Ancient Greek · ~2 min
Version 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistula ad Caesarium [Sp.] 1.3
Not analysed yet
Ἐκ τῆς αὐτῆς ἐπιστολῆς Οὕτω κἀνταῦθα τῆς θείας ἐνιδρυμένης τῷ σώματι φύσεως ἕνα υἱόν, ἓν πρόσωπον τὰ συναμφότερα ἀπετέλεσε, γνωριζόμενον μέντοι ἀσυγχύτῳ ἀδιαιρέτῳ λόγῳ, οὐκ ἐν μιᾷ μόνῃ φύσει, ἀλλ' ἐν δυσὶ τελείαις· Ἐπὶ γὰρ μιᾶς πῶς τὸ ἀσύγχυτον; πῶς τὸ ἀδιαίρετον; πῶς ἡ ἕνωσις λεχθείη ποτέ; Ἑαυτῇ γὰρ τὴν μίαν ἑνοῦσθαι ἢ συγχεῖσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. Ποῖος οὖν ᾅδης ἐξηρεύξατο μίαν ἐπὶ τοῦ Χριστοῦ λέγειν φύσιν;