Ancient Greek · ~5 min
Κυριακῷ, Δημητρίῳ, Παλλαδίῳ, Εὐλυσίῳ, ἐπισκόποις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Κυριακῷ, Δημητρίῳ, Παλλαδίῳ, Εὐλυσίῳ, ἐπισκόποις.
Not analysed yet
Μακάριοι καὶ τρισμακάριοι, καὶ πολλάκις τοῦτο ὑμεῖς τῶν καλῶν τούτων ἱδρώτων καὶ ἀγώνων, τῶν μόχθων, καὶ πόνων, καὶ τῶν κινδύνων, οὓς ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην κειμένων ὑπομεμενήκατε, λαμπροὶ μὲν ἐν γῇ, λαμπροὶ δὲ ἐν οὐρανοῖς διὰ τούτων γενόμενοι. Καὶ γὰρ ἄνθρωποι πάντες οἱ νοῦν ἔχοντες ἀνακηρύττουσιν ὑμᾶς, καὶ στεφανοῦσιν, ἐκπληττόμενοι τὴν εὐτονίαν ὑμῶν, τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν προσεδρείαν. Ὅ τε φιλάνθρωπος Θεὸς, ὁ μείζονας ἐκ πολλοῦ τοῦ περιόντος τιθεὶς ἀεὶ τῶν πόνων τὰς ἀμοιβὰς, τοσούτοις ἀμείψεται ἀγαθοῖς, ὅσοις ἀμείβεσθαι Θεῷ πρέπον τοὺς οὕτω γενναίως ἀγωνιζομένους ὑπὲρ τῆς κατὰ τὴν οἰκουμένην ἅπασαν εἰρήνης. Διὰ τοῦτο καὶ ἡμεῖς οὐ παυόμεθα μακαρίζοντες ὑμᾶς, ἐντρυφῶντες ὑμῶν τῇ μνήμῃ διηνεκῶς, ἐπὶ διανοίας περιφέροντες, εἰ καὶ πολλῷ διῳκίσμεθα τῷ τῆς ὁδοῦ μήκει. Ὁ μὲν οὖν τιμιώτατος Κυριακὸς ὁ διάκονος οὐκ ἠδυνήθη νῦν ἐκπλεῦσαι, διὰ τὸ πολλῷ κατειργάσθαι πόνῳ. Οἱ μέντοι κύριοί μου, ὁ εὐλαβέστατος πρεσβύτερος Ἰωάννης, καὶ ὁ τιμιώτατος Παῦλος ὁ διάκονος, ἐλαυνόμενοι πανταχόθεν, καὶ μηδαμοῦ στῆναι, μηδὲ λαθεῖν ἔχοντες, ἀναγκαῖον ἐνόμισαν καταλαβεῖν ὑμῶν τὴν ἀγάπην, καὶ αὐτόθι μεθ' ὑμῶν εἶναι. Δεξάμενοι τοίνυν αὐτοὺς μετὰ ἀγάπης, τὴν πρέπουσαν ὑμῖν εὔνοιαν περὶ αὐτοὺς ἐπιδείξασθε.