Ancient Greek · ~3 min
Version 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistula ad Caesarium [Sp.] 1.4
Not analysed yet
Καὶ πρὸς τῷ τέλει τῆς αὐτῆς ἐπιστολῆς Τούτων τὰς κενοφωνίας ἐκκλίνοντες, ἀγαπητέ, εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Εὐσεβὲς καὶ λίαν εὐσεβὲς τὸν θανάτῳ περιβληθέντα Χριστὸν ὁμολογεῖν ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἕνα υἱὸν μονογενῆ, οὐ διαιρούμενον εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύτους τὰς ἰδιότητας, οὐκ ἄλλον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν Χριστόν, Θεὸν Λόγον, σάρκα ἠμφιεσμένον καὶ αὐτὴν οὐκ ἄψυχον καὶ ἄνουν, ὡς ὁ δυσσεβὴς Ἀπολλινάριος εἶπεν. Τούτοις τοίνυν προσχῶμεν. Φύγωμεν τοὺς διαιροῦντας· εἰ γὰρ καὶ διττὴ ἡ φύσις, ἀλλ' οὖν ἀδιαίρετος καὶ ἀπαράσπαστος ἡ ἕνωσις ἐν ἑνὶ τῆς υἱότητος ὁμολογουμένη προσώπῳ καὶ μιᾷ ὑποστάσει. Φύγωμεν τοὺς μίαν φύσιν μετὰ τὴν ἕνωσιν τερατευομένους· τῇ γὰρ τῆς μιᾶς ἐπινοίᾳ τῷ ἀπαθεῖ Θεῷ πάθος προσάπτειν ἐπείγονται τὴν οἰκονομίαν ἀρνούμενοι.