Ancient Greek · ~3 min
Sect 43
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De virginitate 43
Not analysed yet
Ποίαν ὁ Παῦλος ἐνεστῶσαν λέγει ἀνάγκην. Ποίαν δὲ καὶ ἀνάγκην ἐνταῦθά φησιν; Ἆρα τὴν ἀπὸ τῆς φύσεως; Οὐδαμῶς. Πρῶτον μὲν γὰρ εἰ ταύτην ἔλεγε, τοὐναντίον ἂν ὅπερ ἐβούλετο κατεσκεύασε μεμνημένος αὐτῆς. Οἱ γὰρ βουλόμενοι γαμεῖν ταύτην ἄνω καὶ κάτω στρέφουσι. Δεύτερον δὲ οὐκ ἂν αὐτὴν ἐνεστῶσαν ἐκάλεσεν. Οὐ γὰρ νῦν πρῶτον ἀλλ' ἄνωθεν εἰς τὸ τῶν ἀνθρώπων κατεφυτεύθη γένος καὶ πάλαι μὲν χαλεπωτέρα καὶ ἀτιθάσευτος ἦν, παραγενομένου δὲ τοῦ Χριστοῦ καὶ τῆς ἀρετῆς ἐπιδοθείσης εὐκαταγώνιστος γέγονεν, ὥστε οὐ περὶ ταύτης ὁ λόγος αὐτῷ ἀλλ' ἑτέραν τινὰ αἰνίττεται πολύτροπον καὶ πολυειδῆ. Τίς οὖν ἐστιν αὕτη; Ἡ τῶν ἐν τῷ βίῳ πραγμάτων διαστροφή. Τοσαύτη γάρ ἐστιν ἡ σύγχυσις, τοσαύτη τῶν φροντίδων ἡ τυραννίς, τοσοῦτος ὁ τῶν περιστάσεων ὄχλος ὡς καὶ ἄκοντα πολλάκις ἀναγκάζεσθαι τὸν γεγαμηκότα ἁμαρτάνειν καὶ πλημμελεῖν.