Ancient Greek · ~6 min
Βαλεντίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Βαλεντίνῳ.
Not analysed yet
Τρίτην πέμπω ταύτην ἐπιστολὴν, οὐδεμίαν αὐτὸς δεξάμενος παρὰ τῆς μεγαλοπρεπείας τῆς σῆς. Ἀλλ' ὅτι μὲν μετὰ πολλῆς τῆς εὐφροσύνης ἐδέξω ἡμῶν τὰ γράμματα, καὶ τὸν ἐγχειρίσαντα ταῦτα τῆς σοι προσηκούσης ἐποίησας ἀπολαῦσαι τιμῆς, καὶ τὰ παρὰ σαυτοῦ πάντα εἰσήνεγκας, ἐν οἷς ἐδεῖτό σου τῆς δυνάμεως, ἔγνωμεν, καὶ οὐδὲν ἡμᾶς τούτων ἔλαθεν· ἐπιστολὴν δὲ οὐδεμίαν ἐκομισάμεθα. Καὶ εἰ μὲν ἄλλος τις ἦν τῶν οὐ σφόδρα γενναίων ὁ σιωπήσας τοσοῦτον, ἐνομίσαμεν ἂν αὐτῷ πρόφασιν εἰς ἀπολογίαν εἶναι τῶν πραγμάτων τὸν ὄχλον. Ἐπειδὴ δέ σου τὸ ὑψηλὸν τῆς σῆς διανοίας ἴσμεν, τὸ θερμὸν τῆς ἀγάπης, τὸ γνήσιον, τὸ εἰλικρινὲς, τὸ διαρκὲς, τὸ μόνιμον, οὐκ ἂν δεξαίμεθα ταύτην ἀπολογίαν, οὐδ' αὖ τὸ μὴ ἐκεῖσε διατρίβειν σου τὴν θαυμασιότητα· καὶ γὰρ καὶ τοῦτο ἔγνωμεν. Ἀλλ' ἑνὶ μόνῳ καρπωσόμεθα τῆς μακρᾶς σιγῆς παραμυθίαν, εἰ βουληθείης εἰς τὸ ἐπιὸν τὸ παροφθὲν ἐν τῷ παρελθόντι χρόνῳ ἀνακτήσασθαι, καὶ πέμψαι νιφάδας γραμμάτων ἡμῖν, ἀπὸ τῆς μέλι ῥεούσης γλώττης τὰ περὶ τῆς ὑγιείας σοῦ τε καὶ τῆς ἀσφαλείας δηλούντων. Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ καθήμεθα, καὶ πολιορκίᾳ χαλεπῇ, καὶ μυρίοις περιεστοιχίσμεθα δεινοῖς, ἀλλ' ὅμως οὐ παυόμεθα μεριμνῶντες τὴν σὴν θαυμασιότητα· καὶ καθ' ἑκάστην πυνθανόμεθα ἐν τίσιν ὁρμᾷ τὰ σά. Ἵν' οὖν μὴ παρ' ἑτέρων, ἀλλὰ καὶ παρὰ τῆς γλυκείας καὶ ποθεινοτάτης ἡμῖν διαθέσεως ταῦτα μανθάνωμεν, γράφε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς· καὶ τὸ πᾶν ἀπειλήφαμεν, ἢν δεξώμεθα ἐπιστολὰς ταῦτα φερούσας ἡμῖν τὰ εὐαγγέλια.