Ancient Greek
Version Or Recension 1,3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistula ad Cyriacum (epist. 125 % recensiones) 3.1
Not analysed yet
Τοῦ αὐτοῦ πρὸς Κυριακὸν ἐπίσκοπον ἐν ἐξορίᾳ ὄντα καὶ αὐτὸν Φέρε δὴ ἀπαντλήσω σου τῆς ἀθυμίας τὸ ἕλκος καὶ διασκεδάσω σου τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συνιστῶντας. Τί γάρ ἐστιν ὃ λυπεῖ καὶ ἀδημονεῖς; Διότι χαλεπὸς ὁ χειμὼν καὶ δεινὸν τὸ ναυάγιον τὸ τὰς ἐκκλησίας καταλαβόν; Τοῦτο οἶδα κἀγώ. Ἀλλ', εἰ βούλει, εἰκόνα ἀναπλάττω σοι τῶν γινομένων, ὥστε σαφεστέραν σοι ποιῆσαι τὴν τραγῳδίαν. Θάλατταν ὁρῶ ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἐπιπλέοντας, ἑτέρους ὑποβρυχίους γενομένους, τὰς σανίδας τῶν πλοίων διαλυομένας, τὰ ἱστία διαρρηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας· ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν στρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, θρηνοῦντας, ὀλολύζοντας, ὀλοφυρομένους· οὐκ οὐρανόν, οὐ πέλαγος φαινόμενον, ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες καὶ οὐδὲ τοὺς πλησίον ἐπιτρέποντα βλέπειν καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα. Μᾶλλον δὲ μέχρι τίνος διώκομεν ἀκίχητα; Οἵαν γὰρ ζητήσεις τῶν παρόντων κακῶν εἰκόνα ἡττώμενος ὁ λόγος ἀναχωρεῖ. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς οὐκ ἀπογιγνώσκω τῆς χρηστοτέρας ἐλπίδος, τὸν κυβερνήτην τοῦδε τοῦ παντὸς ἐννοῶν, ὃς οὐ τέχνῃ περιγίνεται τοῦ χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Εἰ δὲ μὴ ἐκ προοιμίων μηδὲ εὐθέως, ἔθος αὐτῷ τοιοῦτον μὴ ἐν ἀρχῇ τὰ δεινὰ καταλύειν, ἀλλ', ὅταν αὐξηθῇ καὶ πρὸς τὸ τέλος ἔλθῃ καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ, τότε θαυματουργεῖ καὶ παραδοξοποιεῖ τήν τε οἰκείαν ἐνδεικνύμενος δύναμιν καὶ τῶν ἐμπιπτόντων τὴν ὑπομονὴν ἐγγυμνάζων. Μὴ τοίνυν ἀναπέσῃς· ἓν γὰρ μόνον ἐστὶ φοβερόν, εἷς πειρασμός· ἁμαρτία μόνον. Καὶ τοῦτο συνεχῶς ἐπᾴδων ὑμῖν τὸ ῥῆμα οὐκ ἐπαυσάμην. Τὰ δὲ ἄλλα πάντα μῦθος, κἂν ἐπιβουλὰς εἴπῃς, κἂν ἀπεχθείας, κἂν δόλους, κἂν συκοφαντίας, κἂν λοιδορίας, κἂν κατηγορίας, κἂν δημεύσεις, κἂν ἐξορίας, κἂν ξίφη ἠκονημένα, κἂν πέλαγος, κἂν τὸν τῆς οἰκουμένης ἁπάσης πόλεμον. Οἷα γὰρ ἂν ᾖ ταῦτα πάντα, πρόσκαιρά τέ ἐστι καὶ ἐπίκηρα καὶ ἐν θνητῷ γινόμενα σώματι καὶ τὴν νήφουσαν οὐδὲν παραβλάπτοντα ψυχήν. Διὰ τοῦτο καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν τῶν κατὰ τὸν παρόντα βίον τὸ εὐτελὲς ὁ μακάριος Παῦλος δεῖξαι βουλόμενος μιᾷ λέξει τὸ πᾶν ἐνέφηνεν εἰπών· τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Τί τοίνυν τὰ πρόσκαιρα δέδοικας, τὰ ποταμίων ῥευμάτων δίκην παραρρέοντα; Τοιαῦτα γὰρ τὰ παρόντα, κἂν χρηστά, κἂν λυπηρά. Προφήτης δὲ ἕτερος ἅπασαν τὴν ἀνθρωπίνην εὐημερίαν οὐ χόρτῳ ἀλλ' ἑτέρᾳ ὕλῃ εὐτελεστέρᾳ παρέβαλεν ἄνθος αὐτὴν ὀνομάσας πᾶσαν ὁμοῦ. Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκε, πλοῦτον μόνον ἢ τρυφήν, ἀλλὰ πάντα τὰ ἀνθρώποις δοκοῦντα εἶναι λαμπρά, μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβών, οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου εἰπών· πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἀλλ' ἡ δυσημερία δεινὸν καὶ βαρύ; Ἀλλ' ὅρα καὶ ταύτην πάλιν ἑτέρᾳ παραβαλλομένην εἰκόνι καὶ καταφρόνει καὶ ταύτης. Τὰς γὰρ λοιδορίας καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη καὶ τὰ σκώμματα τὰ παρὰ τῶν ἐχθρῶν καὶ τὰς ἐπιβουλὰς ἱματίῳ παλαιωθέντι καὶ ἐρίῳ διαβρωθέντι παρεικάζων ἔλεγεν· ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται. Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων. Ἀλλ' ἀφεὶς τὸν δεῖνα καὶ τὸν δεῖνα παρακαλεῖν καὶ τὰς σκιὰς περιτρέχειν—τοῦτο γὰρ ἀνθρωπίνη συμμαχία—τὸν Θεόν, ᾧ λατρεύεις, ἐνδελεχῶς παρακάλει· νεύσει μόνον καὶ πάντα ἐν μιᾷ καιροῦ λύεται ῥοπῇ. Εἰ δὲ πολλάκις παρεκάλεσας καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν; Ἀλλ', ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βαρβάρων χώραν ἀπερρίφησαν, τότε ὁ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἄφνω τὴν θαυματοποιίαν ἐνεδείξατο καὶ διεσκόρπισε τὸ πῦρ. Μὴ φέρον γὰρ αὐτὸ τὴν ἀρετὴν τῶν δικαίων ἐξεπήδησεν ἔξω καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. Καὶ λοιπὸν ἐκκλησία αὐτοῖς ἦν ἡ κάμινος καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ὁρᾷς πῶς ἡ ὑπομονὴ τῶν ἁγίων καὶ τὸ πῦρ εἰς δρόσον μετέβαλε καὶ τὸν τύραννον ἐδυσώπησε. Καὶ κατὰ πάσης τῆς οἰκουμένης πέμπει γράμματα· μέγας ὁ Θεός, φησί, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ. Καὶ ἴδε πόσην ἀποτομίαν ἐνέθηκεν· εἴ τις λόγον εἴποι κατ' αὐτῶν, τὸν οἶκον αὐτοῦ ταμιεύεσθαι καὶ τὰ ὑπάρχοντα αὐτοῦ διαρπάζεσθαι. Μὴ οὖν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς. Καὶ γὰρ ἐγώ, ὅτε ἐξηλαυνόμην τῆς πόλεως, οὐδὲν τούτων ἐφρόντιζον, ἀλλ' ἔλεγον πρὸς ἐμαυτόν· εἰ μὲν βούλεται ἡ βασίλισσα ἐξορίσαι, ἐξορίσει με· τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἰ βούλεται πρίσαι, πρίσει με· τὸν Ἠσαΐαν ἔχω ὑπογραμμόν. Εἴ με θέλει εἰς τὸ πέλαγος ἀκοντίσαι, ἀκοντίσει με· τὸν Ἰωνᾶν ὑπομνιμνῄσκομαι. Εἰ θέλει εἰς κάμινον ἐμβαλεῖν, τοὺς τρεῖς παῖδας ἔχω τοῦτο πεπονθότας. Εἴ με θέλει τοῖς θηρίοις βαλεῖν, ἔχω τὸν Δανιήλ. Εἰ θέλει με λιθάσαι, λιθάσῃ με· Στέφανον ἔχω τὸν πρωτομάρτυρα. Εἰ θέλει τὴν κεφαλήν μου λαβεῖν, ἔχω τὸν Ἰωάννην. Εἰ θέλει τὰ ὑπάρχοντά μου λαβεῖν, λάβῃ αὐτά· γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ἐμοὶ παραινεῖ ὁ ἀπόστολος λέγων· πρόσωπον ἀνθρώπου Θεὸς οὐ λαμβάνει καί, εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ ὁ Δαβὶδ καθοπλίζει λέγων· ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο καὶ λέγουσιν ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς. Εἰ τοῦτο ἐποίησα, ἐξαλειφθείη τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν ἐπισκόπων καὶ μὴ γραφήτω ἐν τῇ βίβλῳ τῆς ὀρθοδόξου πίστεως, ὅτι οὐδὲν τοιοῦτον ἐγὼ ἔπραξα καὶ ἀποβάλοι με Χριστὸς ἐκ τῆς βασιλείας αὑτοῦ. Εἰ δὲ ἅπαξ μοι τοῦτο λέγουσι καὶ φιλονεικοῦσι, καθελέτωσαν τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον οἶκον ἐβάπτισε. Καθελέτωσαν καὶ αὐτὸν τὸν Κύριον, ὃς μετὰ τὸ δειπνῆσαι τοῖς ἀποστόλοις τὴν κοινωνίαν ἔδωκε. Λέγουσιν ὅτι μετὰ γυναικὸς ἐκοιμήθην. Καὶ ἀποδυσάτωσάν μου τὸ σῶμα καὶ εὑρήσουσι τὴν νέκρωσιν τῶν μελῶν μου. Ἀλλὰ ταῦτα πάντα διὰ φθόνον πεποιήκασιν. Ἀλλὰ πάντως λυπεῖ, ἀδελφὲ Κυριακέ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παρρησιάζονται καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων. Ἀλλὰ πάλιν ὑπομνήσθητι τὸν πλούσιον καὶ τὸν Λάζαρον. Ποῖος μὲν ἐν τῷ νῦν αἰῶνι ἐθλίβη; Ποῖος δὲ ἀπέλαυσε; Τί ἔβλαψεν ἐκεῖνον ἡ πενία; Οὐχὶ ὡς ἀθλητὴν καὶ νικητὴν εἰς τοὺς κόλπους τοῦ Ἀβραὰμ ἀπήνεγκε; Τί δὲ ὠφέλησεν ἐκεῖνον ὁ πλοῦτος τὸν ἐν πορφύρᾳ καὶ βύσσῳ ἀναγόμενον; Ποῦ οἱ ῥαβδοῦχοι; Ποῦ οἱ δορυφόροι; Ποῦ οἱ χρυσοχαλίνωτοι ἵπποι; Ποῦ οἱ παράσιτοι καὶ ἡ βασιλικὴ τράπεζα; Οὐχὶ ὡς λῃστὴς δεδεμένος ἀπήγετο ἐν τῷ μνήματι γυμνὴν τὴν ψυχὴν περιφέρων ἐκ τοῦ κόσμου; Καὶ κράζει κενῇ τῇ φωνῇ· πάτερ Ἀβραάμ, πέμψον Λάζαρον, ἵνα βρέξῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι δεινῶς ἀποτηγανίζομαι. Τί πατέρα καλεῖς τὸν Ἀβραάμ, οὗ τὸν βίον οὐκ ἐμιμήσω; Ἐκεῖνος πάντα ἄνθρωπον εἰς τὸν οἶκον αὑτοῦ ἐξένιζε, σὺ δὲ ἑνὸς πτωχοῦ φροντίδα οὐκ ἐποιήσω. Οὐκ ἔστι πενθῆσαι καὶ κλαῦσαι ὅτι τοσοῦτον πλοῦτον ἔχων σταγόνος ὕδατος ἄξιος οὐκ ἐγένετο; Ἐπειδὴ γὰρ σταγόνος οὐ μετέδωκε τῷ πτωχῷ, σταγόνα ὕδατος οὐ λαμβάνει. Τῷ χειμῶνι οὐκ ἔσπειρεν ἔλεος, ἦλθε τὸ θέρος καὶ οὐκ ἐθέρισε. Καὶ τοῦτο τοῦ δεσπότου οἰκονομήσαντος, ὅτι ἐξεναντίας ἐποίησε τὴν κόλασιν τοῖς ἀσεβέσι καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις, ἵνα βλέπωσιν ἀλλήλους καὶ ἀλλήλους γνωρίζωσι. Καὶ γὰρ ἕκαστος τότε μάρτυς τὸν ἴδιον τύραννον ἐπιγνώσεται καὶ ἕκαστος τύραννος τὸν μάρτυρα ὃν ἐκόλασε. Καὶ οὐκ ἐμὰ τὰ ῥήματα. Ἄκουε τῆς σοφίας λεγούσης· τότε ἐν πολλῇ παρρησίᾳ στήσεται ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν. Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, κἂν εὕρῃ καθαρὰν πηγὴν δίψῃ φλεγόμενος καὶ πολλῷ τῷ λιμῷ συνεχόμενος παρακαθέζεται τραπέζῃ ἐχούσῃ παντοδαπὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύεται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφόδρα ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται, οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται. Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος ἐποίησεν αὐτὸν ἐξεναντίας τοῦ παραδείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ' ἑκάστην ὥραν καὶ ἡμέραν ἐκεῖνο βλέπων τὸ χωρίον, ὅθεν ἐξῆλθεν, ἔχῃ πάντοτε τὴν ὀδύνην ἐν τῇ ψυχῇ. Εἰ δὲ καὶ ὧδε ἀλλήλοις μὴ συντύχωμεν, ἀλλ' ἐκεῖ οὐδεὶς ὁ κωλύων ἡμᾶς μετ' ἀλλήλων διάγειν. Καὶ ὀψόμεθα τοὺς ἐξορίσαντας ἡμᾶς, ὥσπερ ὁ Λάζαρος τὸν πλούσιον καὶ οἱ μάρτυρες τοὺς τυράννους. Μὴ οὖν ἀθύμει, ἀλλὰ μνημόνευε τοῦ προφήτου λέγοντος· μυκτηρισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται. Κατανόησον δὲ καὶ τὸν δεσπότην, πῶς εὐθὺς ἀπὸ τῶν σπαργάνων ἐδιώκετο καὶ εἰς βαρβάρων γῆν ἀπερρίπτετο, ὁ τὸν κόσμον κατέχων τύπος ἡμῖν γινόμενος τοῦ μὴ ἐκκακεῖν ἐν τοῖς πειρασμοῖς. Ἀνάμνησαι τὸ πάθος τοῦ σωτῆρος, ὅσας ὕβρεις δι' ἡμᾶς ὑπέμεινεν. Οἱ μὲν γὰρ αὐτὸν Σαμαρείτην ἐκάλουν, οἱ δὲ δαιμονῶντα καὶ γαστρίμαργον καὶ ψευδοπροφήτην. Λέγουσι γάρ· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Τί δέ, ὅτε ἦγον αὐτὸν κρημνίσαι καὶ ὅτε εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον καὶ ῥαπίσματα αὐτῷ ἐδίδουν; Τί δέ, ὅτε ὄξος καὶ χολὴν αὐτὸν ἐπότιζον, ὅτε τῷ καλάμῳ τὴν κεφαλὴν αὐτοῦ ἔτυπτον; Τί δέ, ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες; Καὶ ὅτε περιῆγον αὐτῷ οἱ αἱμοβόροι ἐκεῖνοι κύνες καὶ ὅτε ἐπὶ τὸ πάθος ἤγετο γυμνὸς καὶ πάντες αὐτὸν κατέλιπον οἱ μαθηταί; Καὶ ὃς μὲν αὐτὸν ἠρνήσατο, ὃς δὲ παρέδωκεν, οἱ δὲ ἄλλοι ἐδραπέτευσαν καὶ μόνος εἱστήκει γυμνὸς ἐν μέσῳ τῶν ὄχλων ἐκείνων; ἑορτὴ γὰρ ἦν ἡ πάντας συνάγουσα τότε. Καὶ ὅτε ὡς πονηρὸν ἐν μέσῳ κακούργων αὐτὸν ἐσταύρωσαν καὶ ἄταφος ἐκρέματο καὶ ὅτε κατήγαγον αὐτὸν ἀπὸ τοῦ σταυροῦ, ἕως οὗ τις αὐτὸν ἐξήγαγεν, ἵνα θάψῃ αὐτόν; Καὶ ὅτε ψόγον πονηρὸν κατ' αὐτοῦ ἀπεφήναντο ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν καὶ οὐκ ἔστιν; Ὑπομνήσθητι δὲ καὶ τῶν ἀποστόλων ὅτι πανταχόθεν ἐδιώκοντο καὶ κατεκρύπτοντο ἐν ταῖς πόλεσι μὴ δυνάμενοι φανῆναι. Πῶς ὁ Πέτρος παρὰ τῷ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπώλιδι γυναικί, ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παρρησίαν. Ἀλλ' ὕστερον πάντα ὁμαλὰ ἐγένετο αὐτοῖς. Οὕτω καὶ σὺ νῦν μὴ ἀθυμήσῃς. Ἤκουσα γὰρ κἀγὼ περὶ τοῦ λήρου ἐκείνου τοῦ Ἀρσακίου, ὃν ἐκάθισεν ἡ βασίλισσα ἐν τῷ θρόνῳ μου, ὅτι ἔθλιψε τοὺς ἀδελφοὺς καὶ τὰς παρθένους μὴ θελούσας αὐτῷ κοινωνῆσαι. Πολλοὶ δὲ αὐτῶν δι' ἐμὲ καὶ ἐν τῇ φυλακῇ ἐναπέθεντο. Ὁ γὰρ προβατόσχημος ἐκεῖνος λύκος, ὁ σχῆμα μὲν ἔχων ἐπισκόπου, μοιχὸς δὲ ὑπάρχων—ὡς γὰρ ἡ γυνὴ μοιχαλὶς χρηματίζει ἡ ζῶντος τοῦ ἀνδρὸς ἑτέρῳ συναφθεῖσα, οὕτω καὶ οὗτος μοιχός ἐστιν—οὐ σαρκός, ἀλλὰ πνεύματος· ζῶντος γὰρ ἐμοῦ ἥρπασέ μου τὸν θρόνον τῆς ἐκκλησίας. Καὶ ταῦτα ἐπέστειλα ἀπὸ Κουκουσῶν, ὅπου ἐκέλευσεν ἡμᾶς ἡ βασίλισσα ἐξορισθῆναι. Πολλαὶ δὲ θλίψεις κατὰ τὴν ὁδὸν συνήντησαν ἡμῖν, ἀλλ' οὐδενὸς ἐφροντίσαμεν. Ὅτε δὲ ἤλθομεν ἐν τῇ χώρᾳ τῶν Καππαδοκῶν τῆς Ταυροκιλικίας, χοροὶ ἡμῖν ὑπήντων πατέρων, ἁγίων ἀνδρῶν, οὐ μὴν ἀλλὰ καὶ πλήθη μοναζόντων καὶ παρθένων τὰς ἀθανάτους πηγὰς τῶν δακρύων ἐκχέοντες. Καὶ ἔκλαιον θεωροῦντες ἡμᾶς ἐν τῇ ἐξορίᾳ ἀπερχομένους καὶ ἔλεγον πρὸς ἑαυτούς· συνέφερεν, ἵνα ὁ ἥλιος συνέστειλε τὰς ἀκτῖνας αὑτοῦ ἢ ἵνα τὸ στόμα Ἰωάννου ἐσιώπησε. Ταῦτά με ἐθορύβησε καὶ ἔθλιψεν, ἐπειδὴ ἔβλεπον πάντας κλαίοντας περὶ ἐμοῦ. Ἐπὶ τῶν ἄλλων πάντων, ὅσα ἂν συνέβη, φροντίδα οὐκ ἐποίησα. Πάνυ δὲ ἡμᾶς ἐδέξατο ὁ ἐπίσκοπος δεξιωσάμενος τῆς πόλεως ταύτης καὶ πολλὴν ἀγάπην ἔδειξεν εἰς ἡμᾶς, ὥστε, εἰ δυνατὸν ἦν, καὶ τὸν θρόνον αὑτοῦ παρεχώρησεν ἡμῖν, εἰ μὴ τὸν ὅρον ἐφυλάττομεν. Δέομαι οὖν καὶ ἀντιβολῶ καὶ τῶν γονάτων ἅπτομαι τῶν σῶν. Ἀπόρριψον τὸ πένθος τῆς ἀθυμίας σου καὶ ὑπὲρ ἡμῶν μνείαν ἔχε πρὸς τὸν Θεὸν καὶ γράψαι ἡμῖν παρακλήθητι.