Ancient Greek
Version Or Recension 1,1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistula ad Cyriacum (epist. 125 % recensiones) 1.1
Not analysed yet
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐπιστολὴ πεμφθεῖσα ἀπὸ τῆς ἐξορίας πρὸς Κυριακὸν ἐπίσκοπον. Φέρε δὴ ἀπαντλήσω σου τῆς ῥᾳθυμίας τὸ ἕλκος καὶ διασκεδάσω τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συναγαγόντας. Τί γάρ ἐστιν ὃ συνέχει σου τὴν διάνοιαν καὶ λυπεῖ καὶ ἀδημονεῖς; Ὅτι ἄγριος ὁ χειμὼν ὁ τὰς ἐκκλησίας καταλαβὼν καὶ ζοφώδης καὶ νύκτα ἀσέληνον πάντα εἰργάσατο καὶ καθ' ἑκάστην κορυφοῦται τὴν ἡμέραν πικρά τινα ὠδίνων ναυάγια καὶ αὔξεται ἡ πανωλεθρία τῆς οἰκουμένης; Οἶδα τοῦτο κἀγώ, ἀδελφέ, καὶ οὐδεὶς ἀντερεῖ καί, εἰ βούλει, εἰκόνα ἀναπλάττω τῶν γινομένων, ὥστε σαφεστέραν σοι ποιῆσαι τὴν τραγῳδίαν. Θάλασσαν ὁρῶμεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἀποπλέοντας, ἑτέρους ὑποβρυχίους γινομένους, τὰς σανίδας τῶν πλοίων διαλυομένας, τὰ ἱστία διαρρηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας· ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν στρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, ὀξέως βοῶντας, θρηνοῦντας, ὀλολύζοντας, ὀλοφυρομένους μόνον· οὐκ οὐρανόν, οὐ πέλαγος φαινόμενον, ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες, οὔτε τοὺς πλησίον ἐπιτρέποντα βλέπειν καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα. Μᾶλλον δὲ μέχρι τίνος διώκομεν ἀκίχητα; Οἵαν γὰρ ἂν ζητήσω τῶν παρόντων κακῶν εἰκόνα, ἡττώμενος ὁ λόγος ἀναχωρεῖ. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς οὐκ ἀπογινώσκω τῆς χρηστοτέρας ἐλπίδος, τὸν κυβερνήτην τοῦδε τοῦ παντὸς ἐννοῶν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Εἰ δὲ μὴ ἐκ προοιμίων μηδὲ εὐθέως, ἔθος αὐτῷ τοιοῦτον μὴ ἐν ἀρχῇ τὰ δεινὰ καταλύειν, ἀλλ' ὅταν αὐξηθῇ καὶ πρὸς τὸ τέλος ἔλθῃ καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ, τότε θαυματουργεῖ καὶ παραδοξοποιεῖ τήν τε οἰκείαν ἐνδεικνύμενος δύναμιν καὶ τῶν ἐμπιπτόντων τὴν ὑπομονὴν ἐγγυμνάζων. Μὴ τοίνυν ἀναπέσῃς· ἓν γὰρ μόνον ἐστὶ φοβερόν, εἷς πειρασμός, ἁμαρτία μόνον. Καὶ τοῦτο συνεχῶς ἐπᾴδων ὑμῖν τὸ ῥῆμα