Ancient Greek · ~2 min
Sect 72
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De virginitate 72
Not analysed yet
Ὅτι μετὰ τῶν ἄλλων κακῶν καὶ τὰς μεταβολὰς ἀφορήτους ποιεῖ τὸ τρυφᾶν. Καὶ τί λέγω γυναῖκας; Καὶ γὰρ αὐτοὶ οἱ ἄνδρες ταλαιπώρως ὑπὸ τῶν τοιούτων ἁλίσκονται. Ὁ μὲν γὰρ ἐν αὐταρκείᾳ ζῶν οὐδεμίαν μετάπτωσιν δέδοικεν. Ὁ δὲ ἐν ἐκείνῳ τῷ ὑγρῷ καὶ διακεχυμένῳ βίῳ δαπανηθείς, εἴποτε συμβαίη κατὰ περίστασίν τινα καὶ ἀνάγκην παραδοθῆναι πενίᾳ, τεθνήξεται πρότερον ἢ ταύτην οἴσει τὴν μεταβολὴν διὰ τὸ ἀμελέτητον καὶ ἀγύμναστον. Διὰ ταῦτα ὁ μακάριος Παῦλος ἔλεγε· «Θλῖψιν τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.» Εἶτα μετὰ τοῦτό φησιν· «Ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν.»