Ancient Greek · ~4 min
Αὐρηλίῳ ἐπισκόπῳ Καρθαγένης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Αὐρηλίῳ ἐπισκόπῳ Καρθαγένης.
Not analysed yet
Βαβαὶ, ἡλίκον ἐστὶ γενναία ψυχὴ, καὶ πολλῷ βρύουσα τῷ τῆς ἀγάπης καὶ τῷ τῆς εὐλαβείας καρπῷ, ὅπου γε καὶ αὐτὸς τοσοῦτον ἡμῶν ἀπῳκισμένος ὁδοῦ μῆκος, ὡς παρὼν καὶ μεθ' ἡμῶν ὢν, οὕτως ἡμᾶς εἷλες, καὶ ἐχειρώσω. Τῆς γὰρ ἀγάπης σου τὸ θερμὸν, καὶ τῆς παῤῥησίας καὶ τῆς εὐλαβείας ἡ εὐωδία μέχρι τὰ ἡμῶν τῶν ἐν ἐσχατιᾷ τῆς οἰκουμένης καθημένων ἔφθασεν. Διὰ ταῦτά σοι χάριτας πολλὰς ἴσμεν, διὰ ταῦτά σου μακαρίζομεν τὴν εὐλάβειαν, ὅτι πόνον πολὺν καὶ ἱδρῶτα ὑπὲρ τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν ἀναδεχόμενος, μεγίστους ἑαυτῷ παρὰ τῷ φιλανθρώπῳ Θεῷ προαπέθου τοὺς στεφάνους. Καί σε παρακαλοῦμεν μεῖναι τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζόμενον· οἶσθα γὰρ τὰ ἐντεῦθεν βραβεῖα. Εἰ γὰρ ἕνα τις ἀδικούμενον καὶ παρανομούμενον ἀνέχων ἄφατον ἔχει παρὰ τοῦ Θεοῦ τὸν μισθὸν, ἐννόησον ὅσην αὐτὸς λήψῃ τὴν ἀμοιβὴν, Ἐκκλησίας τοσαύτας ταρασσομένας διὰ τῆς καλῆς ταύτης σπουδῆς ἀπαλλάττων μὲν θορύβων καὶ ταραχῆς, εἰς δὲ γαληνὸν λιμένα εἰρήνης ὁρμίσαι ἐσπουδακώς.