οὐκ ἐπαυσάμην. Τὰ δὲ ἄλλα πάντα μῦθος, κἂν ἐπιβουλὰς εἴπῃς, κἂν ἀπεχθείας, κἂν δόλους, κἂν συκοφαντίας, κἂν λοιδορίας, κἂν κατηγορίας, κἂν δημεύσεις, κἂν ἐξορίας, κἂν ξίφη ἠκονημένα, κἂν πέλαγος, κἂν τὸν τῆς οἰκουμένης ἁπάσης πόλεμον. Οἷα γὰρ ἂν ᾖ ταῦτα, πρόσκαιρά τέ ἐστι καὶ ἐπίκηρα καὶ ἐν θνητῷ γινόμενα σώματι καὶ τὴν νήφουσαν οὐδὲν παραβλάπτοντα ψυχήν. Διὰ τοῦτο καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν τῶν κατὰ τὸν παρόντα βίον τὸ εὐτελὲς ὁ μακάριος Παῦλος δεῖξαι βουλόμενος μιᾷ λέξει τὸ πᾶν ἐνέφηνεν εἰπών· τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Τί τοίνυν τὰ πρόσκαιρα δέδοικας; Τὰ ποταμίων ῥευμάτων δίκην παραρρέοντα; Τοιαῦτα γὰρ τὰ παρόντα, κἂν χρηστά, κἂν λυπηρά. Προφήτης δὲ ἕτερος ἅπασαν τὴν ἀνθρωπίνην εὐημερίαν οὐ χόρτῳ ἀλλ' ἑτέρᾳ ὕλῃ εὐτελεστέρᾳ παρέβαλεν ἄνθος αὐτὴν ὀνομάσας πᾶσαν ὁμοῦ. Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκεν, οἷον πλοῦτον μόνον ἢ τρυφὴν μόνον, ἀλλὰ πάντα τὰ ἐν ἀνθρώποις δοκοῦντα εἶναι λαμπρὰ μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβὼν οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου εἰπών· πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἀλλ' ἡ δυσημερία δεινὸν καὶ βαρύ; Ἀλλ' ὅρα καὶ ταύτην πάλιν ἑτέρᾳ παραβαλλομένην εἰκόνι καὶ καταφρόνει καὶ ταύτης. Τὰς γὰρ λοιδορίας καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη καὶ τὰ σκώμματα τὰ παρὰ τῶν ἐχθρῶν καὶ τὰς ἐπιβουλὰς ἱματίῳ παλαιωθέντι καὶ ἐρίῳ διαβρωθέντι παρεικάζων ἔλεγεν· ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡς ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται. Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων. Ἀλλ' ἀφεὶς τὸν δεῖνα καὶ τὸν δεῖνα παρακαλεῖν καὶ τὰς σκιὰς περιτρέχειν— τοῦτο γὰρ ἡ ἀνθρωπίνη συμμαχία—τὸν Θεόν, ᾧ λατρεύεις, ἐνδελεχῶς παρακάλει· νεύσει μόνον καὶ πάντα ἐν μιᾷ καιροῦ λύεται ῥοπῇ. Εἰ δὲ παρεκάλεσας καὶ οὐκ ἐλύθη, τοιοῦτον τῷ Θεῷ ἔθος μὴ ἐκ προοιμίων—τὸν γὰρ ἔμπροσθεν ἀναλήψομαι λόγον—καταλύειν τὰ δεινά. Ἀλλ', ὅταν κορυφωθῇ, ὅταν αὐξηθῇ, ὅταν σχεδὸν μηδὲν ὑπολελειμμένον ᾖ τῆς τῶν πολεμούντων κακίας, τότε ἀθρόον μεταβάλλειν ἐπὶ τὸ γαληνὸν καὶ πρὸς ἀπροσδοκήτους τινὰς καταστάσεις αὐτὰ πραγμάτων ἄγειν. Οὐ γὰρ τοσαῦτα δύναται μόνον ποιῆσαι χρηστά, ὅσα προσδοκῶμεν καὶ ἐλπίζομεν, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ ἀπείρως μείζονα. Διὸ καὶ Παῦλος ἔλεγε· τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ, ὧν αἰτούμεθα ἢ νοοῦμεν. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκ προοιμίων κωλῦσαι τοὺς παῖδας τοὺς τρεῖς εἰς τὸν πειρασμὸν ἐκεῖνον μὴ ἐμπεσεῖν; Ἀλλ' οὐκ ἠβουλήθη πολλὴν αὐτοῖς συνάγων τὴν ἐμπορίαν. Διὰ τοῦτο ἀφῆκε καὶ χερσὶν αὐτοὺς βαρβαρικαῖς παραδοθῆναι καὶ τὴν κάμινον ἀναφθῆναι πρὸς ὕψος ἄφατον καὶ τὴν βασιλικὴν ὀργὴν τῆς καμίνου χαλεπώτερον ἐκκαῆναι καὶ χεῖρας δεθῆναι καὶ πόδας μετὰ πολλῆς τῆς σφοδρότητος καὶ εἰς τὸ πῦρ ἐμβληθῆναι. Καί, ὅτε πάντες οἱ θεωροῦντες αὐτοὺς ἀπέγνωσαν αὐτῶν τὴν σωτηρίαν, τότε ἀθρόον καὶ παρ' ἐλπίδα ἅπασα ἀνεφαίνετο ἡ θαυματοποιία τοῦ ἀριστοτέχνου Θεοῦ καὶ μετὰ πολλῆς ἐξέλαμπε τῆς ὑπερβολῆς. Τὸ μὲν γὰρ πῦρ ἐδεσμεῖτο, οἱ δὲ δεσμῶται ἐλύοντο καὶ ναὸς εὐκτήριος ἡ κάμινος ἐγίνετο καὶ πηγὴ καὶ δρόσος καὶ αὐλῶν βασιλικῶν σεμνοτέρα. Καὶ τὴν παμφάγον οὐσίαν ἐκείνην καὶ σιδήρου καὶ λίθου περιγινομένην καὶ πάσης κρατοῦσαν ὕλης τριχῶν ἐνίκα φύσις. Καὶ χορὸς ἵστατο παναρμόνιος αὐτόθι τῶν ἁγίων ἐκείνων ἑκατέραν τὴν κτίσιν εἰς τὴν θαυμασίαν ταύτην καλούντων μελῳδίαν, ᾄδοντες, εὐχαριστηρίους ἀναπέμποντες αἴνους, ὑπὲρ ὧν ἐδέθησαν, τό γε τῶν ἐχθρῶν μέρος, ὑπὲρ ὧν πατρίδος ἐξέπεσον, ὑπὲρ ὧν αἰχμάλωτοι γεγόνασιν, ὑπὲρ ὧν τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὑπὲρ ὧν ἀπόλιδες, ἄοικοι καὶ μετανάσται ἐγένοντο, ὑπὲρ ὧν ἐν ἀλλοτρίᾳ καὶ βαρβάρων διέτριβον γῇ· τοῦτο γὰρ ψυχῆς εὐγνώμονος. Καί, ἐπειδὴ καὶ τὰ τῆς κακίας τῶν πολεμούντων ἀπήρτιστο—τί γὰρ μετὰ θάνατον λοιπὸν ἐπιχειρῆσαι ἠδύναντο; —καὶ τὰ τῶν ἀθλητῶν πεπλήρωτο καὶ ὁ στέφανος ἐπλάκη καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη καὶ οὐδὲν λοιπὸν ἔλιπεν εἰς εὐδοκίμησιν, τότε δὴ τὰ δεινὰ λύεται καὶ ὁ τὴν κάμινον ἅψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ οὗτος θαυμαστὸς ἐπαινέτης τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται καὶ κήρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιίας. Καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει γράμματα πολλῆς γέμοντα εὐφημίας διηγούμενος τὰ γεγενημένα καὶ ἀξιόπιστος γινόμενος κήρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων. Ἐπειδὴ γὰρ ἐχθρὸς ἦν καὶ πολέμιος, ἀνύποπτα λοιπὸν καὶ παρὰ τοῖς ἐχθροῖς τὰ γραφόμενα ἦν. Εἶδες τὸ εὐμήχανον τοῦ Θεοῦ; Εἶδες τὸ σοφόν; Εἶδες τὸ παράδοξον; Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικόν; Μὴ τοίνυν θορυβοῦ μηδὲ ταράττου, ἀλλὰ μένε διηνεκῶς ὑπὲρ πάντων τῷ Θεῷ εὐχαριστῶν, δοξολογῶν, παρακαλῶν, δεόμενος, ἱκετεύων, κἂν μυρίοι θόρυβοι, κἂν μυρίαι ταραχαὶ ἐπίωσι, κἂν καταιγίδες, κἂν πάντα ἐπ' ὄψιν κέηται, μηδέν σε τούτων ταραττέτω. Οὐ γὰρ προλαμβάνεται ἡμῶν ὁ δεσπότης ὑπὸ τῆς τῶν πραγμάτων δυσκολίας, κἂν εἰς ἔσχατον ὄλεθρον πάντα κατενεχθῇ. Δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πεπτωκότας ἐγεῖραι καὶ τοὺς πεπλανημένους ἐπιστρέψαι καὶ τοὺς σκανδαλισθέντας διορθῶσαι καὶ τοὺς μυρίων πληρωθέντας ἁμαρτημάτων ἀπαλλάξαι καὶ δικαίους ποιῆσαι καὶ τοὺς νεκρωθέντας ζωογονῆσαι καὶ τὰ κατασκαφέντα λαμπρὰ ἐργάσασθαι καὶ τὰ παλαιωθέντα ἀνανεῶσαι. Εἰ γὰρ τὰ μὴ ὄντα ποιεῖ ὡς ὄντα καὶ τοῖς μηδαμοῦ μηδαμῶς φαινομένοις χαρίζεται τὸ εἶναι, πολλῷ μᾶλλον τὰ ὄντα καὶ γενόμενα διορθώσεται. Ἀλλὰ πολλοὶ οἱ πλανώμενοι; Πολλοὶ οἱ σκανδαλιζόμενοι; Πολλάκις καὶ ἤδη τοιαῦτα γέγονεν, ἀλλ' ὕστερον τὴν προσήκουσαν ἔλαβε πάντα διόρθωσιν, πλὴν εἰ μή τινες ἀνιάτως ἔμειναν ἔχοντες καὶ μετὰ τὴν τῶν πραγμάτων μεταβολήν. Τί ταράττει καὶ τί ἀλύεις, εἰ ὁ δεῖνα ἐκβέβληται καὶ ὁ δεῖνα εἰσενήνεκται; Ὁ Χριστὸς ἐσταυροῦτο καὶ Βαραββᾶς ὁ λῃστὴς ἐξήγετο καὶ ὁ διεφθαρμένος ἐβόα δῆμος τὸν ἀνδροφόνον τοῦ σωτῆρος καὶ εὐεργέτου δεῖν μᾶλλον σωθῆναι. Πόσους νομίζεις ταῦτα ἐσκανδάλισε τότε; Πόσους τέως ταῦτα ἀπώλεσε; Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀναγκαῖον ἀγαγεῖν. Οὐκ εὐθέως τεχθεὶς οὗτος ὁ σταυρωθεὶς μετανάστης ἐγίνετο καὶ φυγὰς καὶ μετὰ ὁλοκλήρου τῆς οἰκίας πρὸς τὴν ἀλλοτρίαν ἐξ αὐτῶν τῶν σπαργάνων ἀπῳκίζετο γῆν διάστημα ὁδοῦ τοσοῦτον εἰς βάρβαρον ἀπαγόμενος χώραν; Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρης τὸ ξίφος ἠλαύνετο. Τί ταύτης χαλεπώτερον τῆς τραγῳδίας; Καὶ ταῦτα ἔπραττεν ὁ ζητῶν αὐτὸν ἀνελεῖν καὶ ὁ μακρόθυμος ἠνείχετο τοιαύτης τολμωμένης τραγῳδίας, τοσούτου ῥέοντος αἵματος. Καὶ ἠνείχετο κωλῦσαι δυνάμενος ἀπορρήτῳ τινὶ σοφίᾳ τὴν τοσαύτην ἐπιδεικνύμενος μακροθυμίαν. Ἐπειδὴ δὲ ἐπανῆλθεν ἀπὸ τῆς βαρβάρων χώρας καὶ ηὐξήθη, πόλεμος πανταχόθεν ἀνερριπίζετο. Καὶ πρῶτον μὲν οἱ Ἰωάννου διεφθόνουν καὶ ἐβάσκαινον μαθηταί, καίτοι γε ἐκείνου τὰ αὐτοῦ θεραπεύοντος καὶ ἔλεγον· ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ταῦτα γὰρ ὑποκνιζομένων ἦν λοιπὸν τὰ ῥήματα καὶ φθόνῳ βαλλομένων καὶ τηκομένων τῷ πάθει. Διὰ δὴ τοῦτο καὶ μετὰ Ἰουδαίου τινὸς εἷς τῶν μαθητῶν τῶν ταῦτα εἰρηκότων ἐφιλονείκει καὶ ἐπύκτευε τὸν περὶ καθαρσίων λόγον κινῶν καὶ βάπτισμα βαπτίσματι παραβάλλων, τὸ Ἰωάννου τῷ τῶν μαθητῶν τοῦ Χριστοῦ. Ἐγένετο γάρ, φησίν, ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου τινὸς ζήτησις περὶ καθαρισμοῦ. Ἐπειδὴ δὲ καὶ τῶν σημείων ἥψατο, πόσαι αἱ συκοφαντίαι; Οἱ μὲν Σαμαρείτην ἐκάλουν καὶ δαιμονῶντα λέγοντες· ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις. Οἱ δὲ πλάνον, λέγοντες· οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Οἱ δὲ γόητα, λέγοντες· ὅτι ἐν τῷ ἄρχοντι τῷ Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. Καὶ συνεχῶς ταῦτα ἐπέλεγον καὶ ἀντίθεον ὠνόμαζον καὶ γαστρίμαργον καὶ μέθυσον καὶ πονηρῶν καὶ διεφθαρμένων φίλον. Ἦλθε γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καί, ὅτε δὲ τῇ πόρνῃ διελέγετο, ψευδοπροφήτην αὐτὸν ἐκάλουν. Εἰ γὰρ ἦν προφήτης, φησίν, ᾔδει τίς ἐστιν ἡ γυνὴ αὕτη ἡ λαλοῦσα αὐτῷ. Καὶ καθ' ἑκάστην ἡμέραν τοὺς ὀδόντας ἠκόνουν κατ' αὐτοῦ. Καὶ οὐκ Ἰουδαῖοι μόνον οὕτως ἐπολέμουν αὐτῷ, ἀλλ' οὐδὲ αὐτοὶ οἱ δοκοῦντες εἶναι ἀδελφοὶ ὑγιῶς εἶχον πρὸς αὐτόν. Ἀλλὰ καὶ ἐκ τῆς οἰκίας ὁ πόλεμος αὐτῷ ἀνερριπίζετο. Ὅρα γοῦν πῶς καὶ αὐτοὶ ἦσαν διεφθαρμένοι, ἐξ ὧν καὶ ὁ Εὐαγγελιστὴς ἐπαγαγὼν ἔλεγεν· οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ', ἐπειδὴ σκανδαλιζομένων μέμνησαι πολλῶν καὶ ἀπολλυμένων, πόσους οἴει κατὰ τὸν καιρὸν τοῦ Σταυροῦ σκανδαλίζεσθαι; Τῶν μαθητῶν ὁ μὲν προέδωκεν, οἱ δὲ ἐδραπέτευσαν, ὁ δὲ ἠρνήσατο καὶ πάντων ἀναχωρησάντων ἤγετο μόνος δεδεμένος. Πόσους οἴει πρῶτον ἑωρακότας τὰ σημεῖα αὐτὸν ἐργαζόμενον, νεκροὺς ἐγείροντα, λεπροὺς καθαρίζοντα, δαίμονας ἀπελαύνοντα, ἄρτους πηγάζοντα, τὰ ἄλλα τεράστια ἐργαζόμενον, σκανδαλισθῆναι κατὰ τὸν καιρὸν ἐκεῖνον θεωροῦντας μόνον ἀπαγόμενον καὶ δεδεμένον ὑπὸ εὐτελῶν αὐτὸν στρατιωτῶν περιστοιχιζόμενον καὶ ἱερέων ἰουδαϊκῶν ἑπομένων καὶ θορυβούντων καὶ ταραττόντων καὶ τοὺς ἐχθροὺς μόνον ἐν μέσῳ ἔχοντας ἀπειλημμένον αὐτὸν καὶ τὸν προδότην παρόντα καὶ ἐναβρυνόμενον τέως; Τί δὲ ἡνίκα ἐμαστιγοῦτο; Καὶ γὰρ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον. Ἑορτὴ γὰρ ἦν περιφανὴς ἡ πάντας συνάγουσα καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη καὶ ἐν μεσημβρίᾳ μέσῃ. Πόσους τοίνυν οἴει παρεῖναι τότε καὶ σκανδαλίζεσθαι ὁρῶντας αὐτὸν δεδεμένον, μεμαστιγωμένον, αἵματι περιρρεόμενον, ὑπὸ ἡγεμονικοῦ δικαστηρίου ἐξεταζόμενον καὶ οὐδένα τῶν μαθητῶν παρόντα; Τί δὲ ἡνίκα αἱ ποικίλαι ἐκεῖναι καὶ συνεχεῖς καὶ ἐπάλληλοι ἐγίνοντο κατ' αὐτοῦ κωμῳδίαι; Καί ποτε μὲν αὐτὸν ἀκάνθαις ἐστεφάνουν, ποτὲ δὲ χλαμύδα περιετίθεσαν, ποτὲ δὲ κάλαμον ἐνεχείριζον, ποτὲ δὲ πίπτοντες αὐτὸν προσεκύνουν πᾶν εἶδος χλευασίας κινοῦντες καὶ γέλωτος. Πόσους οἴει σκανδαλίζεσθαι; Πόσους θορυβεῖσθαι; Πόσους ταράττεσθαι, ὅτε ἐπὶ κορυφῆς αὐτὸν ἔπαιον καὶ ἔλεγον· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; Καὶ ἦγον καὶ περιῆγον πᾶσαν τὴν ἡμέραν σκώμματα καὶ λοιδορίας καὶ χλευασίαν καὶ γέλωτα ἐν μέσῳ θεάτρῳ ἰουδαϊκῷ. Τί δέ, ὅτε αὐτὸν ἐρράπιζεν ὁ δοῦλος τοῦ ἀρχιερέως; Τί δέ, ὅτε τὰ ἱμάτια αὐτοῦ διεμερίζοντο οἱ στρατιῶται; Ἡνίκα δὲ ἐπὶ τὸν Σταυρὸν ἀνήχθη γυμνὸς ἐπὶ τοῦ νώτου ἔχων τὰς μάστιγας καὶ ἀνεσκολοπίζετο, οὐδὲ γὰρ τότε οἱ ἄγριοι θῆρες ἐμαλάττοντο, ἀλλὰ μανικώτεροι μᾶλλον ἐγίνοντο καὶ τὰ τῆς τραγῳδίας ἐπετείνετο καὶ τὰ τῆς χλευασίας ηὔξετο. Οἱ μὲν ἔλεγον· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτόν. Οἱ δὲ ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ἄλλοι δὲ ἔλεγον· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ Σταυροῦ καὶ πιστεύσομέν σοι. Τί δέ, ὅτε τῇ σπογγιᾷ χολὴν καὶ ὄξος ποτίζοντες ἐνεπαροίνουν αὐτόν; Τί δέ, ὅτε οἱ λῃσταὶ ἐλοιδόρουν αὐτῷ; Τί δέ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, τὸ φρικτὸν ἐκεῖνο καὶ παρανομώτατον, ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὸν Βαραββᾶν προετίμησαν οὐ σταυρῶσαι μόνον, ἀλλὰ καὶ πονηρὰν βουλόμενοι τῷ Χριστῷ περιθεῖναι δόξαν; Ἐνόμιζον γὰρ δύνασθαι κατασκευάζειν ἐκ τούτων ὅτι τοῦ λῃστοῦ χείρων ἦν καὶ οὕτω παράνομος, ὥστε μὴ φιλανθρωπίᾳ μήτε ἑορτῆς ἀξιώματι δύνασθαι σῴζεσθαι. Πάντα γὰρ τούτου ἕνεκεν ἐποίουν, ὥστε αὐτοῦ τὴν ὑπόληψιν διαβαλεῖν. Διὰ δὴ τοῦτο καὶ τοὺς δύο λῃστὰς αὐτῷ συνεσταύρωσαν. Ἀλλ' ἡ ἀλήθεια οὐ μόνον οὐ συνεσκιάζετο, ἀλλὰ καὶ μειζόνως διέλαμπε. Καὶ τυραννίδα δὲ αὐτῷ ἐνεκάλουν λέγοντες· πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα οὐκ ἔστι φίλος τοῦ Καίσαρος, τῷ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι τυραννίδος ἐπάγοντες ἔγκλημα. Καὶ ἐπὶ βλασφημίᾳ δὲ αὐτὸν ἐσυκοφάντουν. Ὁ γὰρ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὑτοῦ λέγων· ἐβλασφήμησε. Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ὁ δὲ θάνατος οἷος; Οὐ καταδίκων; Οὐκ ἐπαράτων; Οὐχ ὁ αἴσχιστος; Οὐχ ὁ τῶν τὰ ἔσχατα παρανενομηκότων καὶ οὐκ ἀξίων ὄντων οὐδὲ ἐπὶ τῆς γῆς τὴν ψυχὴν ἀφεῖναι; Τὸ δὲ τῆς ταφῆς εἶδος οὐκ ἐν χάριτος πληροῦται μέρει; Ἐλθὼν γάρ τις τὸ σῶμα αὐτοῦ ἐξῃτήσατο. Οὕτως οὐδὲ ὁ θάπτων αὐτὸν ἦν τῶν οἰκείων, τῶν εὐεργετηθέντων, τῶν μαθητῶν, τῶν τοσαύτης ἀπολελαυκότων σωτηρίας, πάντων φυγάδων γενομένων, πάντων ἀποπηδησάντων. Ἡ δὲ πονηρὰ ἐκείνη ὑπόληψις ἣν κατεσκεύασαν τῆς ἀναστάσεως εἰπόντες ὅτι ἦλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἔκλεψαν αὐτόν; Πόσους ἐσκανδάλισε; Πόσους ὑπεσκέλισε τέως; Καὶ γὰρ ἐκράτησεν ὁ λόγος τότε καίτοι γε πεπλασμένος ὢν καὶ χρημάτων γενόμενος ὠνητός. Ἀλλ' ὅμως ἐκράτησε παρά τισι, μετὰ τὰ σήμαντρα, μετὰ τὴν περιφάνειαν τῆς ἀληθείας τὴν τοσαύτην. Οὐδὲ γὰρ τὸν περὶ τῆς ἀναστάσεως ᾔδεσαν λόγον τὸ πλῆθος, ὅπου γε οὐδὲ οἱ μαθηταὶ αὐτοῦ ᾔδεσαν, φησίν, τότε, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀλλ' ὅμως ὁ μακρόθυμος Θεὸς ἠνείχετο τῇ οἰκείᾳ σοφίᾳ ἀπορρήτως πάντα οἰκονομῶν. Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας πάλιν κρυπτόμενοι, λανθάνοντες, φυγαδευόμενοι οἱ μαθηταί, δεδοικότες, τρέμοντες, τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, οὕτως ἐλάνθανον. Καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπέλαυσαν, ἀλλὰ μετ' ἐκεῖνα μυρία σκάνδαλα μαστιζομένων αὐτῶν ἐγίνετο ἐν τοῖς ἀσθενεστέροις, τῆς ἐκκλησίας ταραττομένης, αὐτῶν ἐλαυνομένων, τῶν ἐχθρῶν κρατούντων πολλαχοῦ καὶ θορυβούντων. Ὅτε γὰρ πολλὴν ἐκ τῶν σημείων ἐκτήσαντο παρρησίαν, τότε πάλιν ἡ Στεφάνου τελευτὴ διωγμὸν χαλεπὸν εἰργάσατο καὶ πάντας διέσπειρε καὶ τὴν ἐκκλησίαν ἐν θορύβῳ κατέστησε καὶ πάλιν ἐν φόβῳ τὰ τῶν μαθητῶν καὶ πάλιν ἐν φυγῇ καὶ πάλιν ἐν ἀγωνίᾳ. Καὶ οὕτω διὰ παντὸς τὰ τῆς ἐκκλησίας ηὔξετο, ὅτε ἤνθει διὰ τῶν σημείων, ὅτε φαιδρὰ ἐκ προοιμίων ἐφαίνετο. Καὶ ὁ μὲν διὰ σπυρίδος ἐχαλᾶτο καὶ οὕτως ἐξέφυγε τοῦ ἄρχοντος τὰς χεῖρας, τοὺς δὲ ἄγγελος ἐξέβαλε καὶ οὕτω τῶν ἁλύσεων ἀπήλλαττε, τοὺς δὲ ἀγοραῖοι καὶ χειροτέχναι ὑποδεχόμενοι παρὰ τῶν ἐν δυναστείαις ἐλαυνομένους παντὶ ἐθεράπευον τρόπῳ. Πορφυροπώλιδες γυναῖκες καὶ σκηνορράφοι καὶ σκυτοδέψαι πρὸς αὐτὰς οἰκοῦντες τὰς ἐσχατιὰς τῶν πόλεων, παρ' αἰγιαλὸν καὶ θάλασσαν, πολλάκις δὲ καὶ οὐδὲ ἐν μέσαις ἐτόλμων φαίνεσθαι ταῖς πόλεσιν. Εἰ δὲ καὶ αὐτοὶ ἐτόλμων, ἀλλ' οἱ ξενοδόχοι οὐκ ἐτόλμων. Καὶ οὕτως ὑφαίνετο τὰ πράγματα, διὰ πειρασμῶν, <οὐ> δι' ἀνέσεων. Καὶ οἱ πρῴην σκανδαλισθέντες μετὰ ταῦτα διωρθοῦντο καὶ οἱ πλανηθέντες ἐπανήγοντο καὶ τὰ κατεσκαμμένα ᾠκοδόμητο μειζόνως. Διὰ τοῦτο καὶ Παύλου αἰτήσαντος δι' ἀνέσεως μόνης βαδίζειν τὸ κήρυγμα ὁ πάνσοφος καὶ εὐμήχανος οὐκ ἠνέσχετο, ἀλλὰ καὶ πολλάκις παρακαλοῦντος οὐκ ἐπένευσεν, ἀλλ' εἶπεν· ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Εἰ βούλει τοίνυν καὶ νῦν λογίσασθαι μετὰ τῶν λυπηρῶν τὰ χρηστά, πολλὰ ὄψει γεγενημένα, εἰ καὶ μὴ σημεῖα καὶ θαύματα, ἀλλ' ἐοικότα σημείοις πράγματα, δείγματα τῆς πολλῆς τοῦ Θεοῦ προνοίας καὶ ἀντιλήψεως ἄφατα. Ἀλλ', ἵνα μὴ πάντα μετ' εὐκολίας παρ' ἡμῶν ἀκούῃς, τοῦτό σοι καταλιμπάνω τὸ μέρος, ὥστε μετὰ ἀκριβείας πάντα παραθεῖναι τοῖς λυπηροῖς καὶ καλὴν ἀσχολούμενος ἀσχολίαν οὕτω σὲ παραγαγεῖν σαυτὸν τῆς ἀθυμίας· πολλὴν γὰρ καὶ ἐντεῦθεν δέξῃ τὴν παράκλησιν.