Ancient Greek
Sect 23
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De virginitate 23
Not analysed yet
Διὰ τί οἱ τὰ αὐτὰ ἁμαρτάνοντες οὐ τὰ αὐτὰ κολάζονται. Ἀλλ' ἴσως ἐρεῖ τις ὑμῶν· οὐδεὶς οὖν μετ' ἐκείνους τοὺς καιροὺς ἐκακηγόρησεν ἁγίους ἄνδρας; Πολλοὶ καὶ πολλαχοῦ γῆς. Πῶς οὖν τὴν αὐτὴν δίκην οὐκ ἔδοσαν; φησίν. Ἔδοσαν μὲν καὶ τούτων ἴσμεν πολλούς. Εἰ δὲ ἔνιοι καὶ διέφυγον ἀλλ' οὐκ εἰς τέλος διαφεύξονται. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, «Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσι.» Καὶ καθάπερ οἱ νομοθέται τῶν ἀδικούντων τὰς τιμωρίας ἐν γράμμασι θέντες ἀφῆκαν, οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἕνα καὶ δεύτερον τῶν ἡμαρτηκότων κολάσας καὶ ὥσπερ ἐν στήλῃ χαλκῇ καὶ γράμμασι τὰς ἐκείνων καταθέμενος τιμωρίας διὰ τῶν ἐκείνοις συμβάντων ἅπασι διαλέγεται λέγων ὅτι κἂν ἐν τῷ παρόντι καιρῷ τιμωρίαν μὴ δῶσι τὴν αὐτὴν οἱ τὰ αὐτὰ τολμῶντες τοῖς δεδωκόσι κατὰ τὸν μέλλοντα καιρὸν χαλεπωτέραν ὑποστήσονται κόλασιν.