Ancient Greek · ~8 min
Pg 726
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Encomium in sanctum Joannem evangelistam [Sp.] 726
Not analysed yet
ωάννης. Ἀλλὰ τολμῶσιν εἰπεῖν τινες τῶν αἱρετικῶν· ἦν ποτε ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός. Πόσον δέ ἐστι τὸ μέσον αὐτῶν εἰπέ μοι· χρόνος ἦν τὸ μέσον. Ἀλλ' ὁ Υἱὸς καὶ καιροὺς καὶ τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε· πάντα δι' αὐτοῦ ἐγένετο. Ἄκουσον Παύλου λέγοντος· πολυτρόπως καὶ πολυμερῶς πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε· πῶς οὖν αἰὼν ἢ χρόνος πρὸ τοῦ πεποιηκότος τοὺς αἰῶνας; Ἄκουσον τοιγαροῦν καὶ προφήτου λέγοντος· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Ὁ ἀπόστολος λέγει· ὅτι δι' αὐτοῦ ἐποίησε τοὺς αἰῶνας· ὁ εὐαγγελιστής· πάντα δι' αὐτοῦ ἐγένετο· ὁ προφήτης· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· καὶ πάλιν ὁ ἀπόστολος εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε θρόνοι, εἴτε κυριότητες· πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων· καὶ σὺ τολμᾷς εἰπεῖν, ὅτι ἦν ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός; ἀλλὰ τῆς τόλμης ταύτης εὐθύνας ἔχουσι παρασχεῖν ἐν ἡμέρᾳ κρίσεως. Καλεῖ γὰρ ἐν ἡμέρᾳ κρίσεως καὶ Ἰωάννην καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τοὺς λέγοντας· τὸ οὐκ ἦν· διατί; ἐπειδήπερ ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι Πατέρα. Καλεῖ οὖν ἐν ἡμέρᾳ κρίσεως καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τὸ οὐκ ἦν. Ἐξέρχεται τὸ χειρόγραφον ἑκάστου. Σὺ τί εἶπας; ἀνάγνωθι τὴν ὁμολογίαν. Ἐγὼ εἶπον τὸ ἦν. Οὗτος τί; οὗτος εἶπε τὸ οὐκ ἦν. Τίς ἐδίδαξέ σε λέγειν τὸ οὐκ ἦν; Ἰωάννης· σὺ αὐτὸν ἐδίδαξας λέγειν τὸ οὐκ ἦν; ἐγὼ οὐχὶ δέσποτα· ἀλλὰ τί; ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ οὗτος ἦν ἐν ἀρχῇ· πανταχοῦ ἦν καὶ οὐδαμοῦ τὸ οὐκ ἦν· ἀπὸ λογισμῶν ἀνθρωπίνων· τί ἕτερον σὺ ὡμολόγησας; ἐγώ, φησίν, ὅτι ἴσος· ἐκεῖνος τί; ὅτι ἀνόμοιος· σὺ δὲ ποῦ μεμάθηκας ὅτι ἴσος; τίς ἐδίδαξέ σε; ὁ εὐαγγελιστὴς εἰπών· διὰ τοῦτό φησιν ἐδίωκον τὸν Σωτῆρα, ὅτι οὐ μόνον κατέλυε τὸ σάββατον ἀλλὰ καὶ πα-