Ancient Greek
Version Or Recension 1,2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistula ad Cyriacum (epist. 125 % recensiones) 2.1
Not analysed yet
Ἰωάννου τοῦ Χρυσοστόμου ἐπιστολὴ πρὸς Κυριακὸν ἐπίσκοπον ὄντα καὶ αὐτὸν ἐν ἐξορίᾳ Φέρε δὴ πάλιν ἀπαντλήσω σου τῆς ἀθυμίας τὸ ἕλκος καὶ διασκεδάσω τοὺς λογισμούς, τοὺς τὸ νέφος τοῦτο συνάγοντας. Τί γάρ ἐστιν ὃ λυπεῖ καὶ ἀδημονεῖς; Διότι χαλεπὸς ὁ χειμὼν καὶ πικρὸν τὸ ναυάγιον τὸ τὴν ἐκκλησίαν καταλαβόν; Τοῦτο οἶδα κἀγὼ καὶ οὐδεὶς ἀντερεῖ. Ἀλλ', εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω τῶν γινομένων. Θάλατταν ὁρῶ μαινομένην ἀπ' αὐτῆς τῆς ἀβύσσου κάτωθεν ἀναμοχλευομένην, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντας, πρὸς τὴν ἀμηχανίαν τοῦ χειμῶνος ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηράν, ἀλλ' ἐπὶ τῶν στρωμάτων κειμένους καὶ ὀλοφυρομένους καὶ κλαίοντας. Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει. Νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος καὶ πλείονα τὰ κύματα. Ἀλλὰ παρακάλει τὸν δεσπότην ἡμῶν Χριστόν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Ἀλλ', εἰ καὶ πολλάκις παρεκάλεσας καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος Θεός. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς τρεῖς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν; Ἀλλ', ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βαρβάρων χώραν ἀπερρίφησαν καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον καὶ παρὰ πάντων ἀπεγνώσθησαν καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελείπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἄφνω τὴν θαυματοποιίαν εἰργάσατο καὶ διεσκόρπισε τὸ πῦρ. Μὴ γὰρ φέρον τὴν ἀρετὴν τῶν δικαίων τὸ πῦρ ἐξεπήδησεν ἔξω καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. Καὶ λοιπὸν Ἐκκλησία ἦν αὐτοῖς ἡ κάμινος καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ὁρᾷς πῶς ἡ ὑπομονὴ τῶν ἁγίων καὶ τὸ πῦρ εἰς δρόσον μετέβαλε καὶ τὸν τύραννον ἐδυσώπησε; Καὶ κατὰ πάσης τῆς οἰκουμένης ἐκπέμπει γράμματα. Μέγας ὁ Θεός, φησί, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ. Καὶ ἴδε πόσην ἀποτομίαν ἔθηκεν· εἴ τις λόγον εἴποι κατ' αὐτῶν, τὸν οἶκον αὐτοῦ ταμιεύεσθαι καὶ τὰ ὑπάρχοντα αὐτοῦ διαρπάζεσθαι. Μὴ οὖν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς. Καὶ γὰρ ἐγώ, ὅτε ἐξελαυνόμην ἀπὸ τῆς πόλεως, οὐδὲν τούτων ἐφρόντιζον, ἀλλ' ἔλεγον πρὸς ἐμαυτόν· εἴ με βούλεται ἡ βασίλισσα ἐξορίσαι, ἐξορίσει με· τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἴ με βούλεται πρίσαι, πρίσει με· τὸν Ἠσαΐαν ἔχω ὑπογραμμόν. Εἴ με θέλει εἰς τὸ πέλαγος ἀκοντίσαι, τὸν Ἰωνᾶν ὑπομιμνῄσκομαι. Εἴ με θέλει εἰς κάμινον ἐμβαλεῖν, τοὺς τρεῖς παῖδας ἔχω τοῦτο πεπονθότας. Εἴ με θέλει τοῖς θηρίοις βαλεῖν, ἔχω τὸν Δανιὴλ ἐν τοῖς λέουσι βεβλημένον. Εἰ θέλει με λιθάσαι, λιθάσῃ με· Στέφανον ἔχω τὸν πρωτομάρτυρα. Εἰ θέλει τὴν κεφαλήν μου λαβεῖν, λάβῃ· ἔχω τὸν Ἰωάννην. Εἰ θέλει τὰ ὑπάρχοντά μου λαβεῖν, λάβῃ αὐτά· γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἐμοὶ παραινεῖ ὁ Ἀπόστολος· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει καί, εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ ὁ Δαβὶδ καθοπλίζει με· ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο καὶ λέγουσιν ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς. Εἰ μὲν τοῦτο ἐποίησα, ἐξαλειφθείη τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν ἐπισκόπων καὶ μὴ ἐγγραφείη ἐν τῇ βίβλῳ τῆς ὀρθοδόξου πίστεως, ὅτι οὐδὲν τοιοῦτον ἐγὼ ἔπραξα, καὶ ἀποβάλοι με Χριστὸς ἐκ τῆς βασιλείας αὑτοῦ. Εἰ δὲ ἅπαξ τοῦτό μοι λέγουσι καὶ φιλονεικοῦσι, καθελέτωσαν τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον ἐβάπτισε. Καθελέτωσαν καὶ αὐτὸν τὸν Κύριον, ὃς μετὰ τὸ δειπνῆσαι τοῖς ἀποστόλοις τὴν κοινωνίαν ἔδωκε. Λέγουσιν ὅτι μετὰ γυναικὸς ἐκοιμήθην· ἀποδύσατέ μου τὸ σῶμα καὶ εὑρήσετε τὴν νέκρωσιν τῶν μελῶν μου. Ἀλλὰ ταῦτα πάντα διὰ φθόνον ἐποίησαν. Ἀλλὰ πάντως λυπεῖ, ἀδελφὲ Κυριακέ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παρρησιάζονται καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων. Ἀλλὰ πάλιν ὑπομνήσθητι τὸν πλούσιον καὶ τὸν Λάζαρον. Ποῖος μὲν ἐν τῷ νῦν αἰῶνι ἐθλίβη; Ποῖος δὲ ἀπήλαυσε; Τί ἔβλαψεν ἐκεῖνον ἡ πενία; Οὐχὶ ὡς ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη; Τί δὲ ὠφέλησεν ἐκεῖνον ὁ πλοῦτος τὸν ἐν πορφύρᾳ καὶ βύσσῳ ἀναπαυόμενον; Ποῦ οἱ ῥαβδοῦχοι; Ποῦ οἱ δορυφόροι; Ποῦ οἱ χρυσοχάλινοι ἵπποι; Ποῦ οἱ παράσιτοι καὶ ἡ βασιλικὴ τράπεζα; Οὐχὶ ὡς λῃστὴς δεδεμένος ἀπήγετο ἐν τῷ μνήματι γυμνὴν τὴν ψυχὴν ἐκ τοῦ κόσμου ἐκφέρων; Καὶ κράζει κενῇ τῇ φωνῇ· πάτερ Ἀβραάμ, πέμψον Λάζαρον, ἵνα βρέξῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ καὶ καταψύξῃ τὴν γλῶσσάν μου, διότι δεινῶς ἀποτηγανίζομαι. Τί πατέρα καλεῖς τὸν Ἀβραάμ, οὗ τὸν βίον οὐκ ἐμιμήσω; Ἐκεῖνος πάντα ἄνθρωπον εἰς τὸν οἶκον αὑτοῦ ἐξένιζε, σὺ δὲ ἑνὸς πτωχοῦ φροντίδα οὐκ ἐποιήσω. Οὐκ ἔστι πενθῆσαι καὶ κλαῦσαι ὅτι ὁ τοσοῦτον πλοῦτον ἔχων σταγόνος ὕδατος ἄξιος οὐκ ἐγένετο; Ἐπειδὴ γὰρ ψιχίων οὐ μετέδωκε τῷ πτωχῷ σταγόνα ὕδατος οὐ λαμβάνει. Τῷ χειμῶνι οὐκ ἔσπειρεν ἔλεος, ἦλθε τὸ θέρος καὶ οὐκ ἐθέρισε. Καὶ τοῦτο τοῦ δεσπότου οἰκονομία ὅτι ἐξεναντίας ἐποίησε τὴν κόλασιν τοῖς ἀσεβέσι καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις, ἵνα βλέπωσιν ἀλλήλους καὶ ἀλλήλους γνωρίζωσι. Καὶ γὰρ ἕκαστος τότε μάρτυς τὸν ἴδιον τύραννον ἐπιγνώσεται καὶ ἕκαστος τύραννος τὸν ἴδιον μάρτυρα ὃν ἐκόλασε. Καὶ οὐκ ἐμὰ τὰ ῥήματα. Ἄκουσον τῆς σοφίας λεγούσης· τότε ἐν πολλῇ παρρησίᾳ στήσεται ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν. Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, ἡνίκα εὕρῃ καθαρὰν πηγήν, τῇ δίψῃ φλεγόμενος καὶ πολλῇ τῇ λιμῷ συνεχόμενος παρακαθέζεται τραπέζῃ ἐχούσῃ πάντα τὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύεται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφόδρα ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται. Οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται. Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος ἐποίησεν αὐτὸν ἐξεναντίας τοῦ παραδείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ' ἑκάστην ὥραν καὶ ἡμέραν βλέπων ἐκεῖνο τὸ ποθητὸν χωρίον, ὅθεν ἐξῆλθεν, ἔχῃ πάντοτε τὴν ὀδύνην ἐν τῇ ψυχῇ. Εἰ δὲ καὶ ὧδε ἀλλήλοις μὴ συντύχωμεν, ἀλλ' ἐκεῖ οὐδεὶς ὁ κωλύων ἡμᾶς μετ' ἀλλήλων διάγειν. Καὶ ὀψόμεθα τοὺς ἐξορίσαντας ἡμᾶς, ὥσπερ ὁ Λάζαρος τὸν πλούσιον καὶ οἱ μάρτυρες τοὺς τυράννους. Μὴ οὖν ἀθύμει, ἀλλὰ μνημόνευε τοῦ προφήτου λέγοντος· μυκτηρισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται καὶ ὡς ἱμάτιον παλαιωθήσονται. Κατανόησον δὲ καὶ τὸν δεσπότην, πῶς εὐθὺς ἀπὸ τῶν σπαργάνων ἐδιώκετο καὶ εἰς βαρβάρων γῆν ἀπερρίπτετο, ὁ τὸν κόσμον κατέχων τύπος ἡμῖν γινόμενος τοῦ μὴ ἐκκακεῖν ἐν τοῖς πειρασμοῖς. Ἀνάμνησαι τὸ πάθος τοῦ Σωτῆρος, ὅσας ὕβρεις δι' ἡμᾶς ὑπέμεινεν. Οἱ μὲν γὰρ αὐτὸν Σαμαρείτην ἐκάλουν, οἱ δὲ δαιμονῶντα καὶ γαστρίμαργον καὶ ψευδοπροφήτην. Λέγουσι γάρ· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Τί δέ, ὅτε ἦγον αὐτὸν κρημνίσαι καὶ ὅτε εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον καὶ ῥαπίσματα αὐτῷ ἐδίδουν; Τί δέ, ὅτε ὄξος καὶ χολὴν αὐτὸν ἐπότιζον, ὅτε τῷ καλάμῳ τὴν κεφαλὴν αὐτοῦ ἔτυπτον; Τί δέ, ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες; Καὶ ὅτε περιῆγον αὐτὸν οἱ αἱμοβόροι ἐκεῖνοι κύνες καὶ ὅτε ἐπὶ τὸ πάθος ἤγετο γυμνὸς καὶ πάντες αὐτὸν κατέλιπον οἱ μαθηταί; Καὶ ὁ μὲν αὐτὸν ἠρνήσατο, ὁ δὲ παρέδωκεν, οἱ δὲ ἄλλοι ἐδραπέτευσαν καὶ μόνος εἱστήκει γυμνὸς ἐν μέσῳ τῶν ὄχλων ἐκείνων· ἑορτὴ γὰρ ἦν ἡ πάντας συνάγουσα τότε. Καὶ ὅτε ὡς πονηρὸν ἐν μέσῳ κακούργων αὐτὸν ἐσταύρωσαν καὶ ἄταφος ἔκειτο, ὅτε κατήνεγκαν αὐτὸν ἀπὸ τοῦ σταυροῦ, ἕως ὅτου τις αὐτὸν ἐξῃτήσατο, ἵνα αὐτὸν θάψῃ· οὕτως ὅτι ταφῆς οὐκ ἠξιώθη. Καὶ ὅτε ψόγον πονηρὸν κατ' αὐτοῦ ἀπεφήναντο ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν καὶ οὐκ ἀνέστη. Ὑπομνήσθητι δὲ καὶ τοὺς ἀποστόλους ὅτι πανταχόθεν ἐδιώκοντο καὶ κατεκρύπτοντο ἐν ταῖς πόλεσι μὴ δυνάμενοι φανῆναι. Πῶς ὁ Πέτρος παρὰ τῷ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπωλίσσῃ γυναικί, ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παρρησίαν. Ἀλλ' ὕστερον πάντα ὁμαλὰ ἐγένετο αὐτοῖς. Οὕτω καὶ νῦν μὴ ἀθυμήσῃς. Ἤκουσα γὰρ κἀγὼ περὶ τοῦ λήρου ἐκείνου τοῦ Ἀρσακίου, ὃν ἐκάθισεν ἡ βασίλισσα ἐν τῷ θρόνῳ, ὅτε ἔθλιψε τοὺς ἀδελφοὺς καὶ τὰς παρθένους μὴ θέλοντας αὐτῷ κοινωνῆσαι. Πολλοὶ δὲ αὐτῶν δι' ἐμὲ καὶ ἐν φυλακῇ ἀπέθανον. Ὁ γὰρ προβατόσχημος ἐκεῖνος λύκος, ὁ σχῆμα μὲν ἔχων ἐπισκόπου, μοιχὸς δὲ ὑπάρχων—ὡς γὰρ ἡ γυνὴ μοιχαλὶς χρηματίζει ἡ ζῶντος τοῦ ἀνδρὸς ἑτέρῳ συναφθεῖσα οὕτω καὶ οὗτος μοιχός ἐστιν—οὐ σαρκός, ἀλλὰ πνεύματος· ζῶντος γὰρ ἐμοῦ ἥρπασέ μου τὸν θρόνον τῆς ἐκκλησίας. Καὶ ταῦτά σοι ἀπέστειλα ἀπὸ Κουκουσοῦ, ὅπου ἐκέλευσεν ἡμᾶς ἡ βασίλισσα ἐξορισθῆναι. Πολλαὶ δὲ θλίψεις κατὰ τὴν ὁδὸν συνέβησαν ἡμῖν, ἀλλ' οὐδενὸς ἐφροντίσαμεν. Ὅτε δὲ ἤλθομεν ἐν τῇ χώρᾳ τῶν Καππαδόκων καὶ ἐν τῇ Ταυροκιλικίᾳ, χοροί, χοροὶ ἡμῖν ὑπήντων πατέρων, ἁγίων ἀνδρῶν, οὐ μὴν ἀλλὰ καὶ πλήθη μοναζόντων καὶ παρθένων τὰς ἀθανάτους πηγὰς τῶν δακρύων ἐκχέοντες. Καὶ ἔκλαιον θεωροῦντες ἡμᾶς ἐν τῇ ἐξορίᾳ ἀπερχομένους καὶ ἔλεγον πρὸς ἑαυτούς· συνέφερεν, ἵνα ὁ ἥλιος συνέστειλε τὰς ἀκτῖνας αὑτοῦ ἢ ἵνα τὸ στόμα Ἰωάννου ἐσιώπησε. Ταῦτά με ἐθορύβησε καὶ ἔθλιψεν, ἐπειδὴ ἔβλεπον πάντας κλαίοντας περὶ ἐμοῦ. Ἐπὶ τῶν ἄλλων πάντων, ὅσα ἂν συνέβη μοι, φροντίδα οὐκ ἐποίησα. Πάνυ δὲ ἡμᾶς ἐδεξιώσατο ὁ ἐπίσκοπος τῆς πόλεως ταύτης καὶ πολλὴν ἀγάπην ἔδειξεν εἰς ἡμᾶς, ὥστε, εἰ δυνατόν, καὶ τὸν θρόνον αὑτοῦ παρεχώρησεν ἡμῖν, εἰ μὴ τὸν ὅρον ἐφυλάττομεν. Δέομαι καὶ ἀντιβολῶ καὶ τῶν γονάτων ἅπτομαι τῶν σῶν. Ἀπόρριψον τὸ πένθος τῆς ἀθυμίας σου καὶ ὑπὲρ ἡμῶν μνείαν ἔχε πρὸς τὸν Θεόν. Καὶ ἀντιγράψαι ἡμῖν παρακλήθητι.