Ancient Greek · ~2 min
Pg 665
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Encomium in sanctum Joannem evangelistam [Sp.] 665
Not analysed yet
»Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν. Πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπεδήμησεν ὁ μέγας καὶ μόνος θεολόγος Ἰωάννης· πάλιν Θεὸν Λόγον ἀνακηρύττει καὶ τὴν οἰκουμένην ἅπασαν εἰς οὐρανοὺς ἀναβλέπειν παρασκευάζει. Ἰωάννης ἡμῖν σήμερον ἐξ οὐρανῶν ἐπεδήμησεν, ὁ ἁλιεὺς ὁ ῥίψας τὴν σαγήνην καὶ λαβὼν τὸ εὐαγγέλιον, Ἰωάννης, ὁ ἀφεὶς τὸν κάλαμον καὶ μεταχειρισάμενος τὸν λόγον, Ἰωάννης, ὁ Μωϋσέως ὑψηλότερα δόγματα τὴν οἰκουμένην διδάξας. Ὁ μὲν γὰρ ἔλεγεν· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν