Ancient Greek
Pg 725
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Encomium in sanctum Joannem evangelistam [Sp.] 725
Not analysed yet
Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὅτε τὸ ἐγένετο ἐπὶ τὰ κτίσματα καταβαίνει, ὅτε τὸ ἦν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει. Καὶ πάλιν ζωὴ ἦν· πάλιν ἀναβαίνει πρὸς τὸν δημιουργόν· κλίμακα πολλῶν σήμερον μυστηρίων πεπληρωμένην φέρει. Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, τὸ ἦν ἀνακηρύττει, ὅτε καταβαίνει πρὸς τὰ κτίσματα, τὸ ἐγένετο λαμβάνει. Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, ἀποτίθεται τὸ ἐγένετο καὶ λαμβάνει τὸ ἦν. Ὥσπερ πρὸς βασιλέα τις ἐρχόμενος μετὰ στολῆς εἰσέρχεται, μεθ' ἧς ἄξιόν ἐστιν ἰδεῖν βασιλέα, πρὸς δὲ ἰδιώτην ἐὰν εἰσέρχηται, μετὰ ἰδιωτικῶν ἐνδυμάτων εἰσέρχεται, οὕτω καὶ ὁ εὐαγγελιστής, ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, μετ' ἐκείνης ἀναβαίνει τῆς λέξεως τῆς πρεπούσης Θεῷ· ἐν ἀρχῇ ἦν ὁ Λόγος· ὅτε καταβαίνει πρὸς τὴν κτίσιν μετὰ τῆς δουλικῆς λέξεως καταβαίνει· πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὅπου ὁ Λόγος ἦν, ὅπου ζωὴ ἦν, ὅπου τὸ φῶς ἦν, ὅπου τὰ κτίσματα ἐγένετο. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτοῦ Ἰ-