος ὀξὺ δριμεῖαν ἐπάγει τοῖς τραυματιζομένοις ὀδύνην, ὡς τούτων ἕκαστον τὴν ἐκείνης κατεκέντει ψυχήν. Ἐννόησον γὰρ ἡλίκον ἦν καθ' ἕκαστον τῶν παίδων ὁρᾷν σιδήρῳ καὶ πυρὶ σῶμα μεριζόμενον ἓν, καὶ μακροὺς τιθεμένους τοὺς διαύλους· πῶς ἑώρα, πῶς ἤκουε, πῶς ἐδέχετο τὴν κνῖσσαν τὴν ἀπὸ τῶν σωμάτων ἐκείνων, μυρίους θανάτους ἑκάστῳ τῶν παίδων ἐπαγομένους βλέπουσα. Ἀλλ' ἡ μὲν εἰστήκει καθάπερ πέτρα ἀκίνητος, οὐ σαλευομένη ὑπὸ τῶν κυμάτων, ἀλλὰ τὰ κύματα εἰς ἀφρὸν διαλύουσα, ὡς σίδηρος, ὡς ἀδάμας· μᾶλλον δὲ, ὅπερ ἂν εἴπω, οὐκ ἔχω τῇ καρτερίᾳ τῆς γυναικὸς ἀξίαν ἐπιθεῖναι προσηγορίαν. Ταύτην οὖν γυναῖκα ἐροῦμεν [ἢ] ἄνδρα δὲ ὅλως, ἀλλ' οὐχὶ καὶ ἀνδρῶν αὐτῶν ὑψηλοτέραν ἐκ πολλῆς τῆς περιουσίας; Τί δὲ, ὅταν ἴδῃς ἑτέραν ἐκ πρώτης ἡλικίας ἐν ἁπαλῷ σώματι νύκτας ἀΰπνους διάγουσαν, ἡμέρας ἀσίτους, γαστρὸς ἐπιθυμίαν ἄγχουσαν, χρημάτων ἔρωτα χαμαὶ ῥίπτουσαν, νεκροῦσαν τὸ σῶμα, σταυροῦσαν τὴν σάρκα, οὐδὲν τὰ παρόντα ἡγουμένην, χαμαὶ βαδίζουσαν καὶ αὐτῶν ἁπτομένην τῶν ἁψίδων, καταπατοῦσαν δυναστείαν, καταγελῶσαν δόξης, διαπτύουσαν περιφάνειαν, ἀντὶ λεπτῆς ὀθόνης σάκκον περιβεβλημένην, κλοιὰ περικειμένην, σποδὸν ὑποστρωσαμένην, εὐνῇ τῷ ἐδάφει χρωμένην, καὶ μηδὲν πλέον αἰτουμένην, ἐν δωματίῳ κατακεκλεισμένην στενῷ, προφήταις ὁμιλοῦσαν, βίον θανάτου μελέτην ἔχοντα μεταχειριζομένην, πρὸ τῆς τελευτῆς νενεκρωμένην, λιμῷ καὶ ἀγρυπνίᾳ καὶ αὐχμῷ κατατηκομένην, καὶ τοῦ παρόντος βίου τὰς φαντασίας φύλλων σηπομένων μᾶλλον ἀτιμάζουσαν· ταύτην γυναῖκα προσερεῖς, εἰπέ μοι; ἀλλ' οὐχὶ καὶ τῆς τάξεως τῶν ἀνδρῶν αὐτὴν ἀπαλλάξας εἰς τὸν τῶν ἀγγέλων στήσεις χορὸν, ὅτι ἐν γυναικείᾳ φύσει τοσαύτην ἐπιδείκνυται φιλοσοφίαν;