Ancient Greek · ~7 min
Pg 666
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Encomium in sanctum Joannem evangelistam [Sp.] 666
Not analysed yet
οὐρανὸν καὶ τὴν γῆν· οὗτος δὲ τὰ κτίσματα καταλιπὼν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει. Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος, Λόγος ἐνυπόστατος, Λόγος ἐν ὑστέροις καιροῖς φανερωθεὶς καὶ τὴν οἰκουμένην διασώσας, Λόγος τῆς τοῦ Πατρὸς οὐσίας ἀπαράλλακτος. Ὥσπερ γὰρ ὁ ἐν ἐμοὶ λόγος μετὰ τῆς οὐσίας εἰς τὴν τῆς ψυχῆς μετὰ δὲ τὸ προενσχεθῆναι διὰ στόματος καὶ λαβεῖν ἔνδυμα τὴν φωνὴν οὐκέτι λοιπὸν εἰς ἐμὲ μόνον ἀποκέκρυπται ἀλλὰ καὶ πᾶσι λοιπὸν γνωρίζεται, οὕτως καὶ ὁ μονογενὴς ὢν ἐν τῷ Θεῷ καὶ τῆς οὐσίας ὢν τοῦ Πατρὸς ἔμεινεν ἐν ἀρχῇ γνωριζόμενος, μετὰ δὲ τὸ ἐνδυθῆναι τὴν σάρκα οὕτω πᾶσι λοιπὸν κατάδηλος γίνεται. Ὥσπερ γὰρ ὁ λόγος, ὁ φορέσας τὴν φωνὴν γνώριμος πᾶσι καθίσταται, οὕτως ὁ Θεὸς Λόγος, φορέσας τὴν σάρκα, πᾶσιν ἀνθρώποις ἀπεκαλύπτετο διὰ τῆς σαρκός. Τὰς δὲ εἰκόνας ταύτας οὐ διὰ τὴν τοῦ Θεοῦ φύσιν λαμβάνομεν· ἀνεξιχνίαστος γὰρ καὶ ἀπερινόητος καὶ ἀκατάληπτος καὶ ἀνεξερεύνητος ἡ φύσις ἐκείνη· εἰ γὰρ τὰ κρίματα τοῦ Θεοῦ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ, πῶς τολμᾷ τις ἐρευνῆσαι τὴν φύσιν ἐκείνην τὴν ἀκατάληπτον; Ἀλλ' ἀνθρωπίνας εἰκόνας λαμβάνομεν διὰ τὴν ἡμετέραν ἀσθένειαν, εἰ δυνηθῶμεν κἂν ἐκ μέρους κατανοῆσαι τῶν ἐπουρανίων θαυμάτων τὴν εἰκόνα. Τοῦτο γὰρ καὶ ὁ ἀπόστολος λέγων ἐγνώριζεν ἡμῖν, ὅτι ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. Διὰ τοῦτο ἐκ τῶν ἐπιγείων καὶ τῶν ἀνθρωπίνων μερικὴν τὴν ἄνω γνῶσιν σπουδάζομεν λαμβάνειν. Ἀλλ' ὥσπερ οὐκ ἔστι τὸν λόγον ἀπὸ τῆς ψυχῆς διατεμεῖν ἀλλ' ἔστι τῆς αὐτῆς οὐσίας ἐν τῇ ψυχῇ μένων καὶ μετὰ ταύτης ἀδιαστάτως νοούμενος καὶ οὐ τεμνόμενος, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας καὶ ἐκ τῆς αὐτῆς θεότητος ὢν τοῦ Πατρός, ἐκ τῶν πατρικῶν θησαυρῶν προελθών, κατῆλθε σάρκα περιβαλλόμενος καὶ πᾶσι τὰ τῆς δωρεᾶς θαύματα χαριζόμενος. Τοῦτον ἡμῖν τὸν θησαυρὸν σήμερον ἀνεκάλυψεν Ἰωάννης, ὁ ἰχθύων ἀφωνότερος καὶ ῥητόρων φιλοσόφων ἀπορράψας στόματα.