Ancient Greek · ~20 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De turture seu de ecclesia sermo [Sp.] 1.1
Not analysed yet
Ἡ τρυγὼν ἡ φιλέρημος, ὅτε ἐν ὕλαις συγκοιταζομένη καλεῖ τὸν ὁμόζυγον, γοεραῖς κολακείαις τὰς κοιλάδας δονήσασα, καὶ τὸν ἑαυτῆς ἄῤῥενα παρ' ὕδασι νεμόμενον θέλξασα, καὶ τοῦτον πετάσασα παραινεῖ ταχεῖαν τὴν πτῆσιν ποιήσασθαι· ὁμοφώνῳ δὲ γνώμῃ ἐπὶ τῶν στερεμνίων πρέμνων τὴν καλιὰν αὐτῶν πήξασαι καὶ ἀφόβως ἐπωάζουσι, καὶ τοὺς νεοττοὺς ἑαυτῶν ἐκεῖθεν πετάζουσι. Φασί τινες τὴν τρυγόνα φίλανδρον εἶναι καὶ φίλαγνον· ὥστε κἂν συμβῇ τὸν ταύτης ἄῤῥενα ὑπὸ ἀετοῦ ἀναλωθῆναι, ἢ ὑπὸ ἰξευτοῦ θηρευθῆναι, ταύτην ἑτέρῳ ἀνδρὶ μὴ ἐπιμίγνυσθαι, ἀλλ' αὐτὸν ποθεῖν, αὐτὸν ἀναμένειν, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκειν. Ἀκούσατε, γυναῖκες, οἵα σωφροσύνη ἐν ὀρνέοις εὑρίσκεται. Ὅσοι τοίνυν τὴν μορφὴν τῆς τρυγόνος ἐν ὄψει φέρετε, τὴν ταύτης σωφροσύνην μιμήσασθε. Τοιαύτη ἐστὶν ἡ πάνσεμνος Ἐκκλησία. Τοῦ γὰρ ἀνδρὸς αὐτῆς Χριστοῦ σταυρωθέντος καὶ εἰς οὐρανοὺς ἀνελθόντος, ἑτέρῳ ἀνδρὶ οὐκ ἐπιμίγνυται· ἀλλ' αὐτὸν ποθεῖ, αὐτὸν ἀναμένει, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκει. Ἀλλ' ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἔξωθεν εἶναι τῶν Γραφῶν μνημονεύσαντες τρυγόνος, φέρε αὐτῶν τῶν Γραφῶν μνημονεύσωμεν. Μαρτυρεῖ ὁ Δαυῒδ ὁ μακάριος, καὶ κελαδεῖ λέγων· Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς. Καὶ ποῖον λέγει στρουθίον; Ἦ πάντως τὸν ἄνθρωπον· Ἡ γὰρ ψυχὴ ἡμῶν, ὡς στρουθίον, ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ὁ δέ γε Κύριος βουλόμενος δεῖξαι τοῖς ἑαυτοῦ μαθηταῖς, πόσον ἄλλων ἐν ἁγιωσύνῃ διαφέρουσι, λέγει πρὸς αὐτούς· Μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. Διὰ τοῦτο καὶ ὁ Σολομὼν ἐβόα λέγων· Ἵνα σώζῃ, ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Καὶ πάλιν ἡ θεία φωνή· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπιος, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ· ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, γίνεται μεῖζον πάντων τῶν λαχάνων, ὥστε ἐλθεῖν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. Καὶ γὰρ ἐνταῦθα τὰ πολυαρίθμητα γένη τῶν ἀνθρώπων ὀρνέοις παρείκασε. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς. Τρυγόνι παρείκασε τὴν πάνσεμνον Ἐκκλησίαν διὰ τὰ ποικίλα τῆς σοφίας χαρίσματα. Ὅτι δὲ πεποίκιλται ἡ Ἐκκλησία, ἔστι τοῦ Δαυῒδ ἀκοῦσαι λέγοντος· Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς· τουτέστιν, ὑπὸ τοὺς στερεμνίους κλάδους τοῦ σταυροῦ ἐκτρέφουσα τὰ νεοφώτιστα τέκνα. Ταύτης δὲ τῆς τρυγόνος μέμνηται καὶ Ἱερεμίας λέγων· Τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία καὶ τέττιγες ἔγνωσαν καιρὸν εἰσόδου αὐτῶν, τρυγόνα λέγων τὴν πάνσεμνον Ἐκκλησίαν, χελιδόνα τὸν φιλάνθρωπον Ἰωάννην, τέττιγα τὸν εὔλαλον Παῦλον, τὸν τῆς Ἐκκλησίας αὐλόν. Περὶ ταύτης τῆς τρυγόνος ἐντέλλεται ὁ Κύριος τῷ Ἀβραάμ· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ αἶγα τριετίζουσαν, καὶ περιστερὰν, καὶ τρυγόνα. Ταύτης τῆς τρυγόνος μέμνηται καὶ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων ἡ Γραφὴ λέγουσα· Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Ἡ φωνὴ τῆς τρυγόνος ταύτης, τὸ οὐράνιον ἔαρ τὸν Χριστὸν οὐρανόθεν παραγίνεσθαι, ἡμῖν σημαίνει. Ἡ φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν σήμερον. Ἀλλ' ἀκούσωμεν τὴν φωνὴν τῆς τρυγόνος ταύτης, ποῖα μέλη κελαδεῖ. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ. Μὴ ἐμβλέψητέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμὶ, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Μέλαινά εἰμι καὶ καλή· μέλαινα, διὰ τὴν προτέραν παράβασιν, καλὴ, διὰ τὴν ταχεῖαν μετάνοιαν· μέλαινα, διὰ τὸ ἐν τῷ πταίσματι πένθος, καλὴ, διὰ τὸ ἐν τῷ βαπτίσματι φέγγος. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ. Θυγατέρας λέγει τῆς Ἱερουσαλὴμ τὰς ἁγίας τῶν πατέρων ψυχάς. Μέλαινά εἰμι καὶ καλὴ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Μὴ βλέψητε ὑμεῖς, αἱ ἅγιαι ψυχαὶ, μὴ ἐμβλέψητε εἰς ἐμὲ, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος τῆς δικαιοσύνης, διὰ τὴν προτέραν μου πλάνην. Ποῖος ἥλιος παρέβλεψεν αὐτήν; Οὐ πάντως περὶ οὗ λέγει ἐν τῷ Ἐκκλησιαστῇ, Ἀνατέλλει ὁ ἥλιος, καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Ἀνατέλλει γὰρ ἡμῖν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ἐκ Μαρίας, τὸ κατὰ σάρκα· ἀνατολὴ ὄνομα αὐτῷ· ἔδυνε πάλιν, ὅτε ἐπὶ τοῦ σταυροῦ καὶ εἰς τὰ καταχθόνια κατῆλθεν. Ἀνατέλλει ὁ ἥλιος, καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Ὅτε εἰς οὐρανοὺς ἀνῆλθε, τότε ἡμᾶς εἷλκεν. Ὅταν γὰρ ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Περὶ τούτου τοῦ ἡλίου τῆς δικαιοσύνης καὶ Ἡσαΐας φθέγγεται λέγων· Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνατελεῖ ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἐλθόντος γὰρ τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ, ἡ αἱμοῤῥοοῦσα ἁψαμένη τοῦ πτερυγίου τοῦ ἱματίου αὐτοῦ, τὰς πηγὰς τῶν αἱμάτων ἐξήρανε. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ. Εἴ τίς ἐστιν ἐνθάδε ἑστηκυῖα ψυχὴ ἁμαρτίᾳ μεμελανωμένη, μὴ φοβείσθω· μόνον μετανοείτω, καὶ λεγέτω· Μέλαινά εἰμι καὶ καλή. Εἰ καὶ πρὸς ἐσχάτην ἀναπνοὴν τυγχάνει εἰ καὶ πρὸς ἑσπέραν ὥρα ἐστὶ, μὴ φοβείσθω· μετανοείτω μετὰ κλαυθμοῦ. Τὸ γὰρ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Μίμησαι Ἐζεκίαν τὸν βασιλέα, ὃς ἀῤῥωστίᾳ ὑποπεσὼν κατέκειτο ἐπὶ κλίνης· ἀκούσας δὲ Ἡσαΐου λέγοντος πρὸς αὐτόν· Τάξαι περὶ τοῦ οἴκου σου· μέλλεις γὰρ σὺ τελευτᾷν, καὶ οὐ ζήσῃ· στραφεὶς πρὸς τὸν τοῖχον, δάκρυσι μετανοίας τὴν κλίνην ἐδρόσιζε, τὸν ἥλιον ἐνεπόδιζε, καὶ πεντεκαιδεκαετῆ ζωῆς χρόνον παραχρῆμα ἐλάμβανεν.