Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De turture seu de ecclesia sermo [Sp.] 3.1
Not analysed yet
Τὸν αὐτὸν τρόπον καὶ ἡ πάνσεμνος Ἐκκλησία φιλήματι ἁγίῳ καὶ ἀγάπῃ συνεχομένη, πάντας τοὺς προφήτας ἐπερωτᾷ λέγουσα· Ἴδετε αὐτόν; ἆρα ἔρχεται; ἆρα οὐκ ἔρχεται; ἆρα ἐν οὐρανῷ ἐστιν; ἆρα τὰ ἀπλάνητα πρόβατα τὰ ἐνενηκονταεννέα ἐν οὐρανῷ νέμει, καὶ οὐκ ἔρχεται πρὸς τὸ πεπλανημένον πρόβατον; Εἴπατέ μοι, ποῦ ποιμαίνει, ποῦ κοιτάζει, ὃν ἠγάπησεν ἡ ψυχή μου; Ἐπερωτώμενοι δὲ οἱ προφῆται, δι' ἑνὸς φθέγγονται Ἡσαΐου, καὶ λέγουσι· Εἴδομεν αὐτόν· ἀλλ' εἰ ἐκεῖνον ἐκδέχῃ, εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν οὔτε τὸ εἶδος αὐτοῦ, οὔτε τὸ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀποκρίνεται ἡ πάνσεμνος νύμφη Ἐκκλησία· ἐκεῖνός ἐστιν, αὐτὸν ποθῶ, αὐτὸν ζητῶ, ἱκετεύω, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. Ἀποκρίνεται πρὸς αὐτὴν Ἡσαΐας· Εἰ αὐτός ἐστιν, ἔρχεται, καὶ μετὰ ἰσχύος πολλῆς ἔρχεται. Κύριος, Κύριος ἔρχεται, καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ, καὶ τὸ Ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ· καὶ ἐν τῇ χειρὶ αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Ἀκούει αὐτὴ, ὅτι ἀκριβῶς τὰ περὶ αὐτοῦ διηγεῖται Ἡσαΐας καὶ λέγει αὐτὸν ποιμένα· Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει· καὶ λέγει αὐτῷ· Ποῦ ποιμαίνει, ποῦ κοιτάζει, ὃν ἠγάπησεν ἡ ψυχή μου; Πέμπει αὐτὴν Ἡσαΐας πρὸς Ἰωάννην, καὶ λέγει αὐτῇ Ἰωάννης· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἀπέρχεται εἰς τὴν ἔρημον πρὸς Ἰωάννην, κρατεῖ αὐτὸν, ἐπερωτᾷ· Εἰπέ μοι, εἰ σὺ εἶ ὁ Χριστός; Ἀποκρίνεται Ἰωάννης· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ λέγει πάλιν αὐτὴ πρὸς αὐτόν· Εἰ οὐκ εἶ ὁ Χριστὸς, διὰ τί βαπτίζεις; Ἀπεκρίνατο πάλιν ἐκεῖνος· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός· Ὀπίσω μου ἔρχεται, ἰσχυρότερός μού ἐστιν· οὗ οὐκ εἰμὶ ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ λῦσαι. Ἔτι βραδύναντος αὐτοῦ, ἔλεγεν αὐτή· Οἴμοι, τετρωμένη ἀγάπης ἐγώ. Πάλιν πρὸς αὐτὴν Ἰωάννης· Μὴ στέναζε, παῦσαι, μόνον ἐπίσχες ὀλίγον. Θεωρεῖ Ἰωάννης προσερχόμενον τὸν Κύριον, καὶ λέγει αὐτῇ· Παῦσαι, μηκέτι στέναζε. Πόῤῥωθεν ὑποδεικνύει, τὸν δάκτυλον ἐκτείνας, καὶ λέγει· Ἴδε, ὃν ζητεῖς· Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀκούσασα αὕτη ἀμνὸν παρὰ Ἰωάννου, καὶ ποιμένα παρὰ Ἡσαΐου, ἀμφιβάλλει λέγουσα ἐν ἑαυτῇ· Τίνι ἄρα πιστεύσω; ἆρα τούτῳ πιστεύσω, ἢ Ἠσαΐᾳ; Θεωρεῖ ὁ Δεσπότης, ὅτι ἀμφέβαλλε· κράζει καὶ λέγει· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· λύει αὐτῆς τὴν ἀμφιβολίαν ἐκ τοῦ ῥήματος. Προσέρχεται ἐκείνη τῷ νυμφίῳ, περιπτύσσεται αὐτὸν, καὶ φιλεῖ αὐτόν. Καὶ πληροῦται τὸ ἐν τῷ Δαυῒδ γεγραμμένον· Ἔλεος καὶ ἀλή θεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἵνα δὲ ἐντελέστερον μάθωμεν, ὅτι νύμφη τῷ νυμφίῳ συνήφθη, καὶ γάμος ἐγένετο πνευματικὸς, καὶ αὐλὸς ἐκθαλάμιος· ᾄδει αὐτὸν ὁ Ἰωάννης, καὶ λέγει· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ἑστὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ, χαρὰν χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Χρεία ἦν ὡς ἐν γάμῳ καὶ δῶρα γράφεσθαι τῇ νύμφῃ· ἔδει χάρτην ζητηθῆναι, καὶ γραφέα, καὶ κάλαμον. Ὁ χάρτης παρὰ Ἡσαΐου εὑρίσκεται. Ἐπιτάσσει τῷ γραφεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ λέγει· Λάβε μοι τόμον καινὸν, μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Ἐζητεῖτο ὁ κάλαμος, εὑρέθη παρὰ τῷ Δαυΐδ. Λέγει γὰρ περὶ αὐτοῦ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ταύτην τὴν Ἐκκλησίαν ὁ Δαυῒδ νυμφοστολεῖ· αὐτὸς αὐτὴν καλλωπίζει, αὐτὸς αὐτὴν νουθετεῖ, καὶ διδάσκει ὡς νυμφοστόλος, ἢ, ὡς ἔθος ἐστὶ λέγειν τοῖς ἀνθρώποις, παράνυμφος. Παραγγέλλει τῇ νύμφῃ· Βλέπε, τέκνον· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Μὴ νομίσῃς ὅτι ἴση αὐτοῦ εἶ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστιν ὁ Κύριός σου· καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις. Ἐάν μου ἀκούσῃς, θύγατερ, Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς. Ἔδει λοιπὸν γραφῆναι, καὶ τὰ παρ' ἑκάστου αὐτῶν διδόμενα, δούλους καὶ παιδίσκας· παρὰ μὲν τοῦ Χριστοῦ, δούλους· παρὰ δὲ τῆς νύμφης, παιδίσκας· τοὺς δούλους δίδωσιν ὁ Χριστός· ἔρχονται Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ· ἀπαιτοῦσι καὶ τὰς παρὰ τῆς νύμφης παιδίσκας. Ὁ Δαυῒδ ὑπαγορεύει· Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Γίνεται ὁ γάμος· ἔρχεται ὁ Κύριος μυστικῶς ἐν Κανᾷ τῆς Γαλιλαίας. Κανᾶ δὲ ἑρμηνεύεται κτίσις Θεοῦ· κτίσις δὲ τοῦ Θεοῦ ὁ πᾶς κόσμος. Ὧδε τοὺς γάμους τελεῖ τοὺς πνευματικοὺς, ἔρχεται ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ παραγίνεται ἐκεῖ πᾶς ὁ τῶν ἁγίων χορός· προσφέρουσι τῷ νυμφίῳ τὰ δῶρα, ἕκαστος κατὰ τὴν οἰκείαν δύναμιν, ὡς ἐν γάμῳ, Ἀβραὰμ τὸν μόσχον, ἡ τούτου γυνὴ Σάῤῥα τοὺς ἐγκρυφίας, Ἰσαὰκ τὰ ξύλα, Ἰακὼβ τοὺς ἐρίφους, Ἰωσὴφ σιτοδοτεῖ, Μωϋσῆς λαμπαδουχεῖ, Ἡσαΐας ᾄδει, καὶ Δαυῒδ χορεύει. Καὶ ἐπειδὴ ἔδει καὶ γυναῖκας ἁγίας παρεῖναι εἰς τὸν τοιοῦτον γάμον, κἀκείνας ᾄδειν, ἔρχεται Ἐσθὴρ, Ἰουδὴθ στολίζεται, καλλωπίζεται· καὶ Μαρία ἡ τοῦ Μωϋσέως ἀδελφὴ λαμβάνει τὸ τύμπανον, καὶ λέγει· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ ἐπειδὴ ἔδει ὡς ἐν γάμῳ τοιούτῳ καὶ ἐγγράφεσθαι ἐπαίνους, Παῦλος ἐπαινῶν τὸν γάμον λέγει· Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος. Ὅτι δὲ περὶ Χριστοῦ λέγει καὶ τῆς Ἐκκλησίας, αὐτὸς ἑαυτὸν ἑρμηνευσάτω· Τί γὰρ, φησὶ, γέγραπται; Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Ὃ οὖν ἐκεῖνος ἑρμηνεύει, ἡμεῖς μὴ ἀμφιβάλλωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.