Ancient Greek · ~3 min
Sect 65
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De virginitate 65
Not analysed yet
Ὅτι πάντα τὰ ἐπίπονα τῆς παρθενίας τῶν ὠδίνων μόνων τοῦ γάμου οὐκ ἔστιν ἀντίρροπα. Τί γάρ, εἰπέ μοι, παρὰ πάντα τὸν βίον ἡ παρθένος ὑπομένει τοιοῦτον οἷον καθ' ἕκαστον ὡς εἰπεῖν ἐνιαυτὸν ἡ γεγαμημένη, ὠδῖσι καὶ οἰμωγαῖς διακοπτομένη; Τοσαύτη γὰρ τῆς ἀλγηδόνος ταύτης ἡ τυραννὶς ὡς καὶ τὴν θείαν γραφὴν ἡνίκα ἂν αἰχμαλωσίαν καὶ λιμὸν καὶ λοιμὸν καὶ τὰ ἀφόρητα τῶν κακῶν αἰνίττεσθαι βούληται, ὠδῖνας πάντα τὰ τοιαῦτα καλεῖν. Καὶ ὁ Θεὸς δὲ ἀντὶ τιμωρίας αὐτὸ καὶ ἀρᾶς ἐπέθηκε τῇ γυναικί, οὐ τὸ τίκτειν λέγω ἀλλὰ τὸ οὕτω τίκτειν μετὰ πόνων καὶ ὠδίνων· «Ἐν λύπαις γάρ», φησί, «τέξῃ τέκνα.» Ἡ δὲ παρθένος ἀνωτέρω ταύτης ἕστηκε τῆς ὠδῖνος καὶ τῆς ἀρᾶς. Ὁ γὰρ τὴν ἀπὸ τοῦ νόμου κατάραν λύσας καὶ ταύτην ἔλυσε μετ' ἐκείνης.