Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De turture seu de ecclesia sermo [Sp.] 2
Not analysed yet
Εἴ τίς ἐστιν ἐνταῦθα κατηχούμενος, μετανοείτω, προσερχέσθω τῷ Θεῷ, τῷ ὕδατι βαπτιζέσθω, τῷ βλέμματι φωτιζέσθω. Εἴ τίς ἐστιν ἐνθάδε πιστὸς ἁμαρτήσας, τῷ ὕδατι τῶν δακρύων τὸ σῶμα λουέτω, καὶ τῷ ἐλαίῳ τῆς εὐποιίας τὴν ψυχὴν λαμπρυνέτω. Ἐὰν οὕτω σεαυτὸν καλλωπίσῃς, ἐὰν τοῖς κατορθώμασιν αὐτὴν ὡραΐσῃς, ἐρᾷ σου ὁ θεῖος λόγος, ἅπτεταί σου τῆς διανοίας, πρὸς πόθον Θεοῦ ἐξέλκει· λέγεις καὶ σὺ, Οἴ μοι, τετρωμένη ἀγάπης ἐγώ· καθάπερ γὰρ βέλει τῇ ἀγάπῃ τιτρώσκονται αἱ τῶν ἁγίων ψυχαί. Θέλεις ἀκοῦσαι αὐτοῦ τοῦ βέλους λαλοῦντος; Ἀνάγνωθι τὸν Ἡσαΐαν, καὶ ἐν αὐτῷ εὑρήσεις πῶς λαλεῖ τὸ βέλος· Καὶ ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, ὁ Θεὸς Λόγος λέγει, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Τούτῳ τῷ βέλει τρωθεὶς Ἱερεμίας ἔλεγε πρὸς αὐτόν· Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα. Τούτῳ τῷ βέλει τὴν διάνοιαν τρωθεὶς Δαυῒδ ἔλεγε πρὸς αὐτόν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Τούτῳ τῷ βέλει τρωθεὶς ὁ Πέτρος ἔλεγε τῷ Χριστῷ· Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Τούτῳ τῷ βέλει τρωθεὶς ὁ Παῦλος καὶ συνδεθεὶς Χριστῷ, ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Τούτῳ τῷ βέλει τρωθεῖσα ἡ πάνσεμνος Ἐκκλησία ἔλεγεν· Οἴμοι, τετρωμένη ἀγάπης ἐγώ. Ὢ στεναγμὸς ἐκ μέσου τῆς καρδίας βλυστάνων φιλόχριστα νάματα· ὢ στεναγμὸς, τὸν οὐράνιον νυμφίον Χριστὸν πρὸς ἑαυτὴν ἐπισπωμένη. Διὰ τοῦτο αὐτὴ λέγει· Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Μεμνήστευμαι τῷ οὐρανίῳ νυμφίῳ διὰ νόμου καὶ τῶν προφητῶν. Ἐγὼ ἡ Ἐκκλησία ἡ ἐξ ἐθνῶν μεμνηστευμένη οὐκ ἔτι βούλομαι διὰ Μωϋσέως, ἢ διὰ Ἡσαΐου, ἢ διὰ Ἱερεμίου καὶ τῶν λοιπῶν προφητῶν, ἀλλ' αὐτὸς ἐλθέτω· βούλομαι στόμα πρὸς στόμα λαλῆσαι αὐτῷ· αὐτὸς ἡκέτω, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ἀκούω Ἱερεμίου λέγοντος περὶ αὐτοῦ· Βαθεῖα ἡ καρδία αὐτοῦ παρὰ πάντας, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Αὐτὸν ποθῶ, αὐτὸν ἱκετεύω. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ἀκούω τοῦ Ἀμῶς λέγοντος· Ἰδοὺ ἄνθρωπος ἑστὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. Αὐτὸν ζητῶ, ἡκέτω, φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Καὶ ὥσπερ γυνὴ φίλανδρος, ἀπόντος τοῦ ἀνδρὸς, παρακύπτουσα διὰ θυρίδων αὐτὸν περιβλέπεται, αὐτὸν περισκοπεῖ, καὶ κατὰ τὴν γῆν, καὶ κατὰ τὴν θάλασσαν· κἂν ἴδῃ πλοῖον ἐρχόμενον, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα φαντάζεται· κἂν ἴδῃ ὁδοιπόρους ἐρχομένους πόῤῥωθεν, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα λογίζεται εἶναι· πολλάκις γὰρ αὐτοῖς συναντήσασα ἐπερωτᾷ περὶ τοῦ ἰδίου ἀνδρός· Εἴπατέ μοι, ποῦ αὐτὸν ἐάσατε, ἐν ποίᾳ πόλει ἢ κώμῃ, τί λέγοντα, ἢ τί ποιοῦντα, ἢ πότε ἐρχόμενον